τῷ πέτεσθαι οὕτως ἁπλούντων τὰς πτέρυγας. (ῃ. 114 ς.) Ἰστέον δὲ καὶ ὡς ἀπογνόντος ἴδιον τὸ «τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὃ δ' 4.470 ἕζετο χεῖρε», ὡς ἐρρέθη, «πετάσας». (ῃ. 117-9) Ὅτι πληγὴν θανάσιμον ἐκφράζων φησὶ «τύψε κατὰ κληῗδα παρ' αὐχένα πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες, ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ κεῖτο ταθείς, ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν». Λυκάων δ' ὑπ' Ἀχιλλέως οὕτω πάσχει. (ῃ. 122) Ὅτι τοῖς πίπτουσι παρὰ τῷ ποιητῇ τοιαῦτά τινα ἐπιλέγονται «ἐνταυθοῖ νῦν κεῖσο», καὶ «ἐρρέτω» καὶ «φθείρεσθε» καὶ, «κεῖσο οὕτως». (ῃ. 123 ς.) ∆υστυχίαν δὲ νεκροῦ δηλοῖ τὸ «οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται». Ὅτι ἐν ἀρχῇ μὲν ὁ νεοσφαγὴς ῥιφεὶς εἰς ὕδωρ κάτω δύνει διὰ στερρότητα σώματος, ἰσχυρότερος ὢν τοῦ ὕδατος, μετὰ δὲ ἡμέρας πληρούμενος ὑγροῦ καὶ φυσώμενος μετεωρίζεται βάρει τοῦ φέροντος ἐλαττούμενος. (ῃ. 1-7) Καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν τοῖς τοῦ Λυκάονος, ὡς παρασημειοῦνται οἱ παλαιοί, λέγων ὅτι Ἀχιλλεὺς τὸν Λυκάονα λαβὼν ἐκ ποδὸς εἰς ποταμὸν ἀφῆκε φέρεσθαι καὶ ἐπευχόμενος ἄλλα τε εἶπεν, ἐν οἷς καί, ὡς οὐ κλαυσεῖται αὐτὸν ἡ μήτηρ, καθὰ προσεχῶς ἐγράφη, ἀλλὰ Σκάμανδρος οἴσει ἐς θάλασσαν, καὶ ὅτι «κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς αἷμ' ἀπολιχμήσονται ἀκηδέες», ὅ ἐστιν ἀφρόντιδες, ἄφοβοι, καὶ ὅτι «θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαλύξει ἰχθύς», ἢ «ὑπαΐξει», τουτέστιν, ἐκ τῆς ἄνω μελαίνης φρικός, ἤγουν κυματώδους ἀνατάσεως, συγκαταδύσεται τῷ Λυκάονι κάτω, ὑπαΐξας ἢ ὑπαλύξας, τουτέστιν ἀφεὶς καὶ ἐκφυγών, τὴν ἐπιπολάζουσαν φρῖκα. (ῃ. 127) ∆ιὰ τί δὲ οὕτω καταδύσεται ὁ τοιοῦτος ἰχθύς; «ὥς κεν», ἤγουν ὅπως, «φάγῃσι, φησί, «Λυκάονος ἀργέτα δημόν». καὶ οὕτω 4.471 δηλαδὴ πιανθήσεται. ἔνια δέ γε τῶν ἀντιγράφων τὸ «ὥς κε» διὰ τοῦ ˉο μικροῦ γράφουσιν ἀκολούθως τῷ «θρῴσκων ἰχθύς». Ἰστέον δὲ ὅτι τινὲς οὔτε καταδῦντα τὸν Λυκάονα ἐνταῦθα, ὅ ἐστι βυθισθέντα, σκεπτόμενοι, ἀλλ' ἄνω ὕστερον