ἀντικαταστῆναι τῇ 4.546 ἀλληγορουμένῃ Λητοῖ, ὅ ἐστι τῇ νυκτὶ ὡς οὐδὲ ἄλλος τις τῶν πλανήτων. ἀπίθανον γὰρ τὸ πλάσμα. ἢ πῶς ἂν μάχοιτο αὐτῇ πιθανολογικῶς, δι' ἧς ἐκφαίνεται λάμπων, ὅπουγε καὶ πάντες οἱ πλανῆται πρὸς αὐτῆς εἰσι. Ζεὺς μὲν γάρ που, πλάνης ὢν καὶ αὐτός, ἅζεται μὴ νυκτὶ ἀποθύμια ἔρδῃ. Ἄρης δὲ καὶ Ἀφροδίτη, τῶν ἑπτὰ καὶ αὐτοὶ ὄντες, σὺν αὐτῇ ἐπικουροῦσι τοῖς Τρωσί. Ἥλιος δὲ καὶ Σελήνη εἰς παῖδας αὐτῇ ἐγγράφονται. Κρόνος μέντοι ταρταρωθεὶς οὐδετέροις ἐπικουρεῖ. πῶς οὖν ἔχοι ἂν ὁ Ἑρμῆς αὐτῇ ἀντιβαίνειν; Οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν. εἰρηνικὸς ὁ Ἑρμῆς, ὅθεν καὶ ἀνεῖται καὶ μίξεις φιλεῖ. καὶ ἐν Ὀδυσσείᾳ δὲ συνδεδέσθαι τῇ Ἀφροδίτῃ ἐθέλει [διὰ τὸ τῶν φιλοκάλων ῥητόρων, ὡς εἰκός, ἐπαφρόδιτον ἐν γραφαῖς καὶ ἐπίχαρι.] ∆ιὸ καὶ οἱ Πελασγοὶ κατὰ τὴν ἱστορίαν ἐντεταμένον τὸν Ἑρμῆν, ἤτοι ὀρθιάζοντα, ἱδρύονται, καὶ μάλιστα τοὺς γέροντας Ἑρμᾶς γλύφουσι τοιούτους διὰ τὴν καὶ ἐν ἄλλοις λεγομένην ἀλληγορικὴν αἰτίαν, [ἥπερ ἐστὶ τὸ τοὺς λογίους μάλιστα γέροντας γονιμωτέρους εἶναι τῶν ἔτι νεαζόντων καὶ οὔπω χρόνου ἐπιστημόνων.] Σημείωσαι δὲ ὅτι καὶ ἐν τῇ ῥηθείσῃ θεομαχίᾳ τὸ σύνηθες πολυειδὲς ὁ ποιητὴς ἐνδείκνυται. Ἀθηνᾶ μὲν γὰρ δυοῖν περιγίνεται, ὡς δεδήλωται, Ἄρεος καὶ Ἀφροδίτης, τοῦ μὲν κατάρξαντος μάχης, τῆς δὲ λαβομένης αὐτοῦ. Ποσειδῶν δὲ καὶ Ἀπόλλων οὐδὲν δρῶσι κατ' ἀλλήλων, οἷα Ποσειδῶνος μὲν προκαλεσαμένου, Ἀπόλλωνος δὲ ἀπειπόντος τὴν μάχην, οὐκ ἀγεννῶς, ἀλλ' ἵνα μὴ ἐκπέσοι τοῦ σαόφρων εἶναι δοκεῖν, ὡς εἴρηται. Ἄρτεμις δὲ τύπτεται μὲν ὑπὸ Ἥρας τοῖς ἰδίοις τόξοις, οὐ μὴν προκαλεσαμένη ἔνστασιν, ἀλλὰ διότι τὸν Ἀπόλλωνα κατὰ Ποσειδῶνος ἠρέθιζε, πῦρ θυμοῦ σβεσθὲν ὀνειδείοις μύθοις ἀναρριπίζουσα. Ἑρμῆς δὲ οὔτε μάχεται τῇ ἀντιθέτῳ Λητοῖ οὔτε ἀμφήριστος ἀπαλλάττεται, ἀλλ' ἑκὼν εἴκει καὶ ἐν τῷ «ὢ Λητοῖ, ἐγὼ δέ σοι οὐ μαχήσομαι» ἥττων πως αὐτῆς εἶναι ὁμολογεῖ, οὐχ' ἁπλῶς, ἀλλ' ὅτι ∆ιὸς ἄλοχός ἐστιν, [ἤγουν νοός, ᾧ συνοῦσα ἡ τῆς 4.547 ἀλληγορίας Λητὼ ἀπρόσμαχός ἐστι τῷ Ἑρμῇ λόγῳ, λανθανομένῳ καὶ αὐτῷ.] Ἥφαιστος δέ γε ὅπως πυρὶ φλεγέθων ἐνέπεσε τῷ ποταμῷ Ξάνθῳ καὶ οἷα διέθετο, προδεδήλωται. οὕτω καὶ ἐν τούτοις τῷ πολυφώνῳ Ὁμήρῳ ἀσύμπτωτός ἐστι καὶ ποικίλη ἡ τῆς ποιήσεως διασκευή. (ῃ. 491-506) Ὅτι μυθικὸς ἐνταῦθα κλαυσίγελως πλάττεται, ἐν οἷς Ἥρα μὲν μειδιᾷ τύψασα, ὡς εἴρηται, τὴν Ἄρτεμιν, ἣ δὲ δακρυόεσσά τε, ὡς ἐρρέθη, φεύγει λιποῦσα τὰ τόξα τῇ μητρὶ συλλέξασθαι καὶ «δακρυόεσσα πατρὸς ἐφέζετο γούνασι κούρη». παρθενικὴ δὲ ἡ τοιαύτη ἀφέλεια. ἡ γοῦν Ἀφροδίτη ἐν τοῖς πρὸ τούτων καὶ τρωθεῖσα οὐδέν τι τοιοῦτον ποιεῖ, ὅτε ἐν τοῖς γούνασιν ἔπεσε τῆς μητρός, Ὁμήρου καὶ τὰ τοιαῦτα πολυειδῶς σχηματίζοντος. (ῃ. 507) Οὐ μόνον δὲ δακρύει ἡ τοιαύτη κόρη, ἀλλὰ καὶ τρέμει, ὡς δηλοῖ τὸ «ἀμφὶ δ' ἂρ ἀμβρόσιος ἑανὸς τρέμεν». ἐνταῦθα δὲ οὐ μόνον ὁ τοῦ σώματος τρόμος πολὺς ἐμφαίνεται, ἀλλὰ καὶ πέπλου λεπτότης διαδείκνυται. καὶ οὕτω μὲν ἀφελῶς ἡ κόρη διάκειται, κλαίουσα ἐφ' οἷς ἀγεννῶς ἐρράπισται. ὁ δὲ πατὴρ «προτὶ οἷ», φησίν, ἤγουν πρὸς ἑαυτῷ, ταύτην εἷλε. (ῃ. 509) Καί, ὡς εἰκός, «ἀνείρετο ἡδὺ γελάσας», οὐχ' ὥστε μαθεῖν ὅπερ οἶδεν, ἀλλ' ἁπλῶς οὕτω, καθὰ καὶ ἡ Θέτις ἀλλαχοῦ τὸν Ἀχιλλέα «τίς δή σε τοιάδ' ἔρεξε, φίλον τέκος, Οὐρανιώνων»; (ῃ. 512) Ἣ δὲ λέγει ὅτι «σή μ' ἄλοχος στυφέλιξε, πάτερ, λευκώλενος Ἥρη», τοῦτο μὲν ἀφελῶς εἰποῦσα, (ῃ. 513) βαρέως δὲ τὸ ἐφεξῆς, ἤγουν τὸ «ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται». Ἔνθα σημείωσαι ὅπως ἑαυτῇ μάχεται ἡ διαβολή. Ἄρης μὲν γὰρ ᾐτιάσατο τὴν Ἀθηνᾶν ὡς τοὺς θεοὺς ἔριδι ξυνελαύνουσαν, ἐνταῦθα δὲ ἡ Ἄρτεμις μέμφεται τὴν Ἥραν ὡς ἐξ αὐτῆς ἔρις καὶ νεῖκος τοῖς ἀθανάτοις. (ῃ. 507) Καὶ 4.548 ὅρα κἀνταῦθα τὸ «ἀμβρόσιος ἑανός», ἤτοι ἀμβρόσιος πέπλος, τοῦ ἐπιθέτου 4.548 ληφθέντος ἀντὶ ὑποκειμένου. πέπλου γὰρ ἐπίθετον κυρίως ὁ ἑανός. τινὲς μέντοι ταὐτὸν ἡγοῦνται πέπλον καὶ ἑανὸν εἰπεῖν, ὡς δηλοῖ καὶ ὁ γράψας, ὅτι πέπλοι, οὓς ἐπερονῶντο μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. Τὸ δὲ «πρὸς ἑαυτῷ ἔλαβεν», ὃ καὶ ἀσπάζεσθαι λέγεται, ὅ ἐστι πρὸς