καὶ ἔδουπον καὶ ἔκτυπον, δηλοῖ δὲ τὸ εὗρον, ἤγουν ὡς εὕρημά τι καὶ ἕρμαιον προσήγαγον. ἕρμαιον γάρ τι τοῖς στρατιώταις τὸ ἐκ τῶν αἰχμαλώτων κέρδος. Σημείωσαι δὲ ὅτι τε παρόμοιόν ἐστι τὸ «ἑκατόμβοιον ἦλφον» συνθέτῳ τῷ ἀλφεσίβοιαι-, γυναῖκες γὰρ ἀλφεσίβοιαι, ὅσαι εἰς προῖκα βόας ἦλφον-, καὶ ὡς, εἰ καὶ ἁρμόττει γυναιξί τε καὶ ἀνδράσι τὸ ῥηθὲν ἀλφεῖν, ὅμως οὐκ ἂν ῥηθεῖεν κατ' αὐτὸ ἀλφησταὶ οἱ τοιοῦτοι, ἀλλὰ κατὰ τὸ κοινόν. κυρίως γὰρ ἀλφησταὶ πάντες ἄνθρωποι διὰ τὴν περὶ τὰ πρακτέα εὑρετικὴν μέθοδον καὶ τὴν κατὰ τέχνας καὶ ἐπιστήμας εὕρεσιν, ἀφ' ἧς, εἴπερ ἐξῆν τολμῆσαι, ἀλφεσιτέχνους εἶχεν ἄν τις ποιητικώτερον εἰπεῖν αὐτούς. [Σημειωτέον δὲ ἐνταῦθα ὅτι, ὥσπερ παρὰ τὸν βοῦν Ἀλφεσίβοια καὶ Εὔβοια καὶ παρὰ τὰ μῆλα Φιλομήλα καὶ Πολυμήλη, κύρια ὀνόματα, οὕτω καὶ παρὰ τὸν ἵππον οὐ μόνον ἡ Εὐΐππη συνθέτως, ἀλλὰ καὶ κατὰ μόνας Ἵππη, ἑταίρας ὄνομα, ἥτις ἐραστήν, φασί, σχοῦσα Θεόδοτον τὸν ἐπὶ τοῦ βασιλικοῦ χόρτου, καὶ ὀψὲ ὥρας εἰσελθοῦσα ἐπὶ κώθωνα, ἤγουν συμπόσιον, πρὸς Πτολεμαῖον τὸν βασιλέα ἔφη· Πτολεμαῖε, ἐγχεέτω τίς μοι κοτύλας τέσσαρας, εἶτα εἰς τὴν μεγάλην. καὶ ὁ βασιλεὺς ἔφη· εἰς τὴν λεκάνην οὖν· δοκεῖς γάρ μοι πολὺν Ἵππη πάνυ χόρτον καταβεβρωκέναι, σκώπτων ὁ βασιλεὺς εἰς τὸ μεθύειν τὴν ἵππῳ παρώνυμον ἐκ διαπράσεως χόρτου ἢ ἐξ αἰτίας Θεοδότου τοῦ ἐπὶ τοῦ βασιλικοῦ χόρτου, ὃς δὴ χόρτος ἵππον κορεννὺς προκαλεῖται πίνειν πολύ. δῆλον δ' ὅτι ὥσπερ Ἵππη ἐκ τοῦ ἵππος, οὕτω καὶ Ἵππων, κύριον, ὁ ἄθεος, καὶ ὥσπερ ἐκ τοῦ 4.462 βοῦς Εὔβοια κύριον, ᾗ ὁμώνυμος ἡ χώρα, οὕτω καὶ Εὔβοιος, κύριον, παρῳδεῖν καὶ οὕτω παίζειν λόγιος, φασί, καὶ ἀμφιδέξιος, ὃς πολλὰ εἰσάγων ἐν τοῖς αὑτοῦ χαρίεντα ἔφη καὶ περὶ στασιασμοῦ τοῦ ἐν βαλανείοις τὸ «βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι».] (ῃ. 80) Τὸ δὲ «λύμην» δηλοῖ μὲν τὸ λυθείην, λύτρα δοὺς δηλαδή. καὶ ἔστιν εὐκτικὸν κατὰ τοὺς παλαιούς, ὀφεῖλον τῇ ˉυˉι διφθόγγῳ παραλήγεσθαι. συστέλλει δὲ τὸ ˉυ, μονόφθογγον γεγονὸς διὰ μέτρον, οἷα μηδὲ δυνάμενον διὰ διφθόγγου γράφεσθαι. οὐδέποτε γὰρ ἡ διὰ τοῦ ˉυ καὶ ˉι δίφθογγος ὀπίσω συμφώνου πίπτει κατὰ τὴν παλαιὰν παρατήρησιν. δύναται δὲ καὶ παθητικὸς ὁριστικὸς παρατατικὸς εἶναι ἀπὸ τοῦ λῦμι ῥήματος, ἵνα εἴη καὶ νῦν χρόνος ἀντὶ χρόνου, παρῳχημένος δηλαδὴ ἀντὶ μέλλοντος τοῦ λυθήσομαι. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς κατὰ τὸν Λυκάονα ἔδειξεν ὁ ποιητής, ὅτι, ὡς εἰκός, χρήματα οἱ Ἀχαιοὶ ἄλλοθέν τε ἐπορίζοντο καὶ ἀπὸ τοῦ τοὺς αἰχμαλώτους πωλεῖν. Ἀχιλλεὺς οὖν καὶ ἐκ τῆς τῶν ζώντων διαπεράσεως, ἤτοι, ὡς προγέγραπται, πράσεως, πολλὰ ἔσχεν. ἐρεῖ γὰρ μετ' ὀλίγα, ὅτι πολλοὺς τῶν Τρώων ζωοὺς ἕλον ἠδ' ἐπέρασα. ὅπερ καὶ ὁ Χρύσης εἰδὼς ἦλθε φθάσας εἰς τὸ ναύσταθμον, τὴν θυγατέρα λυσόμενος. εἰ δέ τι καὶ ἐκ τῶν νεκρῶν αἰχμαλώτων ἐκέρδαινον, ὁ νεκροπέρνας δηλώσει Ἀχιλλεύς. (ῃ. 64-6) Ἰστέον δὲ ὅτι φιλοψύχου ἤθους τὸ «ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς» καὶ ἑξῆς ἕως τοῦ «καὶ κῆρα μέλαιναν», ὡς προγέγραπται. (ῃ. 74) Ἱκετικὸν δὲ τὸ «γουνοῦμαί σε, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον». (ῃ. 80-3) Ἔτι ἰστέον καί, ὅτι ὁ ῥηθεὶς Λυκάων μετὰ τὰ εἰρημένα ἐκθέμενος γοργῶς καὶ αὐτὸς τὸ «ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη, ὅτ' ἐς Ἴλιον ἦλθον πολλὰ παθών», ἐπάγει «νῦν αὖ με τεῇς», ἤγουν σαῖς, «ἐν χερσὶν ἔθηκε μοῖρ' ὀλοή». καὶ ὅρα ὡς καὶ ἐνταῦθα ἰσοδυναμοῦσιν ἀλλήλοις τὸ τιθέναι καὶ τὸ βάλλειν. εἰπὼν γοῦν Ὅμηρος τὸ «νῦν δέ με σαῖς ἐν χερσὶν ἔθηκε μοῖρα», μετ' 4.463 ὀλίγα φησίν, «ὃν θεὸς ἐμαῖς ἐν χερσὶ βάλῃ. ἔφη δὲ καὶ πρὸ ὀλίγου «χερσὶν 4.463 Ἀχιλλέως θεὸς ἔμβαλε». τοῦτο δὲ ἰσοδύναμον τῷ «Ζεύς με σοὶ αὖτις ἔδωκεν», ὃ μετ' ὀλίγα εἰρήσεται, δι' οὗ δηλοῦται, ὅτι δῶρον θεόθεν τοῖς ἀριστεῦσιν οἱ αἰχμάλωτοι. (ῃ. 83-5) Εἶτα κεῖται ῥητὸν ὃ πᾶς ἂν ἐρεῖ καταγινώσκων ἑαυτοῦ θεομηνίας, ἐφ' οἷς ἐχθρῷ δὶς παρεδόθη, παρῳδήσας τὸν ∆ία εἰς θεόν. καὶ ἔστι τοιοῦτον «μέλλω που ἀπέχθεσθαι θεῷ πατρί, ὅς με σοὶ αὖτις ἔδωκε. μινυνθάδιον δέ με μήτηρ γείνατο». Λυκάων δὲ καὶ ταῦτα πρὸς Ἀχιλλέα φησίν. Ἰστέον δὲ ὅτι αὐτὸς ὁ Λυκάων ὄλεθρον ἑαυτοῦ καταψηφίζεται, εἴπερ ἀπέχθεται θεῷ, κατὰ τὸν ἐν