προρρηθείσας εἰς οὐρανὸν ἀνόδους τῆς Θέτιδος. εἰ γὰρ καὶ Νηρηῒς ἦν, ὅμως ἦν αὐτῇ μετὸν καὶ τῶν ἄνω μυθικῶς τε καὶ ἀλληγορικῶς, καθὰ καὶ ὁ περὶ τοῦ Αἰγαίωνος λόγος προεδήλωσε. (ῃ. 276 ς.) Τὸ δὲ «ἥ με», ἀνεμεσήτως δεδίσσευται ἐν τῷ «ἥ με ἔθελγε», καὶ «ἥ με ἔφατο». Θέλγειν δὲ οὐδὲ νῦν ἁπλῶς κατὰ τοὺς μεθ' Ὅμηρον τὸ εὐφραίνειν, ἀλλὰ τὸ ἀπατᾶν. ὅλως γὰρ εἰπεῖν, οὐκ ἔστι γλυκεῖα λέξις τὸ θέλγειν καὶ ἐπαινετή, ὡς πολλαχοῦ φαίνεται. καὶ δηλοῦσι τοῦτο καὶ οἱ Τελχῖνες, οὓς ὁ παλαιὸς λόγος οὐκ ἐπαινεῖ. (ῃ. 278) Λαιψηρὰ δὲ οὐ μόνον γούνατα καὶ πόδες, ἀλλ' ἰδοὺ καὶ βέλη, οἷς ἐπαληθεύεται τὸ λαιψηρὸν διὰ τὸ πτερόεν. [(ῃ. 280) Τοῦ δὲ «ἀγαθὸν μὲν ἔπεφν', ἀγαθὸς δέ κεν ἐξενάριξε» παραλάλημα εἴτε ἀποσκίασμά τι ἐν τοῖς ὕστερον παροιμιακὸν ἐκεῖνο τὸ «ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι», οὗπερ ἐλλειπτικῶς μέμνηται ὁ Κωμικός.] Σημείωσαι δὲ καὶ ὅτι ὁ καὶ πρὸ μικροῦ σεμνυνόμενος Ἀχιλλεὺς καὶ ἐλλαμπόμενος ὡς καλός τε μέγας ἐὼν καὶ θεογενής, καὶ ἐνταῦθα δὲ ἀγαθολογήσας ἑαυτόν, ὅμως διὰ τὸν κίνδυνον 4.502 ἐλεεινόν τε ἑαυτὸν ἀπεκάλεσε καὶ ἐποτνιάσατο σωθῆναι, καὶ εἰς πλέον δὲ πρὸς εὐτέλειαν ταπεινούμενος διὰ τὸ ἐν ποταμῷ εἰρχθῆναι ἀνθρώπῳ ἑαυτὸν παρεικάζει διὰ τὴν τοῦ πάθους ὁμοιότητα τήν τε ἡλικίαν ἡκίστῳ καὶ τὴν ἐπιτήδευσιν, συφορβῷ δηλονότι παιδὶ ἀποπνιγέντι ἐν χειμάρρῳ. τοῦτο γὰρ δηλοῖ, ὡς καὶ προερρέθη, ὁ ἔναυλος. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ἔναυλος χείμαρρος, στενὴ διῶρυξ ἢ καὶ ἄλλως ἔναυλος ὁ διὰ στενοῦ καὶ ἐπιμήκους τόπου ῥέων χείμαρρος, παρὰ τὸν αὐλόν, ὅς ἐστιν ἐπιμήκης παράτασις. ἀφ' οὗ καὶ ἡ αὖλαξ, καὶ ὁ μουσικὸς αὐλὸς καὶ οἱ τοπικοὶ αὐλῶνες, ὡς πολλαχοῦ φαίνεται. οἱ μέντοι μεθ' Ὅμηρον ἔναυλόν φασι καὶ τὸν ἔνδον τῆς αὐλῆς. ὅθεν καὶ λόγος ἔναυλος ἀκοῇ ὁ ἔτι ἐντὸς ὢν τῆς ἀκοῆς. [Αὐτὸ δὲ ἴσως καὶ παρὰ τὸν μουσικὸν αὐλὸν ἐρρέθη, ἵνα ᾖ λόγος ἔναυλος ὁ ἔτι καταυλῶν τὴν ἀκοήν. περὶ δὲ τοιούτου αὐλοῦ ἱκανῶς μέν τινα προεγράφησαν. ἰστέον δὲ καὶ νῦν, ὅτι τε ἀπὸ τοῦ αὐλοῦ καὶ συναυλία ἐκαλεῖτο, συμφωνίας ἀγὼν ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος, καὶ ὅτι Λίβυς ὁ αὐλὸς ἐκαλεῖτο παρὰ τοῖς ποιηταῖς, ἐπεὶ Λίβυς νομάς τις τὴν αὐλητικὴν πρῶτος εὗρε, καὶ ὅτι αὐλήσεων ὀνομασίαι, ὡς ὁ Ἀθήναιος ἐκτίθεται, κῶμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν, τὸ καὶ κρουσίθυρον, κνησμός, μόθων. μετ' ὀρχήσεως δέ, φησίν, αὐτὰ ηὐλεῖτο, καθὰ ἱστορεῖ Τρύφων, ὃς καὶ ᾠδῆς ὀνομασίας καταλέγει τάσδε· ἱμαῖος, ἡ καὶ ἐπιμύλιος ἢ μυλωθρός, ἣν παρὰ τοὺς ἀλετοὺς ᾖδον. εἶτα ἐτυμολογῶν φησι κληθῆναι ἱμαῖον ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δέ, φησί, παρὰ ∆ωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλέτων. ὡς δὲ ᾠδῆς ὄνομα καὶ ὁ αἴλινος καὶ ὁ λιτυέρσης καὶ ὁ ὑμέναιος καὶ ἄλλα τινά, προδεδήλωται. ἦν δέ τις καὶ καλύκη ᾠδή, Στησιχόρου ποίημα ἐπί 4.503 τινι Καλύκῃ κατακρημνισθείσῃ δι' ἔρωτα, καὶ ἁρπαλύκη ἑτέρα ἐπὶ ὁμοίῳ πάθει.] (ῃ. 282) Τὸ δὲ συφορβός ἅπαξ εἴρηται τῷ ποιητῇ, ὡς παρασημειοῦνται οἱ παλαιοί, φράζοντες ἐνταῦθα γοργότατα περὶ Ἀχιλλέως, ὡς ταπεινοῖ ἑαυτὸν ὁ καλὸς καὶ μέγας παιδὶ εἰκάζων ἀγεννεῖ καὶ εὐτελεῖ. (ῃ. 283) Τὸ δὲ «ἀποέρσῃ» δηλοῖ μὲν τὸ φθείρῃ, γίνεται δὲ ἀπὸ τοῦ ἔρρω ἔρσω Αἰολικοῦ. φασὶ δὲ οἱ παλαιοὶ καί, ὡς καλῶς λυπεῖ τὸν ἥρωα τὸ θανεῖν ἀγεννῶς. καὶ γὰρ καὶ Λεωνίδας ὁ Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο ὅτι μὴ ἔχων χεῖρα τελευτᾷ. Ἔτι ἰστέον καὶ ὡς ὁ λυπούμενος ἐφ' οἷς κινδυνεύων οὐ βοηθεῖται, προσφυῶς ἂν ἐρεῖ, ὡς οὔτι με ἐλεεινὸν ὑπέστη σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι. (ῃ. 280) Ὅρα δὲ καὶ ὅτι οὐχ' ὑφίεται Ἀχιλλεὺς τοῦ ἀγαθὸν ἑαυτὸν εἰδέναι, εἰ καὶ οὕτω ποταμῷ κινδυνεύει, καὶ ὅτι κἂν φιλοτίμως καὶ ἀγερώχως πρὸ τούτων πεσεῖν ὑπὸ τῷ Ἀπόλλωνι βληθεὶς εἶπεν ὁ Ἀχιλλεὺς κατὰ τὸν τῆς μητρὸς λόγον, ἀλλὰ νῦν ὑπῆλθεν αὐτὸν καὶ ἡ τοῦ Ξάνθου ἵππου μαντεία, φαμένου δαμασθήσεσθαι τὸν Ἀχιλλέα θεῷ καὶ ἀνδρί. ὃν δὴ ἄνδρα οὐ Πάριν ὑπονοήσας, ἀλλὰ παρανοήσας εἰς Ἕκτορα, λαλεῖ νῦν ἅπερ λαλεῖ. οὐ μαντικώτερος δὲ Θέτιδος ὁ Ξάνθος ἵππος, ἀλλ' ἐκεῖνος μὲν τὸ πᾶν εἶπεν, ἡ δὲ μήτηρ κολακεύουσα