κατὰ τὰς τριχωτάς, ἀλλὰ λαμπρόν. [(ῃ. 316) Λόφος δὲ πόθεν γίνεται, προείρηται. οὗ παράγωγον περιεκτικῷ τύπῳ λοφεῖον, ἡ τοῦ λόφου θήκη παρὰ τῷ Κωμικῷ, καθά, φασί, καὶ κυλικεῖον, ἡ τῶν κυλίκων σκευοθήκη, οἷον «μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφη», ἤγουν εἰς τὸ συμπόσιον, ὡς οἷα πολιτογραφηθείς που.] (ῃ. 317) Περὶ δὲ ἀμολγοῦ προγέγραπταί τι, ὅπου καὶ περὶ τοῦ «ἄστρασι». λαμπρότατον δὲ τὸν κύνα ἐκεῖ φάμενος κάλλιστον ἐνταῦθα τὸν ἕσπερόν φησιν, ἤτοι τὸν τῆς Ἀφροδίτης, ὃς καὶ στίλβων καλεῖται, καὶ ἑωσφόρος δὲ κατὰ καιροῦ μεταβολήν, ὡς καὶ Καλλιμάχῳ δοκεῖ, ἔνθα φησὶν ὡς «ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον». ὅταν μὲν γάρ, φασίν, ἡλίῳ προηγουμένῳ καὶ δύνοντι ἐπικαταδύνῃ, ἕσπερος λέγεται, ὅτε ἀνατέλλοντα οὐδεὶς αὐτὸν ὁρᾷ, ὁπηνίκα δὲ προανατέλλει τοῦ ἡλίου, ἑωσφόρος καλεῖται. μέγας δέ ἐστι καὶ προσηνής, καὶ οὐ κατὰ τὸν κύνα οὔλιος. Νυκτὸς δὲ ἀμολγὸν λέγει νῦν τὸν προσεχῶς μετὰ τὴν 4.623 ἡμέραν, ἤτοι μετὰ τὸ τῆς ἕω πέρας, ὡς δηλοῖ ὁ κατ' αὐτὸν ἕσπερος, ἤτοι ὁ ἀφ' ἑσπέρας ἀνατέλλων. (ῃ. 318) Τὸ δὲ «ἵσταται» ἀντὶ τοῦ ἀνίσταται, ἀνίσχει, ἀνατέλλει. ἄλλως γὰρ οὐκ ἔστι νοεῖν αὐτὸν ἱστάμενον, πλανήτην ὄντα. (ῃ. 319) Εὐήκης δὲ αἰχμὴ ἡ εὖ ἔχουσα τῆς ἀκῆς, ὅ ἐστι τῆς ἀκμῆς καὶ ὀξύτητος, ἣν καὶ ἀκωκήν φαμεν. τῷ δὲ τόνῳ βαρυτόνως φέρεται ὡς καὶ τὸ τανυήκης. Ὅρα δὲ καὶ ὡς οὐ πρὸς ἀνδρίας ἔνδειξιν ἐπὶ Ἀχιλλέως ἡ τοῦ ἀστέρος αὕτη παραβολή, ἀλλὰ πρὸς μόνην καλλιγραφίαν τῆς κατὰ τὸν Ἀχιλλέα λαμπρότητος, ὡς ἂν ἐκκλίνῃ τὸ μονοειδές, οἷα τὴν τοῦ Ἕκτορος ὁρμὴν διὰ ἀετοῦ ἐπὶ ἀνδρίᾳ σεμνολογήσας προσεχῶς. Τὸ δὲ «αἰχμῆς ἀπέλαμπεν» ἦν μὲν γράψαι καὶ «αἰχμὴ ἀπέλαμπε», κάλλιον δὲ τὸ «αἰχμῆς» διὰ τὴν ˉἀˉπˉο πρόθεσιν. (ῃ. 320) Τὸ δὲ «φρονέων κακόν» καὶ πληθυντικῶς που φράζει «κακὰ φρονέων ἐβεβήκει». ἐν οἷς ὅρα τὸ κακὰ φρονέων ἢ κακὸν φρονέων ἀντὶ τοῦ ἐγκοτῶν. παρὰ δέ γε τοῖς ὕστερον χυδαΐζει τὸ «κακὰ φρονέων» ἀντὶ τοῦ μωραίνων. ὁ δὲ κακά τινι φρονέων καὶ κακόφρων συνθέτως λέγεται. (ῃ. 322) Ὅτι τὸ «τόσον» εἴωθε πολλάκις τιθέναι Ὅμηρος ἐπὶ τοῖς