Ἀχαΐας τιμώμενος. καιοὕτω μὲν αὐτοί. ἡ δὲ ἱστορία βούλεται μάλιστα τὸν τοιοῦτον τόπον Ἀσιανὸν εἶναι καὶ περὶ τοὺς Ἴωνας. Ἰώνων γὰρ εἴρηται ἴδιον τὸ οἴεσθαι καλλιερεῖν, ὅτε ὁ ταῦρος θυόμενος μέγα ἐρεύγεται. οἱ δὲ Ἴωνες Ἀσιανοί. (ῃ. 403) Τὸ δὲ ἀΐσθειν γίνεται ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἐξ οὗ καὶ τὸ ἆσθμα καὶ τὸ ἀσθμαίνειν. ἐκ δὲ τοῦ τοιούτου ἀΐσθειν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, καὶ ἡ αἴσθησις κατὰ συναίρεσιν γίνεται. (ῃ. 407-12) Περὶ δὲ τοῦ μνημονευθέντος Πολυδώρου ἱστορεῖ, ὅτι αὐτὸν «οὔ τι πατὴρ εἴασκε μάχεσθαι, οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα. δὴ τότε νηπιέῃσι», τουτέστι παιδικαῖς ὁρμαῖς δηλαδὴ ἢ φρεσί, «ποδῶν ἀρετὴν ἀναφαίνων θῦνε διὰ προμάχων, εἵως φίλον ὤλεσε θυμόν». (ῃ. 413-8) Ἔβαλλε γὰρ Ἀχιλλεὺς ἄκοντι, ὡς προερρέθη, «νῶτα παραΐσσοντα, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ», περὶ ὧν ἀλλαχοῦ εἴρηται, «ἀντικρὺ δὲ διέσχεν», ὡς καὶ αὐτὸ προεγράφη, «παρ' ὀμφαλὸν ἔγχεος αἰχμή. Γνὺξ δέ», ἤγουν ἐπὶ γόνυ, πεσὼν καὶ οἰμώξας «προτὶ οἷ», ἤγουν πρὸς ἑαυτῷ, «ἔλαβεν ἔντερα χερσὶ λιασθείς». (ῃ. 419-23) «Ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον ἔντερα χερσὶν ἔχοντα κατ' ὀφθαλμῶν» αὐτῷ «κέχυτο ἀχλύς· οὐδ' ἂρ ἔτ' ἔτλη δηρὸν ἑκὰς στρωφᾶσθαι, ἀλλ' ἀντίος ἦλθεν Ἀχιλλέως, ὀξὺ δόρυ κραδάων, φλογὶ ἴκελος». (ῃ. 423 ς.) Αὐτὰρ Ἀχιλλεὺς ὡς ἴδεν, «ἤγουν ὡς εἶδ', «ὣς ἀνέπαλτο», ἤγουν λίαν ἀνεπήδησεν, ὑφ' ἡδονῆς δηλαδή. [Ὅτι δὲ τοῦ ὡς, πολλῶν ὄντων 4.428 σημαινομένων, κατὰ Τρύφωνα ἐστί τις καὶ χρονική ποτε σημασία, φαίνεται ἐν ἐπιστολῇ τοῦ βασιλέως Ἀντιόχου, οἷον· ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι, ἤγουν ἡνίκα ἂν λάβῃς.] Καὶ εἰπὼν ἅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται, οὐκ ἐκφοβεῖ ὅμως τὸν Ἕκτορα, φάμενον πρὸς ἄλλοις καὶ, (ῃ. 434-7) ὅτι οἶδα, ὡς σὺ μὲν ἐσθλός, ἐγὼ δὲ οὐ τοιοῦτος, ἀλλ' ἴσως δράσω τι μέγα κατὰ σοῦ δουρὶ βαλών, «ἐπεὶ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθε», τουτέστιν ὀξεῖαν