πορφύραν ἀποστείλωσιν, ἀναγνωσθείσης τῆς ἐπιστολῆς παρὼν Θεόκριτος ὁ σοφὸς ἔφη νῦν ἐγνωκέναι τὸ παρ' Ὁμήρῳ εἰρημένον «ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή», αἰνιττόμενος ἐκεῖνος πορφύρεον θάνατον ἢ ὃν πάσχουσιν αἱ πορφύραι διὰ τὴν ἐξ αὐτῶν βαφὴν ἢ καὶ ὅτι θανατηρὰ πείσονται οἱ πορφυρέες, εἴ τι πονηρεύονται περὶ τὴν ἄγραν τῆς πορφύρας, τὸ δ' ὅμοιον καὶ οἱ βάπται, εἴ τι βλάπτουσι τὰς πορφυρίδας.] (ῃ. 384) Ἐν δὲ τοῖς προεκτεθεῖσι κεῖται καὶ ἡ ὑπό πρόθεσις Ἀττικῶς μετὰ δοτικῆς ἐν τῷ «Τμώλῳ ὑπὸ νιφόεντι», ἤγουν ὑπὸ τὸν Τμῶλον, ἱστορεῖται δὲ καὶ ἡ ἐκεῖ γῆ πίειρα εἶναι. καὶ ἔστιν ἀληθῶς τοιαύτη. ἐπάγει γάρ «Ὕδης ἐν πίονι δήμῳ». (ῃ. 387) Τοῦ δὲ «κεάσθη» θέμα τὸ κεάσω ἢ κεάζω. ὅθεν καὶ κέδρος ἡ κεαζομένη ῥᾷον πλεονάσαντος τοῦ ˉδ. (ῃ. 389-92) Τὸ δὲ τὸν Ὀτρυντεΐδην πάντων ἐκπαγλότατον ἀνδρῶν εἰρῆσθαι, ὃ καὶ τῷ Ἀχιλλεῖ προσερρέθη που, λόγου ἄξιον καὶ τὸν τοιοῦτον ἐμφαίνει εἶναι, οὗ καὶ τὸ παραποτάμιον πατρῷον τέμενος ἐξαίρετόν τι, ὡς ἔοικεν, ἦν. (ῃ. 394 ς.) Προμαχόμενος δὲ ἐκεῖνος ἀνῄρηται ὑπὸ Ἀχιλλέως, ὡς δηλοῖ τὸ «τὸν μέν», ἤγουν τοῦτον, «Ἀχαιῶν ἵπποι ἐπισσώτροισι δατέοντο πρώτῃ ἐν ὑσμίνῃ», καθ' ἣν καὶ προέπεσεν. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις μὲν ἔφη ὡς ἔστειβον, ἤγουν κατεπάτουν, ἵπποι νέκυας, ἐνταῦθα δὲ ἄλλως φράζων φησὶν «ἐπισσώτροις 4.426 δατέοντο», ἤτοι ἐμέριζον, τουτέστι τοῖς τῶν τροχῶν κανθοῖς κατέκοπτον διερχόμενοι ἄνω τοῦ νεκροῦ. καὶ νῦν μὲν τὸ δατεῖσθαι ταὐτόν ἐστί πως τῷ οἱονεὶ δαιτρεύειν, ἡ δὲ Τραγῳδία καὶ τὸ ἁπλῶς μερίζειν οὕτω λέγει. θείαν γοῦν δύναμιν ἐνδατεῖσθαί φασί τινες, ἤγουν κατὰ ἕκαστον μερίζεσθαι. (ῃ. 400-2) Ἔτι μετὰ τὸ «πεπάλακτο», τὸ πρὸ βραχέων ῥηθὲν, χρᾶταί τινι παρηχήσει ὁ ποιητὴς, εἰπὼν «∆ημολέοντα δάμασσεν», εἶτα ἐπαγαγὼν «Ἱπποδάμαντα δὲ οὔτασεν». ἦν δὲ ἂν σαφὴς παρήχησις, ἐὰν τὸ «δάμασε» τῷ Ἱπποδάμαντι παρέκειτο, οἷον «Ἱπποδάμαντα δ' ἔπειτα δάμασσεν». οὐκ ἠθέλησε δὲ οὕτως ἐκφανῶς ποιῆσαι, ἀλλὰ μόνον ἐνέφηνεν, ὅτι