κτίσματος, ἔπαλξις δὲ ἀπὸ τοῦ ἄλκω ἄλξω, τὸ βοηθῶ, ἐφ' ἧς ἀλκοῦσι τῇ πόλει οἱ μαχόμενοι. ἐκ δὲ τοῦ ῥηθέντος ἄλξω καὶ τὸ ἄλξ ἀλκός ἀλκί παρήγαγόν τινες, ὡς καὶ προδεδήλωται. Καὶ οἱ Τρῶες μὲν οὕτω πεφυζότες ἐποίουν, (ῃ. 3 ς.) «αὐτὰρ Ἀχαιοί», φησί, «τείχεος ἆσσον ἴσαν», ὅ ἐστιν ἐπορεύθησαν, «σάκε' ὤμοισι κλίναντες», ὡς οἷα τειχομαχήσοντες, εἰ καὶ τὰ ἐφεξῆς ἐπὶ τῷ Ἕκτορι συμβεβηκότα διεκώλυσαν, 4.562 εὐμεθόδως καὶ τοῦτο πλασαμένου τοῦ ποιητοῦ. [(ῃ. 4) Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν «ἴσαν» ἢ ἀπὸ τοῦ ἴω ἐνεστῶτος γίνεται, οὗ πληθυντικὸν πολλαχοῦ τὸ «ἴομεν» ἵνα ᾖ ὡς ἐκ τοῦ τίω τὸ ἔτισαν, οὕτω καὶ τὸ ἴω ἴσαν, ἢ ἐκ τοῦ ἶμι, τοῦ παραληγομένου μόνῳ διχρόνῳ, ἵνα ᾖ ὡς τίθημι θέσαν, οὕτω καὶ ἶμι ἴσαν. ὅτι δὲ διττῶς ἐστιν εἶμι ἀντὶ τοῦ ἔρχομαι διὰ διφθόγγου, καὶ πάλιν ἶμι διὰ τοῦ ˉι, παραδιδόασιν οἱ Τεχνικοί. καινὸν δὲ οὐδὲν διφορεῖσθαι, ὡς εἴρηται, τὸ εἶμι, ὅπουγε διφόρησιν ἔχει καὶ τὸ πρωτότυπον αὐτοῦ. ἔστι γὰρ εἴω, τὸ πορεύομαι, διὰ διφθόγγου, οὗ δεύτερος ἀόριστος τὸ ἴῃς καὶ ἴωμεν, τὰ αὐθυπότακτα, καὶ ἐκ τοῦ τοιούτου εἴω τὸ διὰ διφθόγγου εἶμι. ἔστι δὲ καὶ ἕτερον ἴω διὰ μόνου διχρόνου ὡς τὸ τίω, οὗ πληθυντικόν, ὡς πρὸ βραχέων ἐρρέθη, τὸ κοινὸν ἴομεν ὡς τίομεν, καὶ ἐκ τοῦδε τοῦ ἴω τὸ ἕτερον, ἶμι, οὗ κατάρχει μόνον τὸ ˉι.] (ῃ. 5 ς.) Ὅτι τῶν ἄλλων Τρώων, ὡς ἐρρέθη, πεφοβημένων εἰς ἄστυ μόνος ὁ Ἕκτωρ ἔξω ἔμεινε κακοτυχῶς. φησὶ γοῦν «Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοὴ μοῖρ' ἐπέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων». τοῦτο δὲ προαναφώνησιν ἔχει ἐν τῷ «ὀλοὴ μοῖρα», ὡς μικρὸν ὅσον ἀπολουμένου τοῦ Ἕκτορος. μοῖρα δὲ πάντως ὀλοὴ πρὸς διαστολὴν εἴρηται μοίρας ἑτεροίας, ἀφ' ἧς καὶ Ἀτρείδης μοιρηγενής. [Ὅρα δὲ τὸ «ἐπέδησε», δι' οὗ δηλοῦται ἢ ὅτι στερρῶς ὁ Ἕκτωρ ἔστη, ὡς εἰ καὶ πεπέδητο, οἷα δηλαδὴ θρασύς, ἢ ὅτι ἄκων ἔστη διὰ τῆς μοίρας. ἀκούσιον γὰρ τὸ πεδεῖσθαι.] (ῃ. 8- 13) Ὅτι ὁ διωκόμενος ὑπὸ χείρονος κρείττων ἢ καὶ θειότερός τις αὐτὸς ὤν, εἴποι ἂν σιγήσας τινὰ τῶν τοῦ ποιητικοῦ Ἀπόλλωνος πρὸς Ἀχιλλέα «τίπτε με ποσσὶ ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐών»; οὐδέπω με 4.563 ἔγνως οἷός εἰμι, «σὺ δ' ἀσπερχὲς μενεαίνεις. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι». λέγει δὲ μόρσιμον ἀπολύτως ἐνταῦθα ὁ ποιητὴς τὸν μοίρᾳ ὑποκείμενον. [Παραγωγὴ δὲ αὐτοῦ μείρω μερῶ μέμορκα, μέσος μέμορα, ἐξ οὗ μέμορμαι μέμορσαι. ὅθεν ὁ μόρσιμος κατ' ἀναλογίαν τῶν διὰ τοῦ ˉιˉμˉοˉς παραγώγων, ὧν τινα καὶ διὰ τοῦ ˉχˉιˉμˉοˉς καινότερον παράγονται. οὕτω Αἰσχύλος πέπλους μελαγχίμους φησίν, ἕτερος δέ τις μελάγχιμα συκάμινα, ἐν τῷ «λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις», ὅπερ ἐστὶ μέλασι, «καὶ μιλτοπρέποις», ἤγουν ἐρυθροῖς, «βρίθεται ταὐτοῦ χρόνου».] (ῃ. 15-20) Ὁ δὲ ὑπό τινος μεγάλου ἐμποδιζόμενος ἀμύνεσθαί τινας ἐρεῖ ἂν «ἐβλαψάς με, ὀλοώτατε πάντων, καὶ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δ' ἐσάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ' ἔδδεισας ὀπίσσω. ἦ σ' ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη». Ἀχιλλεὺς δὲ ταῦτα πρὸς Ἀπόλλωνά φησιν, ὃν καὶ θεῶν ὀλοώτατον προσεῖπεν, ὅπερ ἐστί, φασίν, ἐφερμηνευτικὸν τῆς αὐτοῦ κλήσεως. Ἀπόλλων γὰρ φαίνεται λέγεσθαι ὡς ὀλοός, ὅτε λοιμοῦ ἐστιν αἴτιος. ἐκ τοῦ ὄλλειν γὰρ καὶ ὁ Ἀπόλλων, ὡς καὶ ὁ ὀλοός. τινὲς δὲ γράφουσι «δολοώτατε», διότι δόλῳ πρὸ μικροῦ τὸν Ἀχιλλέα ἔθελγεν. ἔχει δέ τι καὶ σκωπτικὸν ἀστεῖον τὸ «θεῶν ὀλοώτατε πάντων». Φοίβου γὰρ εἰπόντος «οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι» λέγει Ἀχιλλεὺς γνῶναι αὐτὸν οὐ θεὸν δοτῆρα ἑάων ὡς ἀγαθοδότην, ἀλλὰ θεῶν ὀλοώτατον. (ῃ. 9) Τὸ δὲ ˉπˉω 4.564 ὀξύνεται ἐν τῷ «οὐδέ νύ πώ με ἔγνως», ἤγουν οὔπω με ἐνόησας, ὥστε καλῶς ἐξ αὐτοῦ γεγονὸς τὸ πώποτε προπαροξύνεται. (ῃ. 11) Ἐν τούτοις δὲ κεῖται καὶ πόνος ἡ κακοπάθεια. φησὶ γὰρ «οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας», εἰς ἄστυ ἀλέντας. (ῃ. 12) Εἴληπται δὲ καὶ τὸ λιασθῆναι» οὐκ ἐπὶ τοῦ φυγεῖν συνήθως, ἀλλὰ παρεκκλῖναι. λέγει γάρ «σὺ δὲ δεῦρο λιάσθης», ἤγουν ἐξετράπης τῆς εὐθείας ὁδοῦ πλαγιάσας. Τὸ δὲ «ἔβλαψας» καὶ νῦν ἐνθύμιον ἐμποδισμοῦ ἔχει κατὰ κυριολεξίαν. λιασθεὶς γὰρ ὁ Ἀχιλλεὺς, ὡς ἐρρέθη, καὶ τραπεὶς ἀπὸ τείχεος βλαβῆναι ὑπὸ Ἑκαέργου φησίν, αὐχῶν καὶ ὡς, εἰ μὴ