τῇ πυρρᾷ κόμῃ τὴν δι' ἑνὸς ῥῶ ἐκφωνουμένην πυράν. Ἰστέον δὲ καὶ ὅτι καρηκομόωντες συνθέτως ἢ κάρη κομόωντες ἐν παραθέσει οὐ πάντοτε ἦσαν οὐδὲ πάντες οἱ παλαιοί, καὶ ὡς μὲν οὐ πάντες, αἱ ἱστορίαι δηλοῦσιν, ὡς δὲ οὐδὲ πάντοτε, οὐδ' αὐτὸ ἄδηλόν ἐστιν. Ἀχιλλεὺς οὖν κόμης κουρὰν ὀφείλων τῷ Σπερχειῷ κείρει αὐτὴν ἐνταῦθα τῷ Πατρόκλῳ πενθητήριον. Κουρῆτες δέ, περὶ ὧν εἰς πλάτος προγέγραπται, «χλιδῶντα πλόκαμον» τρέφοντες «ὥστε παρθένου ἁβρᾶς» Κουρῆτες ἐκλήθησαν κουρᾶς ἕνεκεν. Ἀγάθων γοῦν, φασί, περὶ αὐτῶν ἱστορεῖ λεγόντων ὡς, ἐπεὶ τὴν Πρώνακτος θυγατέρα μνηστεύοντες οὐκ ἐτύχομεν γάμου, «κόμας ἐκειράμεθα μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός». κείρονται δὲ καὶ μέχρι νῦν οἱ μὲν ἐν χρῷ καθὰ καὶ Ἀλανοί, οἱ δὲ σκάφιον, ὃ παρὰ τῷ Κωμικῷ κεῖται, τινὲς δὲ καὶ Ἑκτορέην φιλοῦσι κουράν, ἣν παραλαλεῖ καὶ Λυκόφρων, φιλητὸς δέ τισι καὶ ὁ λεγόμενος κῆπος. καὶ ὅμως ἦν, φασί, καὶ φορτικὴ κουρά, ὡς καὶ ἣν ἔπασχόν τινες ὑπὸ Σκυθῶν, ἣν καὶ μισοῦντες τὸ οὕτω πάσχειν ἀπεσκυθίσθαι προσηγόρευον.] Ὅτι ἔθος ἦν τρέφειν κόμην τοὺς νέους μέχρι καὶ ἀκμῆς, εἶτα 4.702 κείρειν αὐτὴν ἐγχωρίοις ποταμοῖς. ἐποίουν δὲ οὕτω τιμῶντες τὸ καλὸν ὕδωρ. τρόφιμον γάρ, φασί, καὶ συστατικόν ἐστι τοῦ ζῆν, καὶ μάλιστα τὸ γλυκύ. διὸ οἱ βουλιμιῶντες πίνοντες κορέννυνται καὶ τὰ βρέφη δὲ ὑγρῷ, φασί, μόνῳ διοικοῦνται. κουροτρόφοι οὖν ἐνομίζοντο οἱ ποταμοὶ διὰ τὴν ὑγρότητα, καθὰ καὶ ὁ ἥλιος Ἀπόλλων διὰ θερμότητα. κουροτρόφους δέ φαμεν τοὺς τὴν νεότητα τρέφοντας. εἰ δὲ καὶ «κούριμος θρίξ» παρὰ τῇ Τραγῳδίᾳ, καί τις εἰπεῖν τολμήσει τὴν λέξιν καὶ ἀπὸ ταύτης, ἔστωσαν καὶ οὕτω κουροτρόφοι κατὰ θρασύτητα λέξεως. οἱ δὲ παλαιοὶ σεμνύνουσι τὸ ποτάμιον ὑγρόν, καὶ ταῦτα λέγοντες· τὸ λουτρὸν ἐκ ποταμοῦ τοῖς νυμφίοις ἐκομίζετο, οἰωνιζομένοις τὸ γόνιμον. διὸ καὶ ἔνορχα μῆλα ἱέρευον, ὥσπερ τῷ Ποσειδῶνι, οὕτω καὶ τοῖς ποταμοῖς εἰς τὰς πηγάς, γόνιμα γὰρ καὶ τὰ ἄρρενα, καὶ τοῖς πρὸ γάμου δὲ τελευτῶσιν ἡ λουτροφόρος, φασίν, ἐπετίθετο κάλπις εἰς ἔνδειξιν τοῦ ὅτι ἄλουτος τὰ νυμφικὰ καὶ ἄγονος ἄπεισι. (ῃ. 141-3) Κατὰ τοίνυν τὸ ἔθος κειράμενος καὶ Ἀχιλλεὺς χαίτην, ἣν Σπερχειῷ ποταμῷ ἔτρεφε τηλεθόωσαν, ἰδὼν ἐπὶ οἴνοπα πόντον ὡς οἷα πρὸς τὸν πατριώτην ποταμὸν ῥίπτων τὰς ὄψεις, ὁποῖον δή τι καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐποίησε, προσφωνεῖ ἀφελῶς καὶ γλυκέως, λέγων (ῃ. 144-53) «Σπερχεῖ' ἄλλως», ἤγουν ὦ Σπερχειὲ μάτην, «σοί γε πατὴρ ἠρήσατο Πηλεύς», ὅ ἐστιν ηὔξατο, «κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην, πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλα ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθ' ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. νῦν δ' ἑπεὶ οὐ νέομαί γε φίλην ἐξ πατρίδα γαῖαν, Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκε, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο», καθὰ καὶ προεγράφη, οὐ διὰ τὸ τῆς μονῳδίας περιπαθές, οὐδὲν γάρ τι οἴκτου ἔχει, ἀλλ' ἐπὶ τῇ μεταχειρίσει τοῦ ἔργου. ἐπεὶ ὡς οἷα ἐμψύχου ὄντος τοῦ ἑταίρου, ὃν ὡς ἐνηῆ πάντες ἐφίλουν, ἐν 4.703 χειρὶ τὴν κόμην τίθησιν, ὡς εἴπερ ἐς Σπερχειοῦ ταύτην ἀνέθετο. ποταμὸς δὲ ὁ Σπερχειὸς ἐκδιδοὺς πλησίον Θερμοπυλῶν. (ῃ. 142) Τηλεθόωσα δὲ οὐχ' ἁπλῶς ἡ τοῦ Ἀχιλλέως ἐρρέθη κόμη, ἀλλ' εἰς ἔμφασιν θάλους. σκοπητέον γὰρ οἵαν εἶχε κόμην ἐκεῖνος, ἄλλως τε ἐπιμεμελημένην καὶ ἐς τοσοῦτον ἄκουρον. Ὅρα δὲ ὡς οὐ μόνον δένδρεα τηλεθόωντα, καὶ ἐλαῖαι τηλεθόωσαι, καὶ ὕλη τηλεθόωσα, ἀλλ' ἰδοὺ καὶ κόμη τηλεθόωσα. καί πως ἐπαλλάττουσιν ἀλλήλαις ἡ κόμη καὶ τὸ «τηλεθόωσα». κόμη τε γάρ ποτε τὰ τῶν δένδρων λέγεται τηλεθόωντα φύλλα, καὶ κατ' ἐπάλλαξιν αὖθις τηλεθόωσα κόμη κατὰ τὴν ἐκεῖθεν μεταφοράν. (ῃ. 144) Τὸ δὲ «ἄλλως» ἀντὶ τοῦ μάτην εὐφήμως πέφρασται. τὸ γὰρ μὴ κατὰ σκοπὸν ἢ κατ' εὐχὴν ἀποβεβηκός, ἀλλ' ἑτέρως, ἄλλως ἀποβῆναί φαμεν κατά τινα δηλαδὴ ματίην ἔργου, ὅ ἐστι ματαιότητα. διὸ καὶ