ἐνταῦθα δὲ τὴν ἐκ κασσιτέρου νεοτεύκτου κνημῖδα οὕτω καλεῖ, εἰπὼν «θεοῦ δ' ἠρύκακε δῶρα». (ῃ. 591-4) Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι «ἔβαλε» τίθησιν οὐκ ἐπὶ πληγῆς καὶ σαρκῶν ψαύσεως. φησὶ γὰρ «καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ' ἀφάμαρτεν· ἀμφὶ δέ οἱ κνημὶς σμερδαλέον κονάβησε, πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε βλημένου οὐδ' ἐπέρησε». ὥστε βαλεῖν λέγεται καὶ τὸ ἁπλῶς εὐστοχῆσαι, κἂν μὴ διακύψῃ τὸ βέλος ἐντός. πλείων δ' ὅμως ἡ ἑτέρα χρῆσις. διὸ κατὰ παράχρησιν Ὅμηρος εἰπὼν ἐνταῦθα «ἔβαλε κνήμην» ἐπάγει πρὸς ἑρμηνείαν τὸ «οὐδ' ἀφάμαρτεν». εἶτα πρὸς πλείω σαφήνειαν λέγει «πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσεν», ἤτοι ὀπίσω ὥρμησεν. οὗπερ αὖθις ἐφερμηνευτικὸν τὸ «οὐδ' ἐπέρησε». τὸ γὰρ ὁρμῆσαν ὀπίσω πάντως οὐκ ἐπέρησεν ὡς προκύψαι ἐπὶ τὰ ἐντός. [Ἰστέον δὲ ὅτι, καθὰ πολεμῶ πολεμίζω, νεμεσῶ νεμεσίζω, οὕτω διχῶς καὶ κοναβῶ καὶ κοναβίζω. δοκεῖ δὲ διφορεῖσθαι ὁμοίως, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη, καὶ τὸ ὀργίζω. φαίνεται γὰρ καὶ ὀργῶ εἶναι ῥῆμα, ἐξ οὗ ἀοργησία καὶ ἀόργητος. εἰ δέ τις ἐρεῖ ἐκ τοῦ ὀργῶ, τὸ ὁρμῶ, αὐτὰ γίνεσθαι, ἴστω ὡς οὐκ ἔστι κίνησις τοῦ ὀργῶ, ἀλλ' ἀντ' αὐτοῦ τὸ ὀργιάζω κινεῖται.] (ῃ. 591) Ὅρα δὲ καὶ τὸ «ὑπὸ γούνατος» δηλοῦν ποῖον μέρος κνήμη λέγεται. Σημείωσαι δὲ ὡς, εἰς καὶ μὴ διήλασεν ὁ Ἀγήνωρ, ὅμως ἔτυχε τῆς κνήμης τοῦ Ἀχιλλέως, δεξιῶς μὲν ἀφείς, κωλυθεὶς δὲ βλάψαι διὰ τὸ τῆς κνημῖδος ἡφαιστότευκτον ἢ καὶ νεότευκτον. (ῃ. 595) Ὅτι τὸ ὥρμησεν ὡρμήσατο ἐνταῦθά φησιν, οὕτω δὲ κατωτέρω καὶ τὸ ἐδίωκεν ἐδιώκετο, εἰπών, ὅτι τε ὡρμήσατο Ἀγήνορος Ἀχιλλεύς, ἤγουν κατὰ τοῦ Ἀγήνορος, καὶ ὅτι τὸν Ἑκάεργον πεδίοιο διώκετο πυροφόροιο, ἤγουν διὰ τῆς πεδιάδος. (ῃ. 598) Ὅτι τὸ «ἡσύχιον δ' ἄρα μιν πολέμου ἐξέπεμπε 4.558 νέεσθαι», ὁ Ἀπόλλων δηλαδὴ τὸν Ἀγήνορα, καλὸν εἰπεῖν ἐπὶ τοῦ μηδὲν ὅλως κακὸν ἐν πολέμῳ παθόντος. εὐφήμως δὲ λεχθήσεταί ποτε καὶ ἐπὶ τοῦ κατὰ δειλίαν ἀνασωθέντος ὑπό τινος. (ῃ. 595-607) Κείται δὲ καὶ τοῦτο ἐν τῷ «ὡρμήσατο» μὲν Ἀχιλλεὺς κατὰ τοῦ Ἀγήνορος «δεύτερος, οὐδέ τ' ἔασε κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἂρ ἠέρι πολλῇ· ἡσύχιον δ' ἄρα μιν», ὡς ἐρρέθη, ἐξέπεμπε, τὸν Ἀχιλλέα δὲ «δόλῳ ἀποέργαθεν», ἤγουν ἀπεῖργε, «λαοῦ· αὐτῷ γάρ ῥ' Ἑκάεργος, Ἀγήνορι πάντα ἐοικώς, ἔστη πρόσθε ποδῶν, ὃ δ' ἐπέσσυτο διώκειν, ἕως ὁ τόν», ἤγουν ἕως ὁ Ἀχιλλεὺς τὸν Ἀπόλλωνα, «πεδίοιο», καθὰ ἐρρέθη, «διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον, τυτθὸν ὑπεκπροθέοντα, δόλῳ δ' ἂρ ἔθελγεν Ἀπόλλων, ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσιν», ἤγουν ἰδίοις, «τόφρα», ἤγουν ἐν τοσούτῳ, «ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ», ἤγουν ὁμιλαδόν, ὅ ἐστιν ἰλαδόν καὶ ὁμοῦ, «ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ' ἔμπλητο ἀλέντων», ἤτοι συγκλεισθέντων. καὶ τοῦτό ἐστιν ἡ αἰτία τῆς ἐπὶ τῷ Ἀγήνορι μυθογραφίας. ἄλλως γὰρ οὐκ εὐδιοίκητον εἶχε πιθανότητα σωθῆναι ἀσκύλτως τοὺς Τρῶας ἔσω πόλεως, εἰ μὴ ὁ ἀληθὴς ἢ ὁ φαινόμενος Ἀγήνωρ ἀπέπλαγξε τὸν Ἀχιλλέα, καὶ οὕτως ἐν ἀδείᾳ φυγόντες οἱ τῆς πεδιάδος Τρῶες σῴζονται. ἠρκέσθη γὰρ ὁ ποιητὴς τῷ παραποταμίῳ ὀλέθρῳ καὶ διὰ τοῦτο τοὺς τῆς πεδιάδος ἀκινδύνους ἐᾷ. Καὶ ὅρα ὅπως ὁ Ἀχιλλεὺς εἰς βραχύ τι σπεύσας διὰ φιλοτιμίαν ἄκαιρον τῶν μεγάλων ἐξέπεσε, καὶ οὔτε τοῦ Ἀγήνορος ἔτυχε, καὶ οὐδὲ τοὺς τῆς πεδιάδος πολεμίους ἔβλαψεν, οὐ κατὰ τὸν παροιμιώδη κύνα ἥττονος κρέως τὸ μεῖζον ἀλλαξάμενος, ἀλλ' ἔμπαλιν τῇ εἰς μικρόν τι λιχνείᾳ καὶ τῶν μειζόνων διεκπεσών. (ῃ. 597) Ἔτι ὅρα καὶ ὅτι τὸ «ἐξήρπαξε» θεραπεύων 4.559 ἀλληγορικῶς ὁ ποιητὴς ἔφη «ἐκάλυψεν ἠέρι πολλῇ» μονονουχὶ λέγων, ὡς ἁρπαγὴν ἐνταῦθα νοητέον ἀποκρυβήν τινα δι' ἀορασίας, ὑποδύντος, οἷα εἰκός, τοῦ Ἀγήνορος μυρίκας ἢ ἑτέραν τινα ὕλην ἐκ τῆς παρὰ τῷ ποταμῷ, ἥτις ἀποκρυβὴ τὸν Ἀγήνορα θανάτου ὑπεξελοῦσα ὡς μὴ θανεῖν ὑπὲρ μοῖραν εἰς τὸν κατὰ μοῖραν ἐξειλημμένον Ἀπόλλω ἀνάγεται. (ῃ. 601) Τὸ δὲ «πρόσθε ποδῶν» τὴν ἐγγύτητα δηλοῖ τὴν ἄγαν, ὑφ' ἧς δολούμενος ἐθέλγετο Ἀχιλλεύς. οὕτω καὶ πέρδιξ περιποιεῖται τὰ νεογνά, εἰλουμένη