ἐπιπέμπει, τουτέστιν ἀήρ, ἐπεὶ καὶ ἀὴρ κινούμενος ἢ κίνησις ἀέρος ἐστὶν ὁ ἄνεμος, ἐκφλογοῦται τὸ ὑγρόν. καὶ ξηραίνεται μὲν ὅσον τοῦ ὕδατος ἐν τῇ πεδιάδι ἀβαθές, καίονται δὲ τὰ ἐν αὐτῇ, εἴτε νεκροὶ εἴτε φυτὰ εἴτε ἰχθύες. καί πως τῷ Ἡφαίστῳ συλλαμβάνεταί τι καὶ ὁ τοιοῦτος ἄνεμος, ἀμβλύνων μὲν ἐπί τι τὸ θερινὸν φλέγμα καὶ παραβλάπτων τὸν Ἥφαιστον, ἄλλως δὲ συμπράττων αὐτῷ. ξηραίνει γὰρ ὥσπερ καίων Ἥφαιστος, οὕτω καὶ καταπνέων χαλεπὸς θυελλώδης ἄνεμος, ὁ μὲν δαπανῶν τῇ φλογί, ὁ δ' ἀνιμώμενος τὸ ὑγρόν. φωνὴ τοίνυν Ἥρας, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, σβεννύουσα τὸν ἐν ποταμῷ πυρὶ φλεγέθοντα Ἥφαιστον ὁ καταψύχων ἄνεμος. οὐ γὰρ δήπου ὁ λοιπός, ὃς οὐ μόνον αὐτὸς καθ' αὑτὸν ὢν καίει, ἀλλὰ καὶ τῷ ψύχοντι συμπνέων εἰς βλάβην τρέπει κἀκεῖνον, ὥσπερ κἀνταῦθα ὁ Ζέφυρος μετὰ τοῦ θερινοῦ Λευκονότου πνέων ἀναψύχει μὲν οὔ, συμβλάπτει δέ. [(ῃ. 341) Ἰστέον δ' ὅτι, ὥσπερ ἡ ˉαˉι δίφθογγος ἐκθλίβεται διὰ καλλιφωνίαν, οἷον «βούλομ' ἐγώ», καὶ «φθέγξομ' ἐγών», οὕτω καὶ ἡ ˉεˉι δίφθογγος ἐν τῷ «δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρ' εἰς τὸν ἀγῶνα», ἤγουν ἀγωνίζου. λέγεται δ' ἐνταῦθα Φακῆ ὁ παρῳδὸς Ἡγήμων ὁ Θάσιος, ἀνὴρ εὐδοκιμῶν σφόδρα παρ' Ἀθηναίοις ἐν ταῖς παρῳδίαις, Φακῆ ἐπικληθεὶς διὰ τὸ χαίρειν μάλιστα τῷ τοιῷδε ὀσπρίῳ.] Ὅτι κἂν ἡ πρὸ ταύτης ῥαψῳδία μακάρων ἐνοπὴ καὶ φύλοπις ἐπεγράφη, ἀλλ' ἐκεῖ μὲν ἐμέτρησε 4.513 μόνον τοὺς ἀθανάτους καὶ οἷον ἀντιπαρέταξεν, εἰπὼν ὡς οἷον προεκθετικῶς, τίνες τίσιν ἑκατέρωθεν ἀντιστήσονται, πλεῖόν τι ποιήσας οὐδέν, ἐνταῦθα δὲ αὐτοὺς καὶ εἰς μάχην συμβάλλει ἐκ τῶν ἐκεῖ ὑστέρων ἀρξάμενος, τοῦ Ἡφαίστου δηλαδὴ καὶ τοῦ Σκαμάνδρου. γίνεται δὲ ἡ ἀρχὴ εὐάφορμος. ἐπεὶ γὰρ ὁ Ξάνθος εἰς ἔσχατον κινδύνου περιάγει τὸν Ἀχιλλέα καὶ αὐτὸς ᾤμωξεν εἰπὼν ἃ εἶπε καὶ παθὼν ἃ ἔπαθεν, ἐγκελεύεται λοιπὸν ἡ Ἥρα τῷ Ἡφαίστῳ βοηθῆσαι τῷ Ἀχιλλεῖ, φαμένη, ὡς ἐγὼ μὲν ἐξαλόθεν οἴσω χαλεπὴν θύελλαν, καὶ ἑξῆς, ὡς προσεχῶς ἐγράφη. (ῃ. 342-5) «Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ», τουτέστιν εὐστόχως