λέγουσι τὰ Πήδασα καὶ μετὰ τοῦ ˉγ δὲ τὰ Πήγασα, νοηθείη δὲ Πήδασος Τρωϊκὴ πόλις, ἣν, ὡς προερρέθη, ὁ Ἀχιλλεὺς ἐπόρθησεν, οὐδὲ οἱ Λέλεγες ἄρα οὗτοι ἔθνος Καρικόν, ἀλλὰ Τρωϊκόν, καὶ ὅτι πλάνητες τὸ ἔθνος οἱ Λέλεγες. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι Λέλεγες καὶ Καύκωνες ἄνθρωποι πλάνητες, καθὰ καὶ Πελασγοί, καὶ ὅτι τοὺς Λέλεγας ἐν τῷ Καταλόγῳ παραλέλοιπεν ὁ ποιητής, οὐχ' ἱκανὸν ἡγούμενος τὸ σύστημα ὡς εἰς Κατάλογον τάττεσθαι, ἢ καὶ ὑπὸ τῷ Ἕκτορι τούτους καταλέγων ὡς ὄντας Λυκίους, ἐκ τῆς ὑπὸ τῷ Πριάμῳ δηλαδὴ Τρωϊκῆς Λυκίας. ὁ γὰρ Πριαμίδης Λυκάων Λαοθόης εἶναι λέγει θυγατρὸς Ἄλτεω, ὃς Λελέγεσσιν ἀνάσσει. οὕτω δέ, φησί, καὶ τοὺς ὑπὸ τῷ Φοίνικι ∆όλοπας ἐσίγησεν, ὡς μετὰ τῶν Μυρμιδόνων ὄντας, ὁμοίως καὶ τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ Ἀκαρνᾶνας. λέγει δὲ καὶ ὅτι γράφουσί τινες Πήδασον ὑποσατνιόεντα, ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως. οὐδὲν δέ, φησίν, ὄρος ἐστὶν οὕτω καλούμενον, ἀλλὰ ποταμός, ὃν ὀνομάζει ὁ 4.466 ποιητής. ἦν δὲ καὶ πόλις. ἠρημώθη δέ. (ῃ. 88) Τὸ δὲ «πολλὰς δὲ καὶ ἄλλας» πολυγύνην εἶναι τὸν Πρίαμον δηλοῖ, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανήσεται. ἐμφαίνει δ' ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ «πολλὰς ἄλλας», ὡς, εἴπερ ἤθελε, πολλὰς καὶ ἄλλας εὐμεθόδως ἱστορίας εἶχε νῦν παρεμβαλεῖν τῇ ποιήσει ἐξ ἀφορμῆς τῶν τοιούτων πολλῶν γυναικῶν. ἐλλειπτικῶς δὲ εἴρηται τὸ «πολλὰς καὶ ἄλλας». οὐ γὰρ θυγατέρας Ἄλτεω καὶ ταύτας, ἀλλὰ ἑτέρων τινῶν. (ῃ. 89) Τὸ δὲ «ἄμφω δειροτομήσεις» συγχεθεὶς ὁ Λυκάων φησί. τὸν μὲν γὰρ ἀδελφὸν Πολύδωρον οἶδεν, ὡς πρὸ ὀλίγων ἐδηλώθη, μαθὼν μὴ δειροτομηθέντα, ἑαυτὸν δέ, ὃ πείσεται, ἀγνοεῖ. (ῃ. 99) Πιφαύσκεσθαι δὲ ἐν μὲν τοῖς ἑξῆς τὸ φαίνειν καὶ ἐνδείκνυσθαι, οἷον «πιφαύσκεο φλόγα πολλήν». καὶ γίνεται ἐκ τοῦ φάω, τὸ λάμπω, φάσκω, καὶ ἀναδιπλασιασμῷ καὶ πλεονασμῷ τοῦ ˉυ πιφαύσκω. ἐνταῦθα δὲ ἡ τοιαύτη λέξις τὸ φάσκειν, ὅ ἐστι λέγειν, δηλοῖ. διὸ «πιφαύσκεο» εἰπὼν ἐπάγει ἑρμηνευτικῶς πρὸς διαστολὴν ὁμωνυμίας τὸ «μηδ' ἀγόρευε», ἵνα ἐκ παραλλήλου ταὐτὰ εἶεν τὸ «πιφαύσκεο» καὶ τὸ «ἀγόρευε». ἐξαθερίζει δὲ τὴν τοιαύτην λέξιν ἡ πεζογραφία. (ῃ. 100) Τὸ δὲ «Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ» ἀμφιβολίας ἐστὶ σχῆμα. ἢ γὰρ ὁ Πάτροκλος λέγεται ἐπισπεῖν τὴν αἴσιμον ἡμέραν, ἢ ἡ αἴσιμος ἡμέρα τὸν Πάτροκλον. (ῃ. 101) Τὸ δὲ πεφιδέσθαι Ἰωνικός ἐστι μέσος δεύτερος ἀόριστος. (ῃ. 104) Τὸ δὲ «Ἰλίου προπάροιθεν» ἀπορίαν λύει τὴν διὰ τί ἐν τοῖς ὕστερον φείδεται οὐ Τρωὸς ἁπλῶς, ἀλλὰ τοῦ τῶν Τρώων βασιλέως Πριάμου ὁ Ἀχιλλεύς. καὶ ἔχει μὲν ἐκεῖνο λύσιν, ὡς αἰδεῖται τὸν γέροντα οἷα κυρίως ἱκέτην καὶ ὁμωρόφιον. λύεται δὲ καὶ ἐκ τῶν ἐνθάδε. οὐ γὰρ κρίνει ἁπλῶς μὴ πεφιδέσθαι μηδενὸς τῶν Τρώων, ἀλλὰ μόνων τῶν ἐμπεσουμένων εἰς χεῖρας αὐτῷ νῦν Ἰλίου προπάροιθε. Τὸ δὲ «ἐμαῖς ἐν χερσίν» ἀκρίβειάν τινα καὶ αὐτὸ ἔχει. φείσεται μὲν γάρ τινος, εἴπερ ἑτέρου τυχὸν ἐμπεσεῖται χερσίν, αὐτὸς δὲ ἑλὼν οὐκ ἂν φείσαιτο. Τὸ δὲ «ἐν χερσὶ βάλῃ», περὶ οὗ καὶ προεγράφη, ὅμοιόν ἐστι τῷ χερσὶ πελάσαι, ὅπερ ἀνωτέρω κεῖται. (ῃ. 105) Τὸ δὲ «καὶ πάντων Τρώων» καὶ προϊὼν οὕτω λέγειν φιλεῖ ἐν τῷ «πάντες τίσετε φόνον». Τὸ δὲ «πέρι δ' αὖ Πριάμοιο παίδων» δριμέως ἀντιφέρεται πρὸς τὸ «οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι». μονονουχὶ γάρ φησιν, ὡς Ἑκάβης μὲν οὐκ ἐγένου, ἔχεις δὲ πατέρα τὸν Πρίαμον, οὗπερ ἕνεκεν 4.467 τεθνήξῃ. καὶ τοῦτο ἦν αἴτιον τοῦ νήπιον ὑπ' Ἀχιλλέως κληθῆναι τὸν Λυκάονα, οἷα μὴ νοήσαντα, ὡς οὐ τοσοῦτον ἐκ τῆς μὴ γεννησαμένης Ἑκάβης ὠφελεῖται εἰς ἔλεον, ὅσον βλάπτεται ὑπὸ τοῦ σπείραντος πατρός, οὗ τῶν παίδων μὴ πεφιδέσθαι ἄραρεν. Ὅρα δὲ καὶ ὡς ἐν τῷ «πέρι δ' αὖ» φανερῶς ἡ ˉπˉεˉρˉι πρόθεσις ἐπίτασιν δηλοῖ, κειμένη ἀντὶ τοῦ περισσῶς, καὶ οὐ νοουμένη μόνον, ἀλλὰ καὶ λεγομένη αὐτὴ καθ' αὑτήν, καὶ οὐχ' ὡς ἐν τῷ «πέρι μὲν βουλῇ ∆αναῶν», καὶ «πέρι δ' ἐστὲ μάχεσθαι», καὶ τοῖς τοιούτοις. [Ἰστέον δὲ ὅτι αἱ παλαιαὶ μὲν ἐπιτάσεις οἷον τὸ ˉπˉεˉρˉι, τὸ ˉἀˉρˉι, τὸ ˉἐˉρˉι, τὸ ˉδˉα, τὸ ˉζˉα, τὸ ˉβˉοˉυ, καὶ ἄλλα ὅσα ἰδίᾳ μὲν νοητά, οὐ μὴν καὶ ἰδίᾳ ῥητά, ἔτι δὲ καὶ τὸ λίαν, πάνυ, ἄγαν καὶ τὰ λοιπά, ὅσα ἰδίᾳ καὶ νοοῦνται καὶ