Θηβῶν τούτων προδεδήλωται. (ῃ. 480) Τὸ δὲ «τυτθὸν ἐοῦσαν» ὅμοιον τῷ «κοτύλην τυτθὸν ἐπέσχεν» ἤτοι μικράν, κατὰ τὸ «κλυτὸς Ἱπποδάμεια». (ῃ. 481) Τὸ δὲ «δύσμορος αἰνόμορον» δηλοῖ μὲν ἐκ παραλλήλου τὸ αὐτό, ἐχρησίμευσε δὲ τῷ, καθά που προδεδήλωται, γράψαντι «δύσπαρις, αἰνόπαρις», ἔχει δὲ πρὸς ταῦτα ὁμοιότητα καὶ τὸ «δυσάμμοροι», κοινῶς περὶ τῶν δύο λεχθὲν ὁμοζύγων, περὶ οὗ πρὸ βραχέων γέγραπται. (ῃ. 482) Τὸ δὲ «ὑπὸ κεύθεσι γαίης» ἀντὶ τοῦ ὑπὸ τοῖς κευθμῶσιν, ἑρμηνεία ἐστὶ τοῦ δόμους Ἀΐδου, ὃς τόπος ἐστὶν ὑπόγαιος καὶ οὕτω κεκρυμμένος. διὸ καὶ Ἀΐδης λέγεται, ἤγουν ἀὴρ ἀφανής, ὃν οὐκ ἔστιν ἰδεῖν. (ῃ. 489) Ἀπουρίσαι δὲ ἀρούρας τὸ ἀφορίσαι καὶ ἀφελέσθαι. καὶ ἔστι καιριωτάτη ἡ λέξις, τιθεμένη καὶ ἐπὶ ἐξορίας. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ ἀποῦραι ἢ μᾶλλον τοῦτο πρωτότυπον τοῦ ἀπουρίζειν, ὁμοίως τῷ ἐρέθω ἐρεθίζω, ὁπλέω ὁπλίζω, ἀφρέω ἀφρίζω. [Καὶ τοιοῦτον μὲν τὸ ἀπουρίζειν. κατουρίζειν δέ γε τὸ κατ' οὖρον πλέειν, ὡς τὸ «πόλιν κατ' ὀρθὸν οὔρισας.] Ἐντεῦθεν δὲ ἄρχεται ὁ γνωμικὸς χαρακτήρ, ὁ, καθὰ εἴρηται, περὶ τῆς ἁπλῶς ὀρφανίας μετρούμενος ἐν στίχοις, ὡς προεδηλώθη, ἐννέα, οὕς, καθὰ ἐρρέθη, ἀθετοῦσί τινες, ὡς ἀδιαθέτους, φασί, καὶ 4.662 κοινῶς τῷ τυχόντι παντὶ ὀρφανῷ πρέποντας, οὐ μὴν τοιῷδε, ὁποῖος ὁ Ἀστυάναξ ἔσται, εἰ τυχὸν φύγῃ τὸν πόλεμον. οὐ γὰρ δήπου τὰ τοῦ τυχόντος ὀρφανοῦ πείσεται καὶ αὐτὸς ὁ βασιλικὸς ὀρφανός. ἔτι γε μὴν ὠβέλισαν τοὺς τοιούτους στίχους οὐ μόνον ὡς ἀναρμόστους τῷ καιρῷ, ἀλλὰ καὶ ὡς εὐτελεῖς τῇ συνθήκῃ, καθὰ ἐκεῖνοι λέγουσι, μὴ θέλοντες γυναικείου στοχάσασθαι ἤθους, ἐν πένθει μεγάλῳ ταῦτα λέγοντος, ὅτε τοῦ πρὸς ἀκρίβειαν λαλεῖν ἐξεκρούετο. (ῃ. 490) Παναφῆλιξ δὲ παῖς ὁ τῶν ἡλικιωτῶν ἁπάντων ἀπηλασμένος, ἢ πάντῃ ἀφῆλιξ, οἷα τῇ ἀφηλικιότητι προστεθέντων καὶ τῶν τῆς ὀρφανίας κακῶν. (ῃ. 491) Τὸ δὲ «πάντα ὑπεμνήμυκεν» ἀντὶ τοῦ κατὰ πάντα ἐστύγνακε. διὸ καὶ ἐπάγει «δεδάκρυνται δὲ παρειαί». ἢ μᾶλλον τεταπείνωται, καταβέβληται. τοῦτο δὲ εἰς