ἑκατόμβης», καὶ τὸ «ἐμὸν λέχος ἀντιόωσαν» διὰ τί οὐχ' ὁμοίως συντέτακται, προδεδήλωται. (ῃ. 436-8) Ὅτι ὁ τῶν ἄλλων μαχομένων προκαλούμενος καὶ αὐτὸς ἀντίπαλόν τινα ἐρεῖ οὕτω «τί δὴ νῶϊ», τουτέστιν ἡμεῖς, «διέσταμεν», ἤγουν ἰδίᾳ ἱστάμεθα καὶ οὐ συμπλεκόμεθα πρὸς ἔριν. «οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον, αἴ κ' ἀμαχητὶ ἴομεν». (ῃ. 439-40) Εἰ δὲ καὶ νεώτερός ἐστιν ὁ καλούμενος, πρέπει ῥηθῆναι καὶ τὰ ἑξῆς, 4.533 οἷον «ἄρχε, σὺ γὰρ γενεῇφι νεώτερος· οὐ γὰρ ἔμοιγε καλὸν, ἐπεὶ πρότερος 4.533 γενόμην καὶ πλείονα οἶδα». Καὶ σημείωσαι ὅτι τε κἀνταῦθα ὁ λόγος ἐμπειρίαν τῇ πολυχρονιότητι καὶ σύνεσιν ἐπιμαρτύρεται, καὶ ὅτι νέοις πρέπει κατάρχειν τῶν τοιούτων. οἱ μέντοι τῷ χρόνῳ καθεστηκότες, κατάρχοντες μὲν ἁπλῶς οὕτω μάχης, οὐκ ἂν ἐπαινεθεῖεν, ἐρίζοντες δὲ κατ' ἀνάγκην οὐκ ἂν μέμψιν ἔχοιεν. (ῃ. 439) Ἐν δὲ τῷ «ἄρχε» ληπτέον κατὰ κοινοῦ τὴν γενικὴν τῆς μάχης ἐκ τοῦ ἀμαχητί ἐπιρρήματος, ἵνα λέγῃ ὅτι «ἄρχε μάχης». (ῃ. 441 ς.) Ὅτι ὁ ὀνειδίζων τινὶ λήθην κοινῆς κακώσεως ἐρεῖ «νηπύτιε, ὡς ἄνοον κραδίην ἔσχες, οὐδέ νυ τῶν περ μέμνηαι, ὅσα δὴ πάθομεν κακά». μέρος δὲ τοῦτο τῶν ἐφεξῆς, ἐν οἷς Ποσειδῶν τὸν Ἀπόλλωνα προκαλούμενος εἰς μάχην ἄλλα τε ἔφη, ὡς ἀνωτέρω κεῖται, καὶ (ῃ. 441-60) ὅτι καρδίαν ἄνοον ἔχει, μὴ μεμνημένος ὅσα ἔπαθον ἀμφότεροι κακὰ μόνοι θεῶν ἀμφὶ τὴν Ἴλιον, «ὅτε ἀγήνορι Λαομέδοντι πὰρ ∆ιὸς ἐλθόντες θητεύσαμεν», φησίν, «εἰς ἐνιαυτὸν μισθῷ ἐπὶ ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλε». καὶ ἐγὼ μέν, φησί, «Τρώεσσι πόλιν καὶ τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵν' ἄρρηκτος πόλις εἴη», ἅπερ ἐστὶν ἔπαινος πόλεως ὀχυρᾶς, «Φοῖβε. σὺ δὲ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλ' ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ», τουτέστιν ἡμᾶς, «ἐβιάσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ' ἀπέπεμπε. σοὶ μὲν ὅ γ' ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν καὶ περάαν νήσων ἐπὶ τηλεδαπάων· στεῦτο δ' ὅ γε», τουτέστιν ὥριζε καὶ διεβεβαιοῦτο κατὰ διάνοιαν, «ἀμφοτέρων ἀποκοψέμεν», ἢ ἀπολεψέμεν, «οὔατα χαλκῷ· νῶϊ δέ τ' ἄψορροι κίομεν κεκοτηότι θυμῷ, μισθοῦ χωόμενοι, τὸν ὑποστάς», ἤγουν ὑποσχεθείς, «οὐκ ἐτέλεσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ' ἡμέων πειρᾷ, ὥς κεν Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι». καὶ τοιαῦτα μὲν ὁ Ποσειδῶν. Ὁ μέντοι Ἀπόλλων οὐ πείθεται ἀντικαταστῆναι τῷ Ποσειδῶνι, ἀλληγορικῶς μὲν διὰ τὴν προρρηθεῖσαν αἰτίαν, μυθικῶς δέ, διότι αἴδετο «πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι». καὶ οὕτω μὲν ταῦτα. Ἰστέον δὲ ὅτι ὁ μὲν ποιητὴς οὔτε τὴν αἰτίαν παραδίδωσι δι' ἣν ἐθήτευσαν, οὔτε ἀμφοτέρους ἀλλὰ τὸν Ποσειδῶνα μόνον δεῖμαι τὸ τῆς Τροίας τεῖχός φησι, τὸν δὲ Ἀπόλλωνα βόας βουκολεῖν. τῶν δὲ μεθ' Ὅμηρον οἱ μὲν αἰτίαν τῆς ῥηθείσης θητείας ἀπέδωκαν τὴν ἐκ τοῦ ∆ιὸς 4.534 ποινήν, ὅτι συνδῆσαι αὐτὸν ἐβουλεύσαντο. ἕτεροι δέ φασιν, ὅτι οὐχὶ ἄκοντες ἀλλ' ἑκόντες ἐθήτευσαν ξένοις ἐοικότες, ἵνα τὴν Λαομέδοντος ὕβριν πειράσωσιν. ὃ καὶ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς διδάσκει ἔθιμον εἶναι τοῖς θεοῖς. ὅθεν, φασί, θανόντος τοῦ ὑβριστοῦ Λαομέδοντος βοηθεῖ τοῖς Τρωσὶν Ἀπόλλων ἀντισηκούμενος τιμαῖς. ἐτιμᾶτο γάρ, ὥσπερ ἐν Χρύσῃ καὶ Κίλλῃ καὶ Τενέδῳ, οὕτω καὶ ἐν Ἰλίῳ. Ποσειδῶν δὲ, ἀγέραστος μείνας, μνησικακεῖ τοῖς ἀπογόνοις τοῦ ὑβριστοῦ. ταῦτά τε οὖν φασί τινες, καὶ ὅτι ἀμφότεροι τὸ Τρωϊκὸν τεῖχος ἔδειμαν. τοῦτο δὲ οἳ μὲν αὐτοχειρίᾳ γενέσθαι μυθεύονται, οἳ δὲ οὐκ αὐτοὺς θητεῦσαί φασιν, ἀλλὰ ἱερὰ τούτων κειμήλια δαπανηθῆναι εἰς ἀνέγερσιν τῆς Ἰλίου, κἀντεῦθεν ἀστείως πλασθῆναι, ὡς Ἀπόλλων καὶ Ποσειδῶν αὐτὴν ἔδειμαν. ἕτεροι δέ φασι δύο τινὰς τεχνίτας, ἀμισθὶ ἐργασαμένους, ἀναθέσθαι τὸ ἔργον Ἀπόλλωνι καὶ Ποσειδῶνι, ὅπερ ὁ μῦθος μεταβιβάζει ἐντεῦθεν εἰς αὐτούς. (ῃ. 445) Μισθὸς δὲ ῥητὸς ὁ ὡρισμένος. ὅθεν καὶ ῥῆτραι αἱ ὡρισμέναι συνθῆκαι. ὡρισμένος δὲ, ὅν τις ὑπέστη, τουτέστιν ὑπέσχετο. διὸ μετ' ὀλίγα ἔφη «μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσε». καιριωτάτη δὲ λέξις ὁ