καὶ εὐοιώνιστα παρὰ τοῖς παλαιοῖς τὰ δεξιὰ ἐκρίνοντο, οὐ τοιαῦτα δὲ τὰ λαιά, ἔκ τε τῶν οἰωνοσκοπιῶν δῆλον, καὶ ἐκ τῶν ἐξ ἀριστερᾶς πταρμῶν, καθ' ὧν οὐκ εὐεμφάτως ἡ Κωμῳδία ἔπαιξεν. ἀκολούθως οὖν ψέγεται καὶ τὸ ἀμφαρίστερον καὶ τὸ ἐπαρίστερον. φέρεται δὲ καὶ παρῳδία σύμφωνος τούτοις παλαιά, τὸ «οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι».] (ῃ. 144-7) Ἰστέον δὲ ὅτι ἐν μέσῳ τῶν εἰρημένων κεῖται καὶ ὅτι Ἀχιλλεὺς μὲν ἐπόρουσεν, Ἀστεροπαῖος δὲ «ἀντίος ἐκ ποταμοῦ ἔστη, ἔχων», οἷα, ὡς ἐρρέθη, περιδέξιος, «δύο δοῦρε, μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος», ὁ τοῦ ποταμίου δηλαδὴ ταμίας ὕδατος, «ἐπεί», φησί, «κεχόλωτο δαϊκταμένων αἰζηῶν. τοὺς δ' Ἀχιλλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ' 4.477 ἐλέαιρεν». ὃ δὴ οἰκεῖον λέγειν ἐπὶ τῶν ὑγροῖς κτεινομένων. (ῃ. 161-3) Ὅτι καινὸν σχῆμα καὶ ἐνταῦθα κεῖται. εἰπὼν γὰρ ὁ ποιητής, ὅτι ἀπειλήσας Ἀχιλλεὺς τῷ εἰρημένῳ Ἀστεροπαίῳ «ἀνέσχετο Πηλιάδα μελίην», ἐπάγει «ὃ δ' ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦν», ὡς εἴρηται. καὶ ἔστιν ὁ λόγος οὐκ εὐσύντακτος. οὔτε γὰρ ἀκολούθως πρὸς τὸ μελίην, ὅπερ ἐστὶν αἰτιατικῆς πτώσεως, εἴρηται τὸ «δούρασιν», ὤφειλε γὰρ δόρατα εἰπεῖν, ἀλλ' οὐδὲ ῥῆμα κεῖται, ἵνα ἦν, ὅτι ὁ δὲ Ἀστεροπαῖος ὁμοῦ ὡς ἀμφιδέξιος δούρασιν ἔβαλεν ἢ ἠκόντισεν ἐξ ἀμφοτέρων τῶν χειρῶν. καινὸν οὖν τὸ σχῆμα διχῶς διὰ τὸ ἀνομοιόπτωτον καὶ διὰ τὴν τοῦ ῥήματος ἔλλειψιν, ἵνα τὸ καινὸν τοῦ προκειμένου πράγματος ἐξαγγελθείη καινῶς. τῷ ὄντι γὰρ οὐδείς πω τῷ Ἀχιλλεῖ οὕτω παρέσχε πράγματα ὡς ὁ Ἀστεροπαῖος οὗτος, ὃς οὐ μόνον ἔβαλεν, ὡς ῥηθήσεται, ἀλλὰ τῷ δόρατι τοῦ Ἀχιλλέως ἐπεβουλεύσατο, καθὰ καὶ αὐτὸ δηλωθήσεται. θρασύνεται δ' ἐς τοσοῦτον ὁ Παίων ἥρως ἀληθῶς μὲν διὰ τήν, ὡς ἐρρέθη, ἀπειρίαν, ἥτις ἔοικεν ἐπᾶραι εἰς θράσος αὐτόν, οὐ γὰρ ἔφθη τὸν Ἀχιλλέα εὖ μάλα γνῶναι οἷα ἑνδεκαταῖος ἐν Τροίᾳ διάγων. ὡς εἴγε αὐτοῦ ἐπειράσατο, συνεστάλη ἂν καὶ αὐτὸς ὁμοίως τῷ Λυκάονι καὶ τοῖς λοιποῖς. μυθικῶς δέ γε θρασὺ ὁ Ἀστεροπαῖος φρονεῖ διὰ τὸ βοηθεῖσθαι τῷ ποταμῷ Ξάνθῳ, εἰς ὃν ἔφυγεν ὡς οἷά τις αἰδοῖος ἱκέτης. (ῃ. 145-7) Φησὶ γὰρ ὁ ποιητὴς «μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος», οὐ μόνον ὡς ἱκέτῃ, ἀλλὰ καὶ ὡς κατὰ τοῦ Ἀχιλλέως κεχολωμένος αὐτός, διότι αἰζηοὺς Τρωϊκοὺς ἐδάϊζε κατὰ ῥόον. βοηθεῖ δὲ καὶ ἄλλως ὁ ποταμὸς Ξάνθος τῷ ἥρωϊ, ὡς ἐκ ποταμοῦ τοῦ Ἀξίου τὸ γένος κατάγοντι. (ῃ. 162) Τὸ δὲ ἁμαρτῇ, ὃ σημαίνει τὸ ἅμα καὶ ὁμοῦ, Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, καὶ οὐ προσγράφει τὸ ˉι. ἐλέγχει δέ, φασίν, αὐτὸν ἡ παράδοσις, περισπῶσά τε αὐτὸ καὶ σὺν τῷ ˉι γράφουσα τῷ χαρακτῆρι τῶν εἰς ˉτˉη ἐπιρρημάτων. (ῃ. 164-7) Ὅτι Ἀστεροπαῖος ἐναντίος, ὡς ἐρρέθη, ἐκ ποταμοῦ στὰς τῷ Ἀχιλλεῖ καὶ ἁμαρτῇ, ὡς περιδέξιος, δύο ἐπαφεὶς δόρατα, «ἑτέρῳ μὲν δουρὶ σάκος ἔβαλεν, οὐδὲ διαπρὸ 4.478 ῥῆξε σάκος», τοῦ χρυσοῦ κἀνταῦθα κωλύσαντος, ὡς καὶ πρὸ τούτου ἀλλαχοῦ, «τῷ δ' ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δ' αἷμα κελαινόν». Καὶ σημείωσαι ὅτι ὑπὸ τούτου μόνου Ἀχιλλεὺς βάλλεται. (ῃ. 166) ∆ηλοῖ δὲ τὸ ἐπιγράβδην τὸ ἐπιπολῆς, ὡς μόνον ἐπιγράψαι καὶ ξέσαι τὸν πῆχυν. τραχύτερον δὲ τοῦτο τοῦ ἐπιλίγδην, ὃ καὶ αὐτὸ ἐδήλου τὸ ὅσον ἐπιψαῦσαι, λείως ὀνοματοποιηθὲν ἀπὸ ἀρρήτου ῥήματος τοῦ λίζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ φανεῖται. ἡ δὲ τοιαύτη ὀνοματοποιΐα καὶ τὰ λίστρα, ὡς καὶ προηρμήνευται, ποιεῖ, ἅπερ εἰσὶ πτύα σεσιδηρωμένα ἤγουν ξυστῆρες. καὶ λιστρῶσαι δὲ ἀπ' αὐτῶν τὸ ξῦσαι καὶ ὁμαλίσαι. ὁ μέντοι λίγδος οὐκ ἐντεῦθεν γίνεται, ἀλλά ποθεν ἄλλοθεν. περὶ οὗ φασιν οἱ παλαιοὶ οὕτω. λίγδος· κονία, ἀλοιφή, καὶ λίγδοι χωνευτήρια, χοάναι, ἡ τῶν νομισμάτων διατύπωσις. φασὶ δὲ καὶ τρήματα τὸν λίγδον ἔχειν συνεχῆ τῷ δέλτα παραπλήσια, δι' ὧν χαλκὸς ἠθεῖται. (ῃ. 166) Πῆχυν δὲ εἰπὼν ἐπήγαγε τὸ χειρὸς πρὸς διαστολὴν ἑτέρων πήχεων. (ῃ. 167 ς.) Ἐνταῦθα δέ, εἴπερ ὤρθωται τὸ ἀντίγραφον, σχῆμα κεῖται καινόν. μετὰ γὰρ τὸ «σύτο», ἤγουν ἐξώρμησεν, «αἷμα κελαινεφές», τὸ καὶ ἐν ἄλλοις γραφέν, κεῖται τὸ «ἣ δ' ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι», ὃ δὴ καὶ αὐτὸ πολλαχοῦ