πλεονάζει παραβολαῖς ἐπὶ Ἀχιλλέως, ἵνα καὶ ἐκεῖνο δόξειε πιθανόν. (ῃ. 33-7) Ὅτι ᾤμωξεν ὁ γέρων Πρίαμος, «κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν», ἐλεεινὰ προσαυδῶν, «χεῖρας ὀρεγνύς». καὶ ᾤμωξε μὲν καὶ πρὸ ὀλίγων, νῦν δὲ ἀναγκαίως μέγα ᾤμωξεν, ὁρῶν ὡς ὁ Ἕκτωρ «προπάροιθε πυλάων εἱστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι». Καὶ ὅρα ὅπως περιπαθῶς τῶν ἐν τοῖς ἑξῆς ἠθοπεποιημένων τοῦ γέροντος λόγων κοπετὸς καὶ ἄσημος οἰμωγὴ προηγεῖται, καθὰ καί τι παθητικὸν προοίμιον. (ῃ. 38-53) Οἱ δὲ λόγοι τοῦ ἐλεεινοῦ τούτου ῥήτορος τοιοῦτοι, ἀφελῶς ἠργμένοι ὡς τὸ πάθος ὑπηγόρευεν «Ἕκτορ, μή μοι μίμνε, φίλον τέκος, ἀνέρα τοῦτον οἶος ἄνευθ' ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς Πηλείωνι δαμείς· ἐπειὴ πολὺ φέρτερός ἐστι, σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο, ὅσσον ἐμοί· τάχα κέν ἑ», ἤγουν ταχὺ ἂν αὐτόν, «κύνες καὶ γῦπες ἔδονται κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι, ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε κτείνων καὶ περνὰς νήσων ἐπὶ τηλεδαπάων. καὶ γὰρ νῦν δύο παῖδε, Λυκάονα καὶ Πολύδωρον, οὐ δύναμαι ἰδέειν Τρώων εἰς 4.567 ἄστυ ἀλέντων, τούς μοι Λαοθόη τέκετο, κρείουσα γυναικῶν. ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ», ἢ μετὰ στρατόν, «ἦ τ' ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθα», ἐγὼ δηλαδὴ καὶ ἡ Λαοθόη, «ἔστι γὰρ ἔνδον· πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. εἰ δ' ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν», εἰσὶ δηλαδή, «ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι, τοὶ τεκόμεσθα». (ῃ. 54-76) Εἶτα εἰπών, ὅτι τοῖς δ' ἄλλοις ὀλίγον ἄλγος ἔσται, εἰ μὴ καὶ σὺ θάνῃς ὑπὸ τῷ Ἀχιλλεῖ, φησὶ κατὰ λόγον ῥητορικῆς ἀξιώσεως «ἀλλ' εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλείδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. πρὸς δέ με», ἢ πρὸς δ' ἐμέ, «τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον, δύσμορον, ὃν Ζεὺς ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα, υἷάς τ' ὀλλυμένους ἑλκηθείσας τε θύγατρας καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι· ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας πυλαωρούς, οἵ κ' ἐμὸν αἷμα πίνοντες», ἢ «πιόντες, ἀλύσσοντες περὶ θυμῷ, κείσοντ' ἐν προθύροισι. νέῳ δέ τε πάντ' ἐπέοικεν ἄρηϊ κταμένῳ», ἢ συνθέτως «ἀρηϊκταμένῳ, δεδαϊγμένῳ ὀξέϊ χαλκῷ, κεῖσθαι. πάντα δὲ καλὰ θανόντι περ ὅττι φανείη. ἀλλ' ὅτε δὴ πολίον τε κάρη πολιόν τε γένειον αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. ἦ ῥα», ἤγουν ἔφη ὁ γέρων, «πολιὰς δ' ἀνὰ τρίχας ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆς, οὐδ' Ἕκτορι θυμὸν ἔπειθε». διὸ καὶ κακὸν αὐτῷ τέλος ἔσται, μὴ πεισθέντι ἀνδρὶ καὶ πατρὶ καὶ συνετῷ. καὶ οὐ μόνον πείσεται κακῶς, ἀλλὰ καὶ πρὸ τοῦ παθεῖν μεταμελήσεται, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τούτου τοιαῦτα. (ῃ. 33) Τὸ μὲν «κόψατο χερσίν» ἀρχή ἐστι τοῦ λέγειν ἐλλειπτικῶς κόπτεσθαι, τὰ σκωπτικά. τὸ μέντοι κόπτειν κοινῶς μὲν καὶ διαίρεσίν τινα δηλοῖ, ὥσπερ καὶ τὸ κατακόπτειν. Ἀττικὸς δὲ ἀνὴρ τὸ κρούειν καὶ τὸ πλήττειν κόπτειν φησίν, ὡς τὸ «τίς ἐσθ' ὁ κόπτων τὴν θύραν»; Ἰστέον δὲ ὅτι 4.568 τὸ «ᾤμωξε», καὶ «ἐκόψατο τὴν κεφαλήν», καὶ «ἐγεγώνει λισσόμενος» ἐπιλογικὰ μέν εἰσιν, ὁ δὲ γέρων Πρίαμος ὑπὲρ τέχνην ἐξ αὐτῶν προοιμιάζεται, ἵνα πρὸ τοῦ λοιποῦ λόγου ἔλεον εἰσβαλὼν τῇ ψυχῇ τοῦ Ἕκτορος, οἷς ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς, εὐμαρέστερον αὐτὸν ἰσχύσῃ πείσειν, εἰ καὶ μὴ ἔπεισεν, ὡς εἴρηται. (ῃ. 34) Τὸ δὲ «ὑψόσε ἀνασχόμενος», ὅ ἐστιν ἀνατείνας τὰς ῥηθείσας χεῖρας, λέγεται καὶ ἀνασχὼν κατὰ συνήθη διφόρησιν. Τὸ δὲ «ἐγεγώνει» τὸ ἐξάκουστον δηλοῖ τῆς οἰμωγῆς. δεδήλωται γὰρ ὡς τὸ γεγωνεῖν γνωστὴν φωνὴν σημαίνει. (ῃ. 37) Τὸ δὲ «χεῖρας ὀρεγνύς» ταὐτόν ἐστι τῷ «ὑψόσε ἀνασχόμενος». (ῃ. 39) Τὸ δὲ «ἄνευθεν ἄλλων» διασαφητικόν ἐστι τοῦ «οἶος», ἵνα μὴ ἐπ' ἄλλης ἑρμηνείας νοηθῇ. ταὐτὸν γὰρ εἰπεῖν