γραφὴν μὲν πεζὴν οὐχ' ἕλκεται, γίνεται δὲ ἐκ τοῦ ἠμύω, τὸ ἐπικλίνω, ἤμυκε, καὶ Ἀττικῶς ἐμήμυκε, καὶ πλεονασμῷ τοῦ ˉν ἐμνήμυκε, ἀντὶ τοῦ κάτω οἷον κεῖται καὶ στυγνάζων κατακέκλιται. [Ὅτι δὲ τοῦ ἠμύω πρωτότυπόν ἐστι τὸ μύω, ἐκδηλότατόν ἐστιν. αὐτὸ δὲ ἐπὶ βλεφάρων καὶ χειλέων καί τινων ἑτέρων λέγεται. μέλλων δὲ αὐτοῦ μύσω, ἐξ οὗ καὶ μύες καὶ μυῶνες οἱ κατὰ σῶμα, καὶ μῦς τὸ ζωΰφιον. ἐκ δὲ τοῦ μύειν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ποτήριον ἡ ἄμυστις, ἀφ' οὗ ἔστιν εὐμαρῶς πιεῖν, καὶ πόσις δέ, ἣν ἀπνευστὶ πίνει τις μὴ 4.663 μύσας, καὶ ῥῆμα ἐκμυστίζειν τὸ ἐφ' ἓν πνεῦμα πίνειν, οἷον «λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον πλάτος· ἔπειτ' ἄκρατον καὶ οὐ τεταργανωμένον ἔπινε κἀξεμύστισε». Πλάτωνος τοῦτο τοῦ Κωμικοῦ, ὥς φησιν Ἀθήναιος, ὡς καὶ τὸ «ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου».] (ῃ. 493) Ἐν δὲ τῷ «ἄλλον χλαίνης ἐρύων, ἄλλον χιτῶνος» διαφοράν τε φανερὰν δηλοῖ χιτῶνος καὶ χλαίνης, καὶ ἰδίωμα ὑπογράφει παιδός, λαλῆσαι μὲν οὐκ ἔχοντος, ἑλκυσμῷ δὲ τοὺς ἱκετευομένους ἐπιστρέφοντος. [Ὅτι δὲ χιτὼν οὐκ ἐξ ἀνάγκης ἀεὶ λέγεται τὸ ἀμέσως περικεχυμένον λίνεον ταῖς σαρξίν, ἀλλὰ καὶ τὸ ἁπλῶς ἱμάτιον, δεδήλωται μὲν καὶ ἄλλοθι, φαίνεται δὲ καὶ ἐκ τῶν τοῦ Ἀθηναίου, ἔνθα δηλοῦται ὡς κόρυμβος οὐ μόνον ὄρους, ἀλλὰ καὶ ὁ ἐπὶ κεφαλῆς, οἷον «Ἀθηναῖοι ποικίλους ποτὲ ὑπέδυνον χιτῶνας, κορύμβους δ' ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόμας ἐφόρουν». ἐν τούτοις γὰρ οἱ ποικίλοι χιτῶνες οὐκ ἂν εἶεν ἐπικάμισα κατὰ τὴν κοινὴν παρατήρησιν. εἰ δὲ παρὰ τὴν κάραν ἡ κόρυς, καὶ ἐξ αὐτῆς ὁ κόρυμβος, ἑτέρου τοῦτο λόγου, ὥσπερ καὶ ἐὰν ὁ ῥηθεὶς Ἀθηναϊκὸς τέττιξ κρωβύλος ἐλέγετο καὶ εἰ λάλον ὁ τέττιξ, τὸ ζῷον. ὁμοίως δὲ καὶ ἡ κερκώπη ζῷον αὐτὴ ὅμοιον τέττιγι καὶ τρυγονίῳ, περὶ ὧν δηλοῖ ὁ Κωμικὸς Ἄλεξις, εἰπὼν «σοῦ δ' ἐγὼ λαλιστέραν οὐ πώποτ' εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόνα, οὐ τρυγόνα, οὐ τέττιγα». χρῆσις δὲ κερκώπης καὶ παρὰ