ἡτοίμαζε. «πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δέ», ἢ δαῖε, «νεκροὺς πολλούς, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' Ἀχιλλεύς· πᾶν δ' ἐξηράνθη πεδίον, σχέτο δ' ἀγλαὸν ὕδωρ». (ῃ. 349-56) Εἶτα παραβολήν τινα εἰπὼν τὴν μετ' ὀλίγα ῥηθησομένην ἐπάγει «ὃ δ' ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, καίετο δὲ λωτός τε ἠδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· τείροντ' ἐγχέλυές τε καὶ ἰχθύες, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα, πνοῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. καίετο δ' ἲς ποταμοῖο», ἤγουν περιφραστικῶς ὁ ποταμός, ὡς καὶ ἲς Ἡρακλέος καὶ βίη Ἡρακλέος ὁ Ἡρακλῆς.ἐφ' οἷς ὁ ποταμὸς ἀγανακτῶν προσφθέγγεται τὸν Ἥφαιστον, ὅσα ἑξῆς δηλωθήσεται. (ῃ. 373-6) Εἶτα καὶ τὴν Ἥραν δυσωπεῖ παύσασθαι τὸν Ἥφαιστον, λέγων καὶ ὅτι ὀμοῦμαι μή ποτε Τρωσὶν ἀλεξήσειν, μηδ' ὁπόταν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δὲ Ἀχαιοί. ἀκούσασα δὲ Ἥρα προσφωνεῖ τὸν Ἥφαιστον ἴσχεσθαι. (ῃ. 379 ς.) Οὐ γὰρ ἔοικε», φησίν, «ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν». καὶ Ἥφαιστος ἔσβεσε τὸ πῦρ. Ἰστέον δὲ ὅτι τριῶν τούτων ῥημάτων προσφυῶν ὄντων ἐνταῦθα, τοῦ δαίειν, τοῦ 4.514 καίειν, τοῦ φλέγειν, κατακόρως τῷ καίειν ἐχρήσατο. (ῃ. 342) «Πῦρ δὲ θεσπιδαές» πολλαχοῦ μέν φησιν, ἐνταῦθα δὲ προσφυέστατα τὸ ὑπὸ τοῦ Ἡφαίστου καιόμενον οὕτω εἶπεν. (ῃ. 350) Αἱ δὲ πτελέαι καὶ τὰ ἑξῆς παρατετηρημένως εἴρηνται τῷ ποιητῇ, ὡς τόποις ὑγροῖς χαίροντα. Ὅτι δὲ ἰτέαι καὶ εἶδός τι ἀσπίδος καλοῦνται, καὶ ὅτι ὁ λωτὸς ἐν τῇ Ἰλιάδι λειμωνία βοτάνη ἐστί, καὶ ὅτι ἐκ τοῦ θρύου πόλις προϊστορήθη Θρυόεσσα, καὶ ὅτι τὸ κύπειρον κύπαιρον κατὰ διάλεκτον λέγεται, προδεδήλωται. Ὡς δὲ αἱ μυρῖκαι ἐκτείνουσι τὴν παραλήγουσαν, ἰδοὺ καὶ ἐνταῦθα φαίνεται. (ῃ. 353) Τὸ δὲ «οἳ κατὰ δίνας», «οἳ κατὰ ῥέεθρα», κάλλους ἐστὶ σχῆμα πολλαχοῦ φανὲν παρὰ τῷ ποιητῇ. (ῃ. 354) Ὅρα δὲ καὶ τὸ κυβιστᾶν, οὐ μόνον ἐπ' ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ ἰχθύων κυριολεκτούμενον. δηλοῖ δὲ μάλιστα νῦν οὐ τὸ