προβέβληται τὴν αἰχμήν, καθότι καὶ ἀνωτέρω κεῖται τὸ «ὀξὺ δόρυ κραδάων». ἔνθα ὅρα καὶ ὅτι πλαγίως πως ὁ Ἕκτωρ τὴν τοῦ Ἀχιλλέως καταρριπτεῖ ἀρετήν, οἱονεὶ λέγων οὐ χερσὶν ἐκεῖνον ἀλλὰ βέλους ὀξύτητι καὶ ὅπλων ἀρετῇ τοὺς ἀντικαθισταμένους ἀναιρεῖν. τινὲς δὲ τὸ «πάροιθεν» ἐνταῦθα χρονικὸν νοοῦσιν, ἵνα λέγῃ ἀστείως ὁ Ἕκτωρ ὅτι πρὸ τούτου καὶ χθές που καὶ πρῴην καὶ πρὸ τῆς νῦν ὥρας ὀξὺ εἶχον βέλος, ὅτε δηλαδὴ πολλοὺς ἀνεῖλον, ἐν δὲ τοῖς καὶ Πάτροκλον. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃ. 407) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα κοινὸν ἐπίθετον ἐξιδιώθη πρὸς κύριον ὄνομα. πολύδωρος μὲν γὰρ προερρέθη που γυνὴ καθ' ὁμοιότητα τῆς μυθικῆς Πανδώρας, ἐνταῦθα δὲ Πριαμίδης οὗτος Πολύδωρος ἐκ δώρων φύσεως παρονομασθείς, ἅπερ ἀλλαχοῦ θεόσδοτα ὁ Πάρις εἶπεν. [Ἰστέον δὲ ὅτι δῶρον κοινῶς μὲν τὸ διδόμενον, ἐστι δὲ καὶ κύριον ὄνομα, καὶ οὐ μόνον παλαιόν, ἐξ οὗ καὶ οἱ ∆ωριεῖς, ἀλλὰ καί τις ὑστερογενής. ἐφ' ᾧ νέῳ τε ὄντι καὶ μεγάλῳ καὶ καλῷ καὶ ἐπιδεικνυμένῳ πρός τινος ἐπὶ θαύματι ἐν Ἀθηναῖς Ἀρίστων ὁ Κεῖος ἔφη τὸ τοῦ Ὀδυσσέως πρὸς ∆όλωνα «ἦ ῥά νύ τοι 4.429 μεγάλων δώρων ἐπεμαίετο θυμός», ἤγουν ἀγαπᾷς τὸν μέγαν ∆ῶρον, μεταλαβὼν ἀστείως ἐκεῖνος τὴν γενικὴν τῶν πληθυντικῶν εἰς αἰτιατικὴν ἑνικήν, ἧς ἡ εὐθεῖα ὁ μεγάλος ∆ῶρος, οὗ κλητική «ὦ μεγάλε», παρ' Αἰσχύλῳ, ὡς τὸ «ὦ μεγάλε Ζεῦ».] (ῃ. 409) Τὸ δὲ «νεώτατος γόνοιο» διὰ σαφήνειαν εἴρηται. οὐ γὰρ πάντων παίδων νεώτατος ὁ Πολύδωρος, ἀλλὰ τῶν τοῦ Πριαμικοῦ γόνου. (ῃ. 409 ς.) Τὸ δὲ «ἔσκε» δὶς ἐρρέθη κατ' ἐπιμονήν, ὡς οἷα ἐν ποιήσει καίριον. Τὸ δὲ «πόδεσσι πάντας ἐνίκα» περίφρασίς ἐστι τοῦ ποδώκης ἦν. ποδῶν δὲ ἀρετὴν φιλοσόφως λέγει τὴν ὠκύτητα, ἣν ἐξευτελίζει, ἐὰν ἀκαίρως γίνοιτο. ἰδοὺ γὰρ ὁ Πολύδωρος, ἐν κενοῖς ἐπιδεικνύμενος καὶ ἀναφαίνων τὴν τῶν ποδῶν ἀρετήν, περιπίπτει τῷ Ἀχιλλεῖ ἀφυλάκτως ἐκ παρόδου καὶ πίπτει. Ἰστέον δὲ ὅτι, ὥσπερ ἀρετὴ ποδῶν τὸ ὠκύπουν, οὕτω καὶ χειρῶν ἑτέρα τις ἀρετή, κατὰ τοὺς σοφοὺς εἰπεῖν, καὶ ὀφθαλμῶν ἄλλη, ὁμοίως δὲ καὶ τῶν ἄλλων κατ' ἄνθρωπον