Ὀδυσσείᾳ λόγον, ἔνθα ὁ Αἴολος «ἔρρ' ἐκ νήσου» λέγει τῷ Ὀδυσσεῖ, «οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν ἄνδρα, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσι», καὶ πάλιν «ἐπεὶ ἄρα θεοῖς ἀπεχθόμενος τόδ' ἱκάνεις». (ῃ. 84-8) Ἐπὶ δὲ τούτοις καὶ ἱστορίαν ὁ ποιητὴς γενεαλογικήν τε καὶ ἐθνικὴν παραπλέκων τοῖς κατὰ τὸν Λυκάονά φησιν «μήτηρ γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος». ὃν καὶ ἐπαναλαμβάνων ὡς ἄξιον λόγου διὰ Ἰωνικῆς γενικῆς φησιν «Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, Πήδασον αἰπήεσσαν», τὴν ἤδη ῥηθεῖσαν, «ἔχων ὑπὸ Σατνιόεντι. τοῦ δ' ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας», παλλακὰς δηλαδή. (ῃ. 89) Ταῦτα δὲ ὁ Λυκάων εἰπὼν ἐπάγει ὅτι «τῆσδε δύω γενόμεσθα, σὺ δέ», ὁ Ἀχιλλεὺς δηλαδή, «ἄμφω δειροτομήσεις». λέγει δὲ ἑαυτὸν καὶ τὸν πρὸ ὀλίγου μνημονευθέντα Πολύδωρον. (ῃ. 90-2) Εἶτα εἰδώς, ὡς τὸ «δειροτομήσεις», μέλλοντος ὂν χρόνου, τῷ μὲν Λυκάονι προσαρμόσει, τῷ δὲ Πολυδώρῳ οὔ, ἐκεῖνος γὰρ ἤδη προῴχετο, καὶ διορθούμενος τὸ συγχεθὲν ἀπὸ σχεδιασμοῦ φησιν «ἤτοι τὸν», ἤγουν τοῦτον δή, «πρώτοισι μετὰ πρυλέεσσιν», ἤγουν πεζοῖς, ὡς προέγνωσται, «δάμασσας, ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί. νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται», ὅ ἐστιν ἴσως δειροτομηθήσομαι μόνος ἐγώ, εἰ καὶ ἀνωτέρω ἔφην «ἄμφω δειροτομήσεις». Καὶ ὅρα τὸ «βάλες ὀξέϊ δουρί», δι' οὗ ἐνδείκνυται ὁ Λυκάων, ὡς καὶ ἄλλως ἔσφαλται τὸ «ἄμφω δειροτομήσεις». ἀμφοῖν γὰρ τούτοιν ὁ ἕτερος ὁ Πολύδωρος οὐκ ἐδειροτομήθη, 4.464 ἀλλὰ δουρὶ βληθεὶς ᾤχετο, καθὰ ἱστόρηται. (ῃ. 95) Ἐπὶ δὲ τούτοις ὁ Λυκάων εἰς δυσωπίαν προβάλλεται αὐτό, τὸ Λαοθόης εἶναι υἱὸς καὶ μὴ τῆς Ἑκάβης, καί φησι «μή με κτεῖνε, ἐπεὶ οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι», ὡς καὶ λυπηθῆναι δηλαδὴ ἂν ἐκεῖνον ἐπ' ἐμοὶ διὰ τὸ ὁμογάστριον, οἷα τῶν τοιούτων κασιγνήτων μάλιστα φιλουμένων τοῖς ἀδελφοῖς, ὡς προδεδήλωται. οὔκουν τὸν ἀμφιμήτριον Ἕκτορα, τὸν τοῦ Πατρόκλου αὐτόχειρα, ὁ ἐμὸς λυπήσει θάνατος, ἀλλ' ἐκεῖνος μὲν ὀφειλέτης