παρ' ὀλίγον τι ὁλότητος, οἷον ἐν τῇ ὁπλοποιΐᾳ ἔφη περὶ τριπόδων, ὅτι τόσον εἶχον τέλος, ἤγουν κατὰ μὲν τὸ ἄλλο πᾶν ἀπηρτίσθησαν, οὔατα δ' οὔπω προσέκειντο. καὶ ἐν τῇ ˉψ δὲ ῥαψῳδίᾳ φησὶ περί τινος ἵππου, ὅτι «τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν», ἐν δὲ μετώπῳ σῆμα εἶχε λευκόν. (ῃ. 321-5) Οὕτω γοῦν κἀνταῦθα λέγει ὅτι Ἀχιλλεὺς εἰσορόων ἦν «χρόα καλὸν Ἕκτορος,ὅπῃ εἴξειε μάλιστα. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη καλά», τὰ τοῦ Πατρόκλου, ἃ πρὶν δηλαδὴ Ἀχιλλεὺς εἶχε, «φαίνετο» δὲ ὁ χροῦς «ᾗ», ἤγουν ὅπου. «κληῗδες ἀπ' ὤμων αὐχένα ἔχουσι, λαυκανίας, ἵνα τε», ἤγουν ὅπου, «ψυχῆς ὤκιστος ὄλεθρος». καθ' ὃ μέρος καὶ ἔτυχε τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἐλάσας ἔγχεϊ, «ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή». ἐνταῦθα γὰρ τὸ «τόσον μὲν εἴχετο τοῖς ὅπλοις» ἀντὶ τοῦ τὸ μὲν λοιπὸν τοῦ σώματος ἐκρύπτετο, ἐπὶ δὲ μόνης τῆς λαυκανίας, ἤτοι τοῦ λαιμοῦ, ἐφαίνετο. 4.624 Σημείωσαι δὲ ὅτι οὐ μάτην ὁ ποιητὴς ἀνέμνησεν ἡμᾶς ὅπλων Πατρόκλου, ἤτοι τῶν τοῦ Ἀχιλλέως, ἀλλ' ἐπίτηδες, ἵνα τε πιθανὴ δόξῃ ἡ τοῦ Ἀχιλλέως τήρησις, ὅπῃ ἂν αὐτῷ οὐχ' ἁπλῶς, ἀλλὰ μάλιστα εἴξῃ ὁ χροῦς τοῦ Ἕκτορος, ἄλλως γὰρ οὐκ ἠδύνατο βλάψαι αὐτὸν διὰ τὸ ἡφαιστότευκτα κἀκεῖνα εἶναι τὰ ὅπλα, καὶ ἵνα καὶ ἡ γύμνωσις τῆς λαυκανίας πιθανευθείη. εἰ γὰρ οἰκεῖα ὅπλα ὁ Ἕκτωρ ἐφόρει, δι' ὅλου ἂν ἥρμοττον τοῦ σώματος. ἐπεὶ δὲ τὰ τοῦ μεγάλου Ἀχιλλέως φορεῖ, διὰ τοῦτο οὐκ ἂν λίαν προσαρμόττοιεν ἴσως, ὡς οἷα τυχὸν εὐρυτέρους ἔχοντος ὤμους τοῦ Ἀχιλλέως. ὅθεν ἀπροσάρμοστος ἦν αὐτῷ περὶ τὰς κλεῖδας ὁ θώραξ. (ῃ. 325) Λαυκανία δὲ παράγεται ὅθεν καὶ ὁ λαιμός. ὡς γὰρ ἐκ τοῦ λάω λαμός καὶ λαιμός, οὕτως ἐκ τοῦ λάω λαύω λαυκανία ὁ ἀπολαυστικός, φασί, τόπος. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα σαφῶς ὁ ποιητὴς δηλοῖ, τίνα λέγει ἁπαλὸν αὐχένα πανταχοῦ, ὅτι δηλαδὴ τὰ περὶ τὴν λαυκανίαν ἀνωτέρω που τῆς κλειδὸς ἔνθεν καὶ ἔνθεν, ἃ οὐκ ἔχουσιν ὀστεώδη τραχύτητα. Ψυχῆς δὲ ὄλεθρον ἔφη τὴν ἀφάνειαν καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν