δὲ ἐξ αὐτοῦ καὶ τὸ σμυγερόν. δοκεῖ δὲ τοῦ σμύχειν προϋπάρχειν τὸ σμῶ, οὐκ ἐξ οὗ κινεῖται τὸ σμήχω, ὅ ἐστι καθαίρω, ἀλλ' ὅθεν τὸ 4.643 σμῶξαι, ἤγουν πλῆξαι, καὶ ἡ ἐξ αὐτοῦ, ὥς που προηρμήνευται, σμῶδιγξ, ἵνα ᾖ, ὥσπερ ψῶ ψύχω, τρῶ τρύχω, οὕτω καὶ σμῶ σμύχω τὸ οἱονεὶ πλήττω. οὐδεὶς γὰρ ἀντειπεῖν ἔχει ὡς χειρίστη πληγῶν ἐστι καὶ ὁ πανώλεθρος ἐμπρησμός. ὅτε μέντοι οὐ μέγα κακὸν καί, ὡς εἰπεῖν, λαμπρὸν τὸ σμύχειν δηλοῖ, τότε μετὰ τῆς ˉὑˉπˉο προθέσεως ὑποσμύχειν λέγεται, ὡς τέως μὲν ἐνδομυχοῦντος τοῦ κακοῦ, δυναμένου δὲ ἀναλάμψαι. (ῃ. 412-8) Ὅτι τὸν γέροντα Πρίαμον μόλις ἔσχον οἱ λαοὶ «ἀσχαλόωντα ἐξελθεῖν μεμαῶτα πυλάων ∆αρδανιάων», ὅτε τὸν υἱὸν εἶδεν ἑλκόμενον, «πάντας δ' ἐλιτάνευε κυλινδόμενος κατὰ κόπρον, ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· σχέσθε φίλοι, καί μ' οἶον ἐάσατε, κηδόμενον περ, ἐξελθόντα πόληος ἱκέσθαι ἐπὶ νῆας Ἀχαιῶν· λίσσομαι ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν», καὶ τὰ ἑξῆς. Καὶ ὅρα κἀνταῦθα δύο ἐλλείψεις, μίαν μὲν ἐν τῷ «σχέσθε», λείπει γὰρ τὸ εἰπών ἢ τοιοῦτόν τι, ἵνα λέγῃ, ὅτι πάντας ἐλιτάνευε, λέγων «σχέσθε φίλοι», καὶ ἑξῆς, ἑτέραν δὲ ἐν τῷ «λίσσομαι», λείπει γὰρ σύνδεσμος αἰτιολογικός, οἷον· ὄφρα λίσσομαι ἢ ἕτερόν τι ὅμοιον. (ῃ. 415) Τὸ δὲ «ἐξονομακλήδην ὀνομάζων» πρὸς διαστολὴν εἴρηται τοῦ πολλαχοῦ λεγομένου «ἔκ τ' ὀνόμαζε», καὶ τοῦ «πατρόθεν ἐκ γενεῆς ὀνομάζων». οὐ γὰρ ὥσπερ ἐκεῖ, οὕτω κἀνταῦθα τὸ ὀνομάζειν, ἀλλὰ τὸ ἐκ τῶν κυρίων ὀνομάτων καλεῖν, οἷον· σχέσθε ὦ Ἀντῆνορ, καὶ ὦ Πάνθοε καὶ Θυμοῖτα καὶ Λάμπε καὶ Κλυτίε καὶ οἱ λοιποὶ δημογέροντες. καὶ ταῦτα μὲν ἐν τούτοις. (ῃ. 419-28) Τοῦ δὲ λοιποῦ ὁ 4.644 ποιητὴς νοεῖν ὑποβάλλων τεχνικῶς, ποίοις ἂν ὁ βασιλεὺς ἐχρήσατο νοήμασιν ἐκδραμὼν τῆς πόλεως εἰς ἱκετείαν Ἀχιλλέως ὑπὲρ τοῦ υἱοῦ, πλάττει τὸν γέροντα ὡς ἐν ἠθοποιΐᾳ λέγοντα ταῦτα «ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήσῃ γῆρας. καὶ δέ νυ», ἤγουν καὶ δή, «τῷ γε, πατὴρ τοιόσδε τέτυκται, Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι Τρωσί, μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγεα θῆκεν», ἢ ἄλγε' ἔθηκε, «τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, Ἕκτορος. ὡς ὤφελε θανέειν ἐν χερσὶν ἐμῇσι. τῷ κεν», ἤγουν οὕτως, «ἂν κορεσσάμεθα κλαίοντε τε μυρομένω τε, μήτηρ θ' ἥ μιν ἔτικτε δυσάμμορος ἠδ' ἐγὼ αὐτός». Ταῦτα τὰ τοῦ Πριάμου, ἅπερ ἂν ὁ γέρων σχηματίσας κατὰ ἀποστροφὴν εἶχεν εἰπεῖν καὶ πρὸς Ἀχιλλέα, εἴπερ ἐξῆλθεν εἰς αὐτόν. (ῃ. 429) Νῦν δὲ ἐπισχεθεὶς αὐτὸς μὲν «ὣς ἔφατο κλαίων, ἐπὶ δ' ἐστενάχοντο πολῖται», ὃ παρῴδηται ἐκ τοῦ «ἐπὶ δ' ἐστενάχοντο γέροντες», καὶ «ἐπὶ δ' ἐστενάχοντο γυναῖκες». (ῃ. 419 ς.) Ἰστέον δὲ ὅτι ἡλικίαν τὴν γεροντικὴν ὁ Πρίαμος ἔφη τὴν διὰ τοῦτο ὁμηλικίην τῷ Πηλεῖ, καθ' ἣν ὁ Ἕκτωρ αἰδέσσεται τὸν γέροντα ὡς ὅμοιον τῷ πατρί. (ῃ. 417 ς.) Τὸ δὲ «ἱκέσθαι ἐπὶ νῆας» δύναται καὶ ἀντὶ τοῦ ἱκετεῦσαι εἶναι. διὸ καὶ ἐπάγει πρὸς σαφήνειαν τὸ «λίσσομαι ἀνέρα τοῦτον». (ῃ. 422) Τὸ δὲ «ἄλγε' ἔθηκεν», εἰ μὲν μὴ προσέκειτο, οὐδὲν εἰς ἀπαρτισμὸν ἐννοίας ἔβλαπτε, τεθὲν δὲ εἰς ἀναπλήρωσιν στίχου καινότερον ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθόν ἐστιν ἄλγεα θεῖναι, ὡς πρὸς τὸ πῆμα γενέσθαι, ἵνα ἦν «ἔτρεφε πῆμα γενέσθαι Τρωσί, μάλιστα δ' ἐμοὶ ἄλγεα θεῖναι». Ἐνταῦθα δὲ σημείωσαι ὅτι, εἴ τις λογίσεται ὡς πρὸ μικροῦ ὁ Ἀχιλλεὺς οὖλος ἀνὴρ ὑπὸ Πριάμου ὠνόμασται, προσλογίσεται δὲ καὶ νῦν ῥηθὲν τὸ «ἄλγε' ἔθηκε», νοήσοι ἂν ἀστείως τὴν αὐτὴν ἐνέργειαν τοῦ τε Ἀχιλλέως καὶ τῆς αὐτοῦ μήνιδος. μῆνίς τε γὰρ Ἀχιλλέως οὐλομένη ἄλγε' ἔθηκε, καὶ Ἀχιλλεὺς οὖλος ἄλγε' ἔθηκεν, ἐπίτηδες τοῦ ποιητοῦ ἐκεῖ μὲν στίχῳ ἑνὶ ἐνθεμένου τὸ ὅλον νόημα, ἐν τούτοις δὲ μερίσαντος ἑτέρῳ μὲν τόπῳ τὸ «οὖλος», ἑτέρῳ δὲ τὸ «ἄλγε' ἔθηκε». (ῃ. 423) Τὸ δὲ «τηλεθάοντας» ὡς ἐπὶ φυτῶν εἶπεν, ὧν τὸ τηλεθάειν, ὅ ἐστι θαλέθειν καὶ θάλλειν. καὶ ἐνθυμητέον πρέπουσαν κἀνταῦθα τὴν ἀλλαχοῦ ῥηθεῖσαν τοῦ ἔρνους 4.645 παραβολήν, [ἔτι δὲ καὶ τὸ «φίλον θάλος», ἤγουν θαλερὸν τέκνον, ὃ πρὸ ὀλίγων εἴρηται.] (ῃ. 424 ς.) Ὑπερτίθησι δὲ Πρίαμος τὸν Ἕκτορα πάντων τῶν ἑαυτοῦ