δυνάμενος ἱλαρῦναι τὸ τοῦ χωρίου σκυθρωπὸν σχήματι κάλλους, οὐκ ἔκρινεν οὕτω δέον ποιῆσαι, ἀλλ' ἀνυπόπτως τῷ ∆ημολέοντι τὸ δάμασε παραθέμενος, ὃς καὶ αὐτὸς εἰς ∆αμολέοντα δωριζόμενος ἐποίησεν ἂν τὴν αὐτὴν παρήχησιν, εἶτα καθαρώτερον ποιεῖ ὃ ἤθελε. παρηχεῖ γὰρ ὁμοίως καὶ τὸ «∆αμολέοντα δάμασσε», καὶ τὸ «Ἱπποδάμαντα δάμασσε». (ῃ. 406) Τὸ δὲ «ἐρυγόντα» καιρία λέξις ἐπὶ ταύρου σφαζομένου, μιμουμένη ὀνοματοποιΐας τρόπῳ τὴν τηνικαῦτα τοῦ ζῴου βοήν. (ῃ. 402-6) ∆ιὸ καὶ χρησάμενος ὁ ποιητὴς τῇ τοιαύτῃ λέξει ἐπιμένει διὰ τὸ καίριον, εἰπὼν ὅτι Ἱπποδάμας δουρὶ τρωθεὶς τὸ μετάφρενον «θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα κούρων ἑλκόντων, γάνυται δέ τε τοῖς Ἐνοσίχθων. ὣς ἄρα τόν γ' ἐρυγόντα λίπεν ὀστέα θυμὸς ἀγήνωρ». Ἔστι δὲ δευτέρου ἀορίστου τὸ «ἤρυγε» καὶ τὸ «ἐρυγόντα» ὧν θέμα τὸ ἐρεύγω. δηλοῖ δὲ ὁ ἐρυγὼν ταῦρος τὸν τὸ αἷμα ἀνερυγγάνοντα τῇ διακοπῇ τῆς τραχείας ἀρτηρίας καὶ τῇ διαιρέσει τοῦ στομάχου, ἤτοι οἰσοφάγου. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι τὸ δόρυ μέχρι τοῦ θυμοῦ φθάνει. ἔστι δέ, φασίν, ὁ θυμὸς ἀδήν τις μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν. φασὶ δὲ τοὺς θύοντας τῷ Ἑλικωνίῳ Ποσειδῶνι δοκεῖν καλλιερεῖν, ὡς καὶ ἀλλαχοῦ τοιοῦτόν τι ἐρρέθη, ὅτε ὁ θυόμενος ταῦρος 4.427 μεγάλα ἐρεύγεται, ὡς χαίροντος τοῦ Ποσειδῶνος τῷ ἤχῳ, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐν τῷ «γάνυται Ἐνοσίχθων». Περὶ δὲ τοῦ Ἑλικώνιος, εἰ καὶ δοκεῖ λέγειν τὸν ἐν Ἑλικῶνι τιμώμενον, ἀλλ' οἱ παλαιοὶ ταῦτά φασι. Νηλεὺς ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο κατὰ μίμησιν τοῦ ἐν Ἑλίκῃ τῆςἈχαΐας. παράγουσι δὲ τὸ τοιοῦτον Ἑλικώνιος οὕτως. οἱ Αἰολεῖς ἐκ πρωτοτύπου, φασί, πληθυντικῆς γενικῆς ποιοῦσι τύπους κτητικούς, οἷον· ἕτεροι, ἑτέρων, ἑτερώνιος, ἄλλων, ἀλλώνιος, ἐτύμων, ἐτυμώνιος, ἀνέμων, ἀνεμώνιος, καὶ δι' εὐφωνίαν ἀνεμώλιος. οὕτω, φασί, καὶ Ἑλίκαι, Ἑλικῶν, ὄνομα τόπου, Ἑλικώνιος, ἵνα ᾖ, φασίν, Ἑλικώνιος ὁ ἐν Ἑλίκαις τῆς