προοιμιάζεται, πατρίδος μεμνημένη καὶ προγόνων καὶ 4.659 τύχης παλαιᾶς. ὅλως δὲ εἰπεῖν, συνάξας ὁ ποιητὴς τὸν ἀκροατὴν καὶ συγχέας οἷς μικροῦ ἂν ἡ γυνὴ τῷ πάθει ἐξέλιπε, διαχέει αὖθις καὶ εἰς ἄνετον ἀπολύει τῇ ἐνταῦθα μονῳδικῇ ἀφελείᾳ, ἵνα μὴ διόλου στύφων εἴη ὁ ἐπὶ τῷ πένθει λόγος, ἀλλὰ μετέχῃ πῃ καὶ γλυκύτητος. (ῃ. 477- 98) Ἔχει δὲ τῇ γυναικὶ τὸ προοίμιον καὶ τὰ μετ' αὐτὸ οὕτως «Ἕκτορ, ἐγὼ δύστηνος «ἰῇ ἄρα», τουτέστι μιᾷ, «γεινόμεθα», ἤγουν ἐγεννήθημεν, «αἴσῃ» ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, αὐτὰρ ἐγὼ Θήβῃσιν, Ὑποπλάκῳ ὑληέσσῃ, ἐν δόμῳ Ἠετίωνος, ὅ», ἤγουν ὅς, «μ' ἔτρεφε τυτθὸν ἐοῦσαν, δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. νῦν δὲ σὺ μὲν Ἅιδου δόμους ὑπὸ κεύθεσι γαίης ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις χήρην ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὕτως, ὃν τέκομεν, σύ τ' ἐγώ τε, δυσάμμοροι· οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. ἤν περ γὰρ πόλεμόν τε φύγοι πολύδακρυν Ἀχαιῶν, αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ἔσονται· ἄλλοι γάρ οἱ ἀπουρίσουσιν ἀρούρας. ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος. τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε, χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε, χερσὶ πεπληγὼς καὶ ὀνειδείοις ἐνίσσων. ἔρρ' οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν». Καὶ μέχρι τούτων ἐν στίχοις ἐννέα φράσας καθολικώτερον ὁ ποιητὴς διὰ τῆς μητρὸς τὰ τῆς ὀρφανίας δεινά, εἴτα μερικεύει ἀνελπίστως τὸ νόημα, δι' οὗ γνωμικῶς ἤδη ἐχαρακτηρίσθη, ὁποῖα πάθοι ἂν κακὰ παῖς τις ἁπλῶς πατρὸς ὀρφανισθείς, οὐ μὴν τοιοῦτος, οἷος νῦν ὁ τοῦ Ἕκτορος, βασιλικὸς δηλαδή, καὶ ὑπὸ μητρὶ ὢν τοιαύτῃ καὶ πάτρωσιν, ὅ ἐστι θείοις, ὁμοίοις καὶ πάππῳ βασιλεῖ. διὸ καὶ ἠθέτησάν τινες τὰ τοιαῦτα ἔπη, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται. (ῃ. 499-514) Μερικεύων οὖν, ὡς ἐρρέθη, ὁ ποιητὴς τὸ ἐν τῷ καθόλου γνωματευθὲν καὶ εἰς τὸ κατὰ φύσιν ἐπανιών, ὅ ἐστιν εἰς τὸ προκείμενον, τὸν Ἀστυάνακτα δηλαδή, ἐπάγει ταῦτα «δακρυόεις δέ τ' ἄνεισι 4.660 πάϊς ἐς μητέρα χήρην, Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς μυελὸν οἶον», ἤγουν μόνον, «ἔδεσκε, καὶ οἰῶν πίονα δημόν», ἤτοι λίπος, «αὐτὰρ ὅθ' ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων, εὕδεσκεν ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης εὐνῇ ἐνὶ μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ», [ὅπερ ὁ Κωμικὸς «ἐμπλήμενος» λέγει], «νῦν δ' ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτών, Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κεν», ἤγουν ἐπειδάν, «κύνες κορέσωνται, γυμνόν· ἀτάρ τοι εἵματα ἐν μεγάροισι κέονται λεπτά τε καὶ χαρίεντα, τετυγμένα χερσὶ γυναικῶν. ἀλλ' ἤ τοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ, οὐδὲν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι». Καὶ τοιοῦτον μὲν τὸ τῆς γυναικὸς μονῳδικὸν χωρίον. Τὰ δ' ἐν αὐτῷ ἐπιστασίας ἄξια ταῦτα. (ῃ. 476) Τὸ μὲν «ἀμβλήδην» ἀντὶ τοῦ ἀναβλητικῶς, ἤτοι προοιμιακῶς. προοιμιάζεται γὰρ ἡ γυνή, ὡς προείρηται, ὥστε γίνεσθαι τὴν λέξιν ἀπὸ τοῦ ἀναβάλλεσθαι, ὅ ἐστι προοιμιάζεσθαι, ὡς τὸ «ὃ δ' ἀνεβάλλετο καλὸν ἀείδειν». ἢ καὶ ἄλλως ἀμβλήδην τὸ ἀναβλητικῶς, ὁρμητικῶς, ἀθρόως. καὶ συγκέκοπται ἀπὸ τοῦ ἀμβολάδην, ὅπερ πρὸ μικροῦ ἐρρέθη ἐπὶ ἀναζέοντος λέβητος. Ἡ δὲ καταρχὴ τῆς ῥηθείσης μονῳδίας ὁμοία τῇ τῆς Ἑκάβης. ἐκείνη μὲν γὰρ ἔφη «τέκνον, ἐγὼ δειλή», αὕτη δὲ «Ἕκτορ, ἐγὼ δύστηνος. λέγει δὲ καὶ κατωτέρω τὸ «Ἕκτορ», ἐπιμένουσα φιλίως τῷ ὀνόματι τοῦ ἀνδρός. μίαν δὲ αἶσαν λέγει τὴν ἐπίσης ἐπ' ἀμφοῖν ἔχουσαν κατά γε τὸ δυστυχές. (ῃ. 479) Τὸ δὲ «Θήβαις ὑποπλάκῳ ὑληέσσῃ» καινότερον συντέτακται, ἢ διὰ σαφήνειαν, ἵνα λέγῃ, ταῖς 4.661 Θήβαις, ἤγουν τῇ ὑποπλάκῳ πόλει, ἢ ὡς ἂν ἐμφήνῃ ὅτι δύναται καὶ Θήβη ὑπόπλακος λέγεσθαι ἑνικῶς, ὡς τὸ «ᾠχόμεθα ἐς Θήβην». διὰ τοῦτο γὰρ τῇ πληθυντικῇ δοτικῇ ἑνικὴν ἐπήγαγε. περὶ δὲ