«ὃς πολλοὺς ἀέκοντας ἐρύκει» οὐχ' ἁπλῶς ἀργὸν κεῖται, ἀλλὰ προκλητικόν ἐστιν ἑτέρου ἀστείου νοήματος, τοῦ «ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς», καὶ ἑξῆς, ὡς προγέγραπται ἕως τοῦ «κρατερόν περ ἐρύκει», οἷα ὁμοιότητος ταύτης οὔσης τῷ πόντῳ καὶ τῷ Ἅιδῃ. ὡς γὰρ ὁ πόντος πολλοὺς ἀέκοντας ἐρύκει, οὕτως ἡ γῆ κρατερόν περ 4.457 ἐρύκει κάτω ὑπ' αὐτήν. (ῃ. 60 ς.) Τὸ δὲ «γεύσεται δουρός» ἀντὶ τοῦ ἀποπειράσεται. ἐρρέθη δὲ καὶ πρὸ βραχέων λέξις τοιαύτη ἐν τῷ «γευσόμεθ' ἀλλήλων ἐγχειῇσι». (ῃ. 62) Τὸ δὲ «κἀκεῖθεν ἐλεύσεται» ἢ μυστηριωδῶς ἐρρέθη ἀντὶ τοῦ ἐκ τῶν κάτω καὶ τοῦ Ἅιδου, ἢ κατὰ πρόληψιν εἴρηται ἀντὶ τοῦ ἐκ τῆς φυσιζόου γῆς, ἣν μετὰ τοῦτο λέγει, ἤγουν μετὰ τὸ «ἐκεῖθεν ἐλεύσεται», ὅπερ κατά τι πρωθύστερον προληπτικῶς ἐσχημάτισται. ἦν γὰρ ἀκόλουθον μνησθῆναι πρῶτα γῆς, εἶτα ἐπαγαγεῖν τὸ «ἐκεῖθεν ἐλεύσεται». τὸ δὲ ἐλεύσεται σὺν τῷ γεύσεται σώφρων ἐστὶ παρίσωσις, ὡς καὶ μετ' ὀλίγα τὸ τεθηπώς καὶ μεμαώς. (ῃ. 63) Σημείωσαι δὲ καὶ ὅτι τὸ «γῆ φυσίζοος», καὶ τὸ «ἣ κρατερόν περ ἐρύκει» ἔχει τι ἀντιθετικὸν ἀστεῖον, ἵνα λέγῃ, ὡς ἡ γῆ τὰ μὲν πρὸς τὸ ζῆν ἀναφύει, τοὺς δὲ ὕπ' αὐτὴν ἐλθόντας κατερύκει κάτω. ἡ δὲ γραφὴ τῆς φυσιζόου γῆς διὰ τοῦ ˉο μικροῦ, ὡς καὶ πρὸ τούτων ἐν τῷ «φυσίζοος αἶα». [(ῃ. 54) Ἰστέον δὲ ὅτι τὸ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ, καὶ ὁρᾶτο ἀντὶ τοῦ ἑώρα, καὶ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν, μυρίας ἔχει ὁμοιότητας. ἐν αἷς καὶ τὸ θύεται ἀντὶ τοῦ θύει καὶ θυόμενος ὁ θύων, οὗ χρῆσις καὶ παρὰ τῷ Ἀθηναίῳ, ἔνθα λέγει, ὅτι Ἀθηναίοις θυομένοις ἐν ∆ήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε καὶ ἐν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἶπον οὖν οἱ ∆ήλιοι μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης οἱ Ἀθηναῖοι, ὃ καὶ ἀπέβη αὐτοῖς. ἔστι δ' ἐν χρήσει καὶ τὸ ἐκθύεσθαι, οἷον· ὁ δεῖνα ἐξεθύσατο τὸν φθόνον, ἤγουν ὡς οἷα διά τινος θυσίας ἱλεώσατο.] (ῃ. 64-72) Ὅτι ὁ μὲν Ἀχιλλεὺς ἵστατο καὶ «ὥρμαινε μένων», ὡς προσεχῶς ἐγράφη, τεθαρρηκώς τε διὰ τὴν ὑπεροχὴν καὶ διαπορούμενος, ὡς ἐρρέθη, ἐπὶ τῷ Λυκάονι. ὁ δὲ ἰδὼν