φασὶ καλεῖσθαι, οἱ δὲ Λύσανδρον, οἱ δὲ Κλεισώνυμον, παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ ἀποκταθέντα. (ῃ. 90) Τὸ δὲ «ἐνδυκέως», περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, δοκεῖ Αἰολικὸν εἶναι καὶ τρέψαι <τὸ> πρωτότυπον ˉο εἰς ˉυ, ὡς ἀπὸ τοῦ δοκεῖν, ἐξ οὗ ὁ δεδοκημένος καὶ τὸ δοκεύειν, ἢ καὶ ὅθεν ὁ πάνδοκος καὶ ἡ πανδοκεύτρια, ἵνα ᾖ ἐνδυκέως τὸ δοκευτικῶς καὶ μετ' ἐπιτηρήσεως ἢ δεξιώσεως. τινὲς μέντοι παρὰ τὴν δίκην αὐτὸ εἶπον γενέσθαι. (ῃ. 91) Τὸ δὲ «ὁμὴ σορός» εἴληπται μὲν ἐκ τοῦ ὁμοῦ τραφῆναι, δηλοῖ δὲ, ὡς οἱ 4.692 ὁμοῦ τραφέντες καὶ ὁμῆς κύλικος πεπωκότες καὶ ὁμὴν ἕξουσι τοιαύτην σορόν, ἵνα λέγῃ ἀστείως τις, ὡς οἱ πιόντες κρατῆρα φιλοτήσιον ἐν τῷ ζῆν τὸν αὐτὸν ἔσχον καὶ θανάτου κρατῆρα ταφέντες ἐν τοιούτῳ ὁμοῦ. δῆλον δὲ ὡς ἡ γενικὴ τοῦ ὁμός ὁμοῦ εἰς ὀνοματικὸν ἐπίρρημα μετέπεσε, τὸ ὁμοῦ, ὁμοίως τῷ αὐτοῦ, ἵνα ᾖ τὸ ὁμοῦ ἀντὶ τοῦ ἐπὶ ὁμοῦ τόπου κατὰ σχῆμα ἐλλειπτικόν, ὥσπερ καὶ τὸ αὐτοῦ, ἤγουν αὐτόθι, ἀντὶ τοῦ ἐπ' αὐτοῦ τοῦ τόπου. (ῃ. 94-6) Ὅτι ὁ ἱκετευθεὶς ὑπὸ γνησίου φίλου καὶ καταπεισθεὶς δύναται εἰπεῖν τὸ «τίπτε μοι ἠθείη», τουτέστιν ἀδελφική, «κεφαλὴ δεῦρ' εἰλήλουθας, καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι πάντα μάλ' ἐκτελέω καὶ πείσομαι, ὡς σὺ κελεύεις». Ἰστέον δὲ ὅτι, ὥσπερ πρὸ ὀλίγου μακρὰν ἔννοιαν τὴν τοῦ εἰκασμοῦ τοῦ Πατρόκλου ἑνὶ κόμματι ὁ ποιητὴς προϊὼν ἐμπεριέγραψεν, εἰπὼν ὅτι «ἔϊκτο δὲ θέσκελον αὐτῷ», οὕτω καὶ νῦν, τοῦ Πατρόκλου ἐν ὕπνῳ διάφορα τῷ Ἀχιλλεῖ ἐντειλαμένου κομματικῶς, ἐκεῖνα δηλοῖ Ὅμηρος ἐν τῷ «ταῦτα ἕκαστα ἐπιτέλλεαι», καὶ πάλιν μετ' ὀλίγα «καί μοι ἕκαστα ἐπέτελλε». ταὐτολογεῖν γὰρ οὐδ' ἐνταῦθα βούλεται εἰς οὐδὲν καίριον. (ῃ. 94) Ἠθεῖα δὲ κεφαλή ἐκ τοῦ ἠθεῖος γίνεται, περὶ οὗ πολλαχοῦ δεδήλωται, Χαμαιλέοντος δέ, φασί, τοῦ γραμματικοῦ, γράψαντος «ὦ θείη κεφαλή» μέμφονται οἱ παλαιοί. ἠθεῖον μὲν γὰρ ὀνομάσαι ἀδελφικῶς τὸν προγενέστερον φίλον εἴη ἂν καλόν. τὴν δὲ τοῦ θείου πρόσρησιν, οἷον «θεῖος ὄνειρος» καὶ τὰ τοιαῦτα, οὐ τῷ τυχόντι διδόναι χρή, καὶ μάλιστα νεκρῷ ἁπλῶς. (ῃ. 97 ς.) Ὅτι δεξιωτικὸν ἐπὶ φίλῳ οἰκτρῷ τὸ «ἀλλά μοι ἆσσον στῆθι, μίνυνθά περ ἀμφιβαλόντες ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο», καθὰ καὶ προγέγραπται. λέγει δὲ ἀμφιβαλεῖν τὸ περιπλακῆναι. (ῃ. 99 ς.) Ὅτι ἐπί τινος ἐκπεσόντος ὧν ὡς οἷον ὀνειροπολῶν ἐν χερσὶν ἔχειν ἐδόκει, ῥηθήσεται τὸ «ὠρέξατο χερσὶ φίλῃσιν, οὐδ' ἔλαβεν». Ἀχιλλεὺς δὲ τοῦτο ἔπαθε καθ' ὕπνον, ταῖς χερσὶν ἐκταθεὶς ἅψασθαι τῆς ψυχῆς Πατρόκλου, μὴ λαβὼν δέ. (ῃ. 100 ς.) «Κατὰ χθονὸς» γάρ, φησίν, «ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα». καὶ τὸ μὲν «τετρι 4.693 γυῖα», ληφθὲν ἀπὸ νυκτερίδων, ἐν τῷ τῆς Ὀδυσσείας ωʹ φαίνεται, τί δηλοῖ. τὸ δὲ «καθὰ καπνός» διὰ τὸ πνευματῶδες καὶ φαντασιῶδες εἴρηται. [Ἰστέον δὲ ὅτι λέγεται μὲν καὶ χιὼν τετριγέναι, ὅτε πλατεῖ ποδὶ καταπατεῖται, μάλιστα δέ, φασί, στρουθάρια, ὧν καὶ ἡ βῆτα ῥαψῳδία ἐμνήσθη, τρίζουσιν ἢ τιτίζουσι κατὰ Ζηνόδοτον. τρυγὼν μέντοι τρύζει, ὡς καὶ τοὔνομα ἐκείνης δηλοῖ, ὥσπερ ἡ ὀλολυγὼν ὀλολύζει. πέρδικες δέ τινες κακκαβίζουσιν, οἳ καὶ καλοῦνται δι' αὐτὸ κακκάβαι. ἴσως δὲ καὶ κικκαβάζουσιν, ὡς ἐμφαίνει ὁ Κωμικὸς ἐν τῷ κικκαβαῦ». ὅτι δὲ κακκάβη καὶ σκεῦός ἐστι χαλκοῦν, ὅπερ κοινῶς κακκάβιον λέγεται, δηλοῖ ὁ γράψας τὸ «ἐν κακκάβᾳ ζεούσῃ». ὡς δὲ οἱ πέρδικες καὶ τιτυβίζουσι, Θεόφραστος ἱστορεῖ. δῆλον δὲ καὶ ὅτι, ὥσπερ ἐν τῷ «λέβης ζέων», οὕτω καὶ ἐν τῷ «κακκάβᾳ ζεούσῃ» ἀνεῖται τὸ ζέειν πρὸς τὸ βράττειν καὶ τὸ ἐξ αὐτοῦ βράσμα καὶ πρὸς τὸ κάχλασμα καὶ πρὸς τὸ παφλάζειν, εἰς ὃ ποιεῖ Φερεκράτης τὸ «λοπὰς παφλάζει βαρβάροις λαλήμασι». (ῃ. 101 ς.) Τοῖς δὲ Ὁμηρικῶς ῥηθεῖσιν] ἐπαχθὲν μετὰ τὸ «ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς» τὸ χερσί τε συμπλατάγησεν», ὅ ἐστι τὰς χεῖρας συνεκρότησεν ὡς ἐπὶ παραδοξίᾳ τινί, θρῆνον μὲν δηλοῖ τινα καὶ αὐτό. διὸ ἐπάγει «ἔπος δ' ὀλοφυδνὸν ἔειπε». 4.694 δύναται δὲ καὶ ἐπὶ ἐκπλήξεως καὶ θάμβους τὸ αὐτό ποτε γενέσθαι. Ὀππιανὸς δὲ καὶ ἐπὶ ὀστρέων τῇ λέξει ἐχρήσατο, εἰπὼν «ὄστρακα συμπλατάγησε». Τοῦ δὲ «ὀλοφυδνόν» πρωτότυπον τὸ ὀλοφύζω, δύσχρηστον ῥῆμα,