λέξις, ὡς καὶ τὸ τρῶ, τὸ τρυπῶ, ἐξ οὗ, ὡς 4.744 καὶ ἀλλαχοῦ παρεσημάνθη, καὶ τὸ τετραίνω καὶ ὁ τόρνος. (ῃ. 341-2) Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ «κατά τε ἅρματα ἄξῃς, χάρμα δὲ τοῖς ἄλλοις ἔσῃ» ὡρμήθη γράψαι τις τὸ ἰαμβεῖον ἐκεῖνο «σὸν ἅρμα χάρμα καὶ γέλως Ἰεφθάε». (ῃ. 344-5) Κεῖται δ' ἐν τῷ χωρίῳ τούτῳ μετ' ὀλίγα καὶ τὸ «ἕλῃ» ἀντὶ τοῦ καταλάβῃ ἐν τῷ τρέχειν. φησὶ γὰρ ὡς «εἴ περ νύσσῃ γε παρεξελάσῃσθα διώκων», ἤτοι σπουδαίως θέων, ὡς καὶ ἐν ἄλλοις κεῖται, «οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος οὔτε παρέλθῃ», ἤγουν οὔτε ἐγγίσει οὔτε νικήσει σε. Καὶ ὅρα τὸ «παρέλθῃ» κυριολεκτούμενον ἐνταυθοῖ, ἐξ οὗ τέτραπται ἀλλαχοῦ τὸ «ἐπεὶ οὐ παρελεύσεαι». (ῃ. 343) Ὅτι χρήσιμον εἰς προσοχὴν τὸ «ἀλλὰ φίλος», ἤγουν ὦ φίλε, «φρονέων πεφυλαγμένος εἶναι», ἀντὶ τοῦ ἔσο. (ῃ. 344 ς.) Ὅτι ὁ πολυΐστωρ Νέστωρ θαρρύνων τὸν υἱὸν λέγει ὡς, εἴπερ τὴν νύσσαν, ὡς παρηγγέλθη, παρεξελάσει, τουτέστι κάμψας παρέλθῃ, οὐδεὶς αὐτὸν νικήσει, (ῃ. 346-8) «οὐδ' εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἵ», ὡς δηλοῦται καὶ ἀλλαχοῦ, «ἐνθάδε τέτραφεν ἐσθλοί». καὶ ἰδοὺ ἱστορίαι χρήσιμοι πρὸς ἵππων σύγκρισιν χορηγηθεῖσαι ὑπὸ Νέστορος. (ῃ. 346) Ἀρείων δὲ ἵππου ὄνομα, ᾧ ἐποχούμενος Ἄδραστος ἐν τῷ Θηβαϊκῷ πολέμῳ