καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς», ἵνα δηλαδὴ ῥᾷον καίοιτο, «περὶ δὲ δρατὰ σώματα νήει», ἤγουν περιεσώρευε τὰ ἐκδεδαρμένα νεκριμαῖα, «ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων», μέλιτος μὲν, ὅτι νεκροῖς ᾠκείωται, καθὰ καὶ Πορφύριος δηλοῖ, ἀλείφατος δὲ καὶ αὐτοῦ διὰ τὸ τῆς πυρᾶς εὐέξαπτον. «πίσυρας δέ», ὅ ἐστι τέσσαρας, «ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλε πυρῇ, μεγάλα στοναχίζων», τετρώρου τούτους ἵππους τῷ 4.706 ποτε ἡνιόχῳ χαρισάμενος. «ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν». καὶ τούτων «ἐνέβαλε πυρῇ δύο δειροτομήσας», ἵνα, ὡς ἔοικε, τῶν παρ' ἑαυτῷ ἀξίων λόγου πάντων τῷ φίλῳ ἀπάρξηται. «δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων», ἐνέβαλε δηλαδὴ τῇ πυρᾷ. ἐκφωνῆσαι γὰρ ὀκνεῖ τὴν πρᾶξιν ταύτην μετὰ καὶ ῥήματος ὁ ποιητής, καιρίαν καὶ ταύτην τεχνησάμενος ἔλλειψιν. ὃς καὶ τοὺς πεσόντας ἀποσεμνύνας οὐ μόνον ἐσθλοὺς ὠνόμασε καὶ υἱοὺς πατέρων μεγαθύμων, ἀλλὰ καὶ τὸν Ἀχιλλέα ἐμέμψατο, εἰπὼν «κακὰ δὲ φρεσὶ μήδετο ἔργα», κρίνων μὴ ἀγαθὴν εἶναι τὴν τοιαύτην τοῦ Ἀχιλλέως πρᾶξιν, [ἀλλὰ θηριώδη καὶ τῷ ὄντι βαρβαρικήν, εἴ τις ἐνθυμοῖτο τὴν λέγουσαν ἱστορίαν, ὅτι Γαλάταις ἔθος, ἡνίκα προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοὺς αἰχμαλώτους. ἀλλ' ἐκεῖνο μὲν εἶχέ τινα λόγον. ἦν γάρ τις ἀπαρχὴ πρὸς τὸ θεῖον οἷα θυσία, τὸ δὲ τοῦ Ἀχιλλέως πάντῃ ἀλλοῖον ἦν.] (ῃ. 173) Ὅρα δὲ κἀνταῦθα τὴν παρὰ τοῖς ἥρωσι τῶν τραπεζέων κυνῶν ἐπιμέλειαν. (ῃ. 169) Τοῦ δὲ «δρατὰ σώματα» προϋπάρχει τὸ δαρτά, ὡς καὶ τοῦ κραδίη τὸ καρδίη, καὶ τοῦ ἔδρακον τὸ ἔδαρκον. (ῃ. 170) Τὸ δὲ ἄλειφαρ διενήνοχε τοῦ ῥηθέντος δημοῦ, ἴσως μὲν ὡς ἐλαιῶδές τι ὂν ἢ αὐτόχρημα ἔλαιον, ἴσως δὲ καὶ ὡς ἐκπιεσθὲν δημοῦ καὶ ἀγγείοις προεναποτεθέν. (ῃ. 172) Πυρῆς δὲ καὶ πυρὸς πολλὴ διαφορὰ παρὰ τοῖς ῥήτορσι. Τὸ δὲ «ἐνέβαλλε» ταὐτὸν τῷ ἐνετίθει. διὸ εἰπὼν «ἐν δ' ἐτίθει μέλιτος ἀμφιφορῆας», ἐπήγαγε τὸ «ἵππους ἐνέβαλλε» καὶ «δύο κύνας ἐνέβαλλε». δύναται δὲ τὸ ἐνέβαλλε νοεῖσθαι καὶ ἀντὶ τοῦ ἐνέρριπτεν. (ῃ. 177) Ὅτι ἐν τῷ «ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον, ὄφρα νέμοιτο» ἀνταπόδοσις γέγονε τροπῆς. τὴν γὰρ μετὰ σιδήρου μάχην ἐν πολλοῖς εἰκάζων πυρὶ καὶ καυστειρὰν ὀνομάζων καὶ «δέμας πυρός» μάχεσθαί τινας λέγων, ἐνταῦθα σιδήρῳ τὸ πῦρ εἴκασε. (ῃ. 182) Τὸ δὲ νέμεσθαι ἐσθίειν μετ' ὀλίγα φησὶν ἐν τῷ «τοὺς πάντας πῦρ ἐσθίει», ἐξ οὗ ἐπενοήθη τοῖς μεθ' Ὅμηρον παμφάγον καλέσαι τὸ πῦρ, οὗ ὡς φάγου καὶ τὸ δάπτειν ἐστίν, ὡς μετ' ὀλίγα Ὅμηρος ἐρεῖ. ὅθεν λαβὼν ἀρχὴν καὶ 4.707 χρόνος παμφάγος κέκληται. (ῃ. 179 ς.) Ὅτι ὁ τελέσας οἰχομένῳ φίλῳ, ἃ ζῶντι καθυπέσχετο, εἴποι ἂν τὸ τοῦ Ἀχιλλέως πρὸς Πάτροκλον «χαῖρέ μοι, ὦ δεῖνα, καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω ἃ πάροιθεν ὑπέστην». (ῃ. 184) Ὅτι ὥσπερ πρὸ τούτου τὸ ἀμφέπειν ἀντὶ τοῦ ἐνεργεῖν, οὕτω κἀνταῦθα τὸ ἀμφιπένεσθαι. (ῃ. 182-4) Φησὶ γοῦν περὶ Ἕκτορος ἀτάφου καὶ γυμνοῦ ἐκκειμένου, ὅτι «τὸν δ' οὐ κύνες ἀμφεπένοντο», καθὰ ἤθελεν Ἀχιλλεύς, ἀπειλήσας καὶ νῦν, ὡς Ἕκτορα «οὔ τι δώσω πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν». (ῃ. 185-7) Οὔκουν ἀμφεῖπον κύνες τὸν τοῦ Ἕκτορος νεκρόν, «ἀλλὰ κύνας μέν», φησί, «ἄλαλκεν ἡ μυθικὴ «Ἀφροδίτη ἤματα καὶ νύκτας», ἤγουν ἀεί, «ῥοδόεντι δέ», τουτέστι ῥοδίνῳ, «χρῖεν ἐλαίῳ ἀμβροσίῳ», οὐ μόνον τοῦ μὴ δυσόδμως ἔχειν, ἀλλὰ μᾶλλον κατὰ τὸν ποιητήν, «ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων», ὁ Ἀχιλλεὺς δηλαδή, οἷα τοῦ ἀμβροσίου ῥοδίνου στερεοῦντος τὸ σῶμα ὡς μὴ ἀποδρύπτεσθαι. νοητέον γὰρ ὅτι τὸν Ἕκτορα εἷλκεν ὁ Ἀχιλλεὺς οὕτω συχνά, εἰ καὶ ὁ ποιητὴς οὐκ ἐπισημαίνεται, φειδόμενος ὀλιγάκις λέγειν κακά, ὃ δή φησιν Εὐριπίδης. διὸ καὶ τὸ τοῦ φίλου Ἀχιλλέως ὄνομα, δέον ὂν εἰπεῖν ἐνταῦθα πρὸς λόγου σαφήνειαν, ὁ δὲ σεσίγηκεν, ἀφεὶς ἀπὸ μακροῦ ἑλκύσαι αὐτὸ κοινοῦ, ἤγουν ἀπὸ μακροῦ ἑλκύσαι αὐτὸ κατὰ κοινοῦ, ἤγουν ἀπὸ στίχων δέκα καὶ ὀκτὼ φθασάντων γραφῆναι. καὶ μὴν οὕτω φιλαχιλλεὺς ἄλλως ὁ ἀνήρ, ὥστε κατὰ τὴν πομπὴν τοῦ νεκροῦ, ἀγαθὴν οὖσαν, ἐν στίχοις ἓξ τρισσάκις τὸ