βροντῆσαι τὸν οὐρανόν, οὐδὲν ἐλάλει παράδοξον. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς οἶδε μὲν σάλπιγγα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας χρωμένους αὐτῇ. σαλπίγγων δὲ πόσα εἴδη, προγέγραπται. [Προσγραπτέον δ' ἐνταῦθα καὶ τῶν Ἀθηναίου ἐκεῖνα, ὡς ἐγερτικόν τι πρὸς μάχην καὶ ἡ σάλπιγξ. Ἡρόδωρος γοῦν, φησί, σαλπιγκτής, ∆ημητρίου πολιορκοῦντος τὸ Ἄργος, οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, δύο ἅμα σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἦν δέ, φησί, σάλπιγξ καὶ ἐν πομπαῖς. γυνὴ γοῦν τις Ἀγλαῒς ἐν Ἀλεξανδρείᾳ ἐσάλπισε τὸ πομπικὸν ἐν καιρῷ πομπῆς. μνηστέον δ' ἐν τούτοις καὶ ὅτι Φύλαρχος ἔσκωψέ τινα ὡς ἀπόλεμον, εἰπὼν παροιμιωδῶς τὸ 4.524 «πολεμίας σάλπιγγος οὐδ' ἐν ὕπνοις ὑπομένων ἀκοῦσαι», καὶ ὅτι οὐ μόνον σάλπιγγες ἀνέκαθεν ὄργανα βοῆς τῆς ἐν πολέμῳ ἦσαν, ἀλλὰ καὶ βύκανα, ὡς δηλοῖ τὸ «πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν». καὶ κέρατα δὲ καὶ στρόμβοι νόμον τοιοῦτον ἤχουν. ὡς δὲ καὶ δαλὸς ἀνημμένος μάχης ἦν σύμβολον, Εὐριπίδης δηλοῖ.] (ῃ. 389) Γελᾷ δὲ ὁ Ζεὺς γηθοσύνῃ, ὁρῶν θεοὺς ἔριδι ξυνιόντας, μυθικῶς μέν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ ὁ βασιλεὺς Ἀγαμέμνων ἱστορεῖται χαίρειν τοὺς ἀρίστους ὁρῶν ἐρίζοντας, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Ἀχιλλέα, οὐχ' ὅτι ἁπλῶς ἤριζον, ἀλλ' ὅτιπερ εἰς ἀγαθὸν ἀπέβλεπε τὰ τῆς ἔριδος, ὡς ἐκεῖ γέγραπται. οὕτω γὰρ καὶ νῦν Ζεὺς ἐπ' ἀγαθῇ ἔριδι γέγηθε φίλερις ὢν ἐν καλῷ. ἐπεί τοι ὁ τὴν ἐπὶ κακῷ ἔριν φιλῶν ἀκούσοι ἂν ἔχθιστος εἶναι, ἀεὶ γὰρ αὐτῷ ἔρις φίλη. καὶ οὕτω μὲν κατὰ τὸν μῦθον. κατὰ δὲ ἀλληγορίαν αἰνίττεσθαί φασι τὸν τοιοῦτον λόγον τὸ παρὰ τοῖς Φυσικοῖς λεγόμενον νεῖκος καὶ τὴν φιλίαν τὴν αὐτῷ ἀντικειμένην, χαίρειν δὲ τὸν ∆ία τῷ νείκει, διότι λύει τὸν σφαῖρον καὶ γίνεται οὕτω τὸ νεῖκος γενέσεως αἴτιον. καὶ ἄλλως δέ, ἐπεὶ ἐξ ἐναντίων ποιοτήτων ἡ τοῦ παντὸς συνέστηκεν ἁρμονία, χαίρει καὶ οὕτω τῇ θείᾳ μάχῃ ὁ Ζεύς. δῆλον δὲ ὅτι τῶν στοιχείων ἕκαστον, ἐκ ποιοτήτων