ἐστὶ ποινῆς, ἐμοὶ δὲ μᾶλλον εἰς δίκην ἀρκεῖ, ὅτι τὸν ὁμογάστριον ἀνεῖλες Πολύδωρον. (ῃ. 96) Ἐπὶ τούτοις δὲ καὶ τὸν Πάτροκλον ἐπαινεῖ κολακεύων τὸν Ἀχιλλέα, εἰπών «ὅς τοι», ἤγουν ὁ Ἕκτωρ, «ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε». ἔνθα καὶ τὸν Ἀχιλλέα συνεπαινεῖν δοκεῖ ὡς τοιοῦτον ὄντα, εἴπερ ὁ φίλος ἄλλος αὐτός. καὶ οὕτω μὲν ὁ Λυκάων τὸν Ἀχιλλέα ἐθέλει μειλίσσεσθαι λισσόμενος ἐπέεσσιν. (ῃ. 98-105) «ἀμείλικτον δ' ὄπ' ἄκουσε. νήπιε, μή μοι» ταῦτα, ἢ μή μοι «ἄποινα πιφαύσκεο μηδ' ἀγόρευε. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ, τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασα», ὡς καὶ προεγράφη, «νῦν δ' οὐκ ἔσθ' ὅς κεν θάνατον φύγῃ, ὅν κε θεός γε Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι, καὶ πάντων» ἢ «συμπάντων Τρώων· πέρι δ' αὖ Πριάμοιό γε παίδων». (ῃ. 106-13) Εἶτα γλυκέως πάνυ κατὰ ἀφέλειαν καὶ ἐνδιαθέτως καὶ λαμπρῶς φησιν «ἀλλά, φίλος, θάνε καὶ σύ. τίη δ' ὀλοφύρεαι αὕτως; κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων. οὐχ' ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε; πατρὸς δ' εἶμ' ἐξ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ, ἀλλ' ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιὴ ἔσσεται ἢ ἠὼς ἢ δείλη», κατὰ δέ τινας δείλης, «ἢ μέσον ἦμαρ, ὁππότε τις καὶ ἐμεῖο Ἄρει ἐκ θυμὸν ἕληται ἢ ὅ γε δουρὶ βαλὼν ἢ 4.465 ἀπὸ νευρῆφιν ὀϊστῷ». Καὶ ὅρα ὅπως συντόμως τὸν τοῦ Ἀχιλλέως ὁ ποιητὴς καὶ ἄρτι προαναφωνεῖ θάνατον. καὶ νῦν μὲν λοξῶς οὕτω κατὰ τὸ ἀμφίβολον τοῦ ἐνδοιασμοῦ, καθὰ καὶ πρὸ μικροῦ, ὅτε ὁ Ξάνθος ἵππος ἐλάλησε, προϊὼν δὲ σαφῶς ἐρεῖ τὸ ἀληθές. (ῃ. 85 ς.) Ὅρα δὲ ἐν τοῖς ἀνωτέρω γεγραμμένοις καὶ τὴν ἐπανάληψιν τοῦ Ἄλτου κατὰ διττήν, ὡς παρεσημάνθη, διάλεκτον. τὸ μὲν γὰρ Ἄλταο γέροντος Αἰολικόν, οὕτω δεῆσαν τῷ μέτρῳ, τὸ δὲ Ἄλτεω Ἰωνικὸνκατὰ μετρικὴν καὶ αὐτὸ χρείαν. (ῃ. 86) Περὶ δὲ Λελέγων, εἰ καὶ ἔφθασε ῥηθῆναι, ὥσπερ δὴ καὶ περὶ Πηδάσου καὶ Σατνιόεντος, ἀλλ' οὐ περιττὸν καὶ νῦν ἔσται εἰπεῖν τοσοῦτον, ὡς εἰ μὴ Πήδασον ἄρτι λέγει τὴν τῶν Καρῶν ἤτοι Λελέγων πόλιν, ἣν καὶ οὐδετέρως