ἄφυκτα ἑαυτῷ «σχεδὸν ἦλθε τεθηπώς», ὡς καὶ αὐτὸ γέγραπται, «γούνων ἅψασθαι μεμαώς, περὶ δ' ἤθελε θυμῷ ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο», ἢ ἀνέσχεθε, «δῖος Ἀχιλλεὺς οὐτάμεναι μεμαώς», ἤγουν οὐτάσαι θέλων, «ὃ δ' ὑπέδραμε καὶ λάβε 4.458 γούνων κύψας», ὃ διασαφητικόν ἐστι τοῦ ὑποδραμεῖν. «ἐγχείη δ' ἂρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη», καθὰ καί τις ἔμψυχος, «χροὸς ἄμμεναι», ἢ δι' ἑνὸς ˉμ ἄμεναι, ἤτοι κορέσασθαι, «ἀνδρομέοιο. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλίσσετο γούνων, τῇ δ' ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει». (ῃ. 73-7) Καὶ λισσόμενος ἔφη «γουνοῦμαί σ', Ἀχιλλεῦ, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον· ἀντί τοι εἰμ' ἱκέταο, διοτρεφές, αἰδοίοιο· πὰρ γὰρ σοὶ πρώτῳ πασάμην ∆ημήτερος ἀκτὴν ἤματι τῷ, ὅτε μ' εἷλες ἐϋκτιμένῃ ἐν ἀλῳῇ». (ῃ. 78-9) Ἀναμιμνῄσκει δὲ καὶ, ὅπως ἐπέρασεν αὐτὸν ὁ Ἀχιλλεὺς εἰς ἠγαθέην Λῆμνον, καὶ ὅσου τιμήματος διεπράθη. φησὶ γὰρ «ἑκατόμβοιον δέ τοι ἦλφον». τοῦτο δὲ ποιεῖ, ὡς ἂν δελεάσῃ τοῖς ὕστερον δώροις, ἅπερ τριπλᾶ δώσειν φησί. (ῃ. 80) Λέγει γὰρ «νῦν δὲ λύμην τρὶς τόσσα πορών». (ῃ. 99 σθθ.) Ἐφ' οἷς πᾶσιν ἀκούσει παρ' Ἀχιλλέως· μή μοι ἄποινα λέγε, καὶ τὰ ἑξῆς. Ὅρα δὲ καὶ ὅπως τὰ κατὰ τὸν Λυκάονα γραφικῶς ὁ ποιητὴς ἐξέθετο. ἔστι γὰρ κατὰ νοῦν διαζωγραφῆσαι Ἀχιλλέα μὲν ἑστῶτα καὶ σὺν θαύματι ἀπορούμενον, τὸν δὲ Λυκάονα ἐλεεινὸν ὑποδραμόντα καὶ τῆς ἀψαύστου μελίας ἁπτομένον καὶ ποιοῦντα, ὅσα εἰκός, τοὺς ἱκετεύοντας. Καὶ σημείωσαι ὅπως ἔστιν οὗ διὰ πιθανότητα καὶ ἀστοχοῦντα τὸν Ἀχιλλέα ἐν ταῖς βολαῖς ποιεῖ, ὡς νῦν τε πάσχει καὶ μετ' ὀλίγα ἐπὶ τοῦ Ἀστεροπαίου πείσεται. ἐν τούτοις εἰ καὶ ὁ Ἀχιλλεὺς δυστυχεῖ, ἀλλ' ἡ τοῦ Ὁμήρου διαφαίνεται ἀρετή, θαυμαστά τινα, ὡς εἰκός, διατιθεμένου καὶ πρὸς πιθανότητα πλάττοντος. (ῃ. 65 ς.) Τὸ δὲ «περὶ δ' ἤθελε θυμῷ ἐκφυγεῖν θάνατον» ἀφελῶς πρόσκειται, οὐ μὴν ἀναγκαίως. τί γὰρ ἐχρῆν προσθεῖναι τὸ κοινῶς θελητὸν ἀνθρώποις ἅπασιν, εἰ μή τι γε πρὸς διαστολὴν τῶν ἐθελοκακούντων. θάνατος δὲ κακός, τὸ κοινόν, καὶ κὴρ μέλαινα, τὸ ποιητικόν, ταὐτὰ ὄντα, κεῖται