δυάδος συνεστώς, τῇ μιᾷ μὲν συνέχεται, θατέρᾳ δὲ διέστηκεν, οἷον ἡ γῆ, τῷ ὕδατι κατὰ ψυχρότητα συγγενῶς ἔχουσα, ὅμως κατά γε ξηρότητα ὡς ὑγροῦ ἐκείνου ὄντος ἀφίσταται, καὶ ὕδωρ αὖθις, ἀέρι καθ' ὑγρότητα οἰκειούμενον, κατὰ θερμότητα ὡς ψυχρὸν διέστηκε, καὶ ἀήρ, αἰθέρι κατὰ θερμότητα κοινωνῶν, κατὰ ὑγρότητα ὡς ξηροῦ πεφυκότος ἀπεσχοίνισται, καὶ αἰθὴρ δὲ πρὸς γῆν, εἰ καὶ κοινόν τι ἔχει τὸ ξηρόν, ἀλλὰ τὸ θερμὸν ὡς πρὸς ψυχρὰν αὐτὴν ἴδιον ἀπηνέγκατο. οὕτως ἀγαθὴ τοῖς τοιούτοις ἡ ἔρις. διὸ καὶ ὁ 4.525 Ζεύς, ὁ τοῦ παντὸς εἴτε νοῦς εἴτε ψυχὴ καθ' Ἕλληνας, ἐπ' αὐτῇ χαίρων πεποίηται. εἰ δὴ εὐξάμενός τις παρὰ τῷ ποιητῇ τὴν ἔριν ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπολέσθαι, καὶ κατὰ τῆς τοιαύτης ἔριδος εὔξατο, οἰχήσεσθαι ἂν τὸ πᾶν οὕτως ἔφασάν τινες τῶν παλαιῶν. (ῃ. 390) Τὸ δὲ «ἔριδι ξυνιόντας» ἀνάπαλιν μὲν εἴρηται πρὸς τὸ «διαστήτην ἐρίσαντε», καθυπογράφει δὲ καὶ αὐτὸ τὴν φύσιν τῆς ἔριδος, ἥτις διϊστῶσα τοὺς φίλους, ὡς ἀλλαχοῦ εἴρηται, εἶτα συνάγει εἰς πόλεμον, ὡς ἐνταῦθα δηλοῦται. (ῃ. 389) Ἰστέον δὲ καὶ ὅτι τὸ «ἐγέλασε δέ οἱ φίλον ἦτορ» ῥηθήσεταί ποτε πρός τινα φιλόμαχον, καὶ ὅτι τὸ «ἐγέλασε γηθοσύνῃ» πρὸς διαστολὴν ἑτέρου γέλωτος εἴρηται τοῦ κατὰ βάρος ψυχῆς, ὁποῖος καὶ ὁ ἐν Ὀδυσσείᾳ σαρδάνιος, καὶ ὁ παρ' Ἡσιόδῳ δέ, καθ' ὃν ὁ Ζεὺς ἐξεγέλασεν. Ὅτι τὸν Ἄρην πρῶτον ποιεῖ Ὅμηρος ἐφορμῶντα τῇ Ἀθηνᾷ, ἐχρῆγὰρ τὸν ἀλόγιστον χωρῆσαι κατὰ τῆς ἀλληγορουμένης εἰς φρόνησιν. (ῃ. 391-5) Φησὶ γὰρ «ἦρχεν Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε, χάλκεονἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· τίπτ' αὖτ', ὦ κυνάμυια», ἢ κατά τινας «κυνόμυια», «θεοὺς ἔριδι ξυνελαύνεις, θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν». (ῃ. 396-8) Εἶτα καὶ ἀναμιμνῄσκει ὡς αὐτὴ τὸν ∆ιομήδην ἠρέθισε κατ' αὐτοῦ, εἰπὼν «ἢ οὐ μέμνῃ, ὅτε Τυδείδην ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας». (ῃ. 399) Καὶ οὕτως εἰπὼν ἐπάγει ἀπειλήν «τῷ σ' αὖ», ἤγουν διό σε νῦν, ὀΐω ἀποτισέμεν», ἤγουν ἐμποινίμως