δὲ τὴν τοιαύτην ἐνταῦθα πληγὴν Ἰφιτίων τις ἐσθλός, Ὀτρυντεΐδης, πολέων ἡγήτωρ λαῶν. (ῃ. 384-5) Ὃν διασαφῶν ὁ ποιητής, ὅπως τε Ὀτρυντεΐδης ἐρρέθη καὶ τίνος ἦν μητρὸς καὶ πατρίδος, φησὶν «ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ Τμώλῳ ὕπο», ὡς ἐρρέθη, «νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ». ἔοικε δὲ περιφανὴς εἶναι ὁ ἀνήρ. διὸ καὶ πρώτῃ ἐν ὑσμίνῃ προβέβληται πεσεῖν ὑπὸ τῷ Ἀχιλλεῖ. (ῃ. 389-92) ὃς καὶ ἐπεύχεται ἐπ' αὐτῷ οἷα εἰδὼς τὸν ἄνδρα, καὶ «κεῖσαι», φησίν, «Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν. ἐνθάδε τοι θάνατος», ἤγουν καὶ ἐνθάδε μέν σοι θάνατος, «γενεὴ δέ τοί ἐστ' ἐπὶ λίμνῃ Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστι Ὕλλῳ ἐπ' ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι». Καὶ ὅρα ὅπως καὶ νῦν ὁ ποιητὴς εὐμεθόδως τοπογραφεῖ, καὶ ὡς ἐπολυπραγμόνουν οἱ ἥρωες τὰ τῶν ἐχθρῶν, οἷα εἰκός, καθά που καὶ ὁ Ἕκτωρ τοπογραφίαν εἶπεν Ἑλληνικήν. φυλοκρινοῦνται δὲ τοῖς ἥρωσι τὰ τοιαῦτα οὐ μόνον στρατηγικῶς, ἀλλὰ καὶ διὰ πολυμάθειαν. Περὶ μὲν οὖν Γυγαίης ἐν τῇ Βοιωτίᾳ ἐρρέθη. Τὸν δὲ Ὕλλον παρατετηρημένως, φασίν, ἰχθυόεντα λέγει, ῥέοντα μεταξὺ Θυατείρων καὶ Σάρδεων, τὸν δὲ Ἕρμον δινήεντα διὰ τὸ δύσπλωτον. τούτους δὲ ὡς ῥήτωρ ὁ Ἀχιλλεὺς καὶ παρισώσεσι κοσμεῖ, εἰπὼν «Ὕλλῳ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι». ὁ δὲ Ἕρμος κατὰ τὸν Γεωγράφον ἄρχεται ἐκ Μυσίας καὶ διὰ τῆς Κατακεκαυμένης ἐνεχθεὶς εἰς τὴν Σαρδιανὴν ἐκδίδωσιν εἰς τὴν τῆς Φωκαίας θάλασσαν. ὁ δ' αὐτὸς ἱστορεῖ καὶ ὅτι εἰς τὸν τοιοῦτον Ἕρμον ὁ Πακτωλὸς ἐκδίδωσι, περὶ οὗ Πακτωλοῦ, ὡς καὶ περὶ τῆς Ὕδης, καὶ ἐν τῇ Βοιωτίᾳ διείληπται. Ἰστέον δὲ ὅτι πολλὴ καὶ ἐνταῦθα ποικιλία γραφῆς ἐπὶ τοῖς ὑπὸ τῷ Ἀχιλλεῖ πίπτουσι, δι' ὧν πέπλον ἐξαρτύει ῥητορείας ὁ ποιητής, ὁποῖόν τινα καὶ πρὸ τούτων ἐξύφανε, καὶ οὐχ' ἕνα μόνον, ἀλλὰ πολλοὺς καὶ καλούς. ὁ 4.422 μὲν γὰρ Ὀτρυντεΐδης τηλαυγὲς πρόσωπον τῆς τοῦ ἥρωος ἀριστείας. ἡγεμών τε γάρ ἐστι καὶ οἷος τῷ Ἀχιλλεῖ γνωρίζεσθαι, καὶ μέσην, ὡς ἐρρέθη, βάλλεται κατὰ κεφαλήν. (ῃ. 395-400) Ὃ δ' ἐπ' αὐτῷ ∆ημολέων, ἐσθλὸς ἀλεξητὴρ μάχης, Ἀντήνορος υἱός, αἰχμῇ νύττεται, ἤτοι κεντεῖται, κατὰ κρόταφον διὰ τῆς περικεφαλαίας. ἣ δὲ οὐκ ἔσχεν, ἤγουν οὐκ ἐκώλυσεν, «αἰχμὴ δὲ δι' αὐτῆς ἱεμένη», τουτέστι προθυμουμένη ὡς οἷά τις ἔμψυχος, ἔρρηξεν ὀστέον, «ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο». (ῃ. 401-6) Εἶτα Ἱπποδάμαντα πρόσθεν αὐτοῦ φεύγοντα μετάφρενον οὔτασε δουρί, ὃν καὶ εἰκάζει παραβολικῶς πρὸς βοῦν ἐρύγοντα ἐν τῷ θύεσθαι. (ῃ. 407 ς. ετ 413 ς.) Μετὰ δὲ τούτους Πριαμίδην Πολύδωρον ῥίπτει παραΐσσοντα, νῶτα βαλὼν ἄκοντι. (ῃ. 455) Ἐφ' οἷς παραφανέντος Ἕκτορος οἴκτῳ τοῦ ἀδελφοῦ, εἶτα ἐξαρπαγέντος ὑπὸ Ἀπόλλωνος, «∆ρύοπα οὔτασε κατ' αὐχένα μέσον ἄκοντι», (ῃ. 457-9) μεθ' ὃν ∆ημοῦχόν τινα ἠΰν τε μέγαν τε κατὰ «γόνυ δουρὶ βαλὼν ἠρύκακεν» εἶτα «οὐτάζων ξίφεϊ μεγάλῳ» ἀνεῖλεν. (460-2) Αὐτὰρ Λαόγονον καὶ ∆άρδανον υἱοὺς Βίαντος ἐξ ἵππων ὦσε, «τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας». (ῃ. 463-9) Μετὰ δὲ τούτους Τρῶά τινα, υἱὸν Ἀλάστορος, φασγάνῳ οὖτα καθ' ἧπαρ, ἐλθόντα λίσσεσθαι καὶ ἤδη γούνων ἁπτόμενον. (ῃ. 472 ς.) Πίπτει δὲ καί τις Μούλιος ὑπ' αὐτῷ, δουρὶ τρωθεὶς τὸ οὖς. «εἶθαρ» δέ, ἤγουν εὐθέως, «δι' οὔατος ἦλθ' ἑτέροιο», (ῃ. 474 ς.) καί τις Ἀγηνορίδης μέσην κὰκ κεφαλὴν ἐπλήγη ξίφει, (ῃ. 478-82) καὶ ἄλλος τὸν ἀγκῶνα ἐπερονήθη αἰχμῇ, ἔνθα ξυνέχουσι τένοντες, εἶτα καὶ φασγάνῳ ἐτύφθη τὸν αὐχένα, καὶ ἄλλος τὸν ἀγκῶνα, (ῃ. 485-9) ἑτέρας δὲ δυάδος ἄλλης παρὰ τὴν ἀνωτέρω ἀδελφικήν, τὸν μὲν μαχητὴν ἄνω τοῦ ἅρματος βάλλει, «ἐπάγη δέ», φησίν, «ἐν νηδύϊ χαλκός». τὸν δὲ ἡνίοχον, ἵππους τρέψαντα μετάφρενον ἔνυξε δουρί, οὗ καὶ ἐκυκήθησαν τηνικαῦτα οἱ ἵπποι. καὶ ὅλως εὐπορία πολλὴ ὥσπερ τῷ Ἀχιλλεῖ τοῦ ῥίπτειν τοὺς ἐμποδών, οὕτω καὶ τῷ ποιητῇ τοῦ φράζειν τὰ κατ' αὐτούς, ὃς καὶ τοὺς θανάτους αὐτῶν πολυτρόπους ποιεῖ καὶ τὰ πτώματα, λέγων «δούπησε πεσών», καὶ «δάμασε δέ μιν μεμαῶτα», καὶ «ἔλιπεν ὀστέα θυμὸς ἀγήνωρ», καὶ «γνὺξ ἔριπ' οἰμώξας, νεφέλη δέ μιν ἐπεκάλυψεν», ἢ μᾶλλον «ἀμφεκάλυψε», «κυανέη», καὶ