ὑποτιθέμενοι γεγονότα καὶ ἐπιπολάσαντα, καὶ τῇ γραφῇ δὲ τοῦ «ὑπαλύξει» ἀρεσκόμενοι, φασίν, ὅτι νῦν μὲν κάτω δύσεται ῥιφείς, μετὰ δέ τινας ἡμέρας ἀναπλεύσαντος τοῦ νεκροῦ τάχα ἄν τις λιπανθεὶς ἰχθύς, ὃς φάγῃ τὸν αὐτοῦ δημόν, ὑπαλύξει, τουτέστιν ἐκφεύξεται, διὰ τὴν ἐκ τῆς λιπάνσεως θερμότητα τὸ θανατηφόρον ψῦχος, ὡς φρικός, φησί, λεγομένου τοῦ ψύχους, ὅπερ οὐκ ἔστιν Ὁμηρικόν. ἄλλοι δὲ «ὑπαΐξει» γράφοντες λέγουσιν ὅτι τοῦ νεκροῦ ὁμοίως ἀναδύντος, ὅ ἐστι μεθ' ἡμέρας τινὰς ἄνω κουφισθέντος, ἰχθύς τις ὑπαΐξει, τουτέστιν ὑποδραμεῖται, τὴν φρῖκα τοῦ ὕδατος, ἤτοι τὴν ἐπιφάνειαν, ἧς ἄνω κεῖται ὁ νεκρός, ὃς ἰχθὺς καὶ φάγῃ τὸν τοῦ νεκροῦ δημόν. Καὶ ὅρα ἐν τοῖς ῥηθεῖσιν ἀμφιβόλους τε ἐννοίας, καὶ ὅπως ὁ Ἀχιλλεὺς σκώπτει μετὰ βαρύτητος. εἰσὶ γὰρ καὶ τὰ χωρία ταῦτα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων ἕτερα διάφορα, κεκραμένα γλυκύτητι καὶ βαρύτητι. [Ἰστέον δὲ ὅτι σχεδιάζων ὁ Ἀχιλλεὺς ἔφη τὸ «θρῴσκων κατὰ κῦμα ἰχθύς». ἄλλως γὰρ καὶ ἐν ἀκυμάντῳ γαλήνῃ ἀναθρῴσκων τοῦ βάθους καὶ τῆς ἐπιπολῆς γινόμενος, εἶτα ὑποτρέχων τὴν πιμελὴν τοῦ Λυκάονος, λαφύξει αὐτὴν ἐπιτρέχουσαν, ὡς εἰκός, τῷ ὕδατι διὰ τὸ τοῦ δημοῦ ἐπιπολαστικόν, ὃ δὴ καὶ τὰ ἐλαιώδη ἐφ' ὕδατος πάσχουσιν. ὅτι δὲ οὕτω 4.472 πολλάκις οἱ ἰχθύες ποιοῦσι βοσκόμενοι, δηλοῦσι καὶ οἱ ἐκ τῶν θαλαττίων ἀφρῶν διοικονομούμενοι ἐν τῷ ὑποτρέχειν αὐτούς, καὶ οἱ ἐκ τῶν ἐπιπλεόντων βρύων ἀποζῶντες ὁμοίως ἰχθύες καὶ ὁ Στρυμὼν δέ, θέρους πράσιόν τι πάχος ἐπιπολάζον πάνυ πολὺ φέρων διηνεκῶς ἐπιτρέχον, τρέφει δι' αὐτοῦ τὰ ἰχθύδια τῆς τοῦ ὕδατος ἐπιφανείας γινόμενα καὶ ἀπολιχμώμενα τὸ ἐπανθοῦν χλοερόν, ὅπερ ὁ τοῦ παντὸς κηδεμὼν εἴτε χλόην ἀναλύων εἴτε καὶ ἄλλως ποιῶν ἐφαπλοῖ τῷ ποταμίῳ ὕδατι ἕως καὶ εἰς ἡμέρας ψυχεινάς, ὡς παρατετήρηται. Ὅτι δὲ ἡδὺ κρέας βρότειον ἰχθύσι, δηλοῖ καὶ ὁ παρὰ τῷ ∆ειπνοσοφιστῇ Ἀρχέστρατος, εἰπών· ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ.] (ῃ. 123) Τῶν δ' ἐν τοῖς ῥηθεῖσι λέξεων τὸ μὲν «ἀπολιχμήσονται» διὰ μόνου διχρόνου τοῦ ˉι ἔχει τὴν ἄρχουσαν διὰ τὸ δύο σύμφωνα ἐπάγεσθαι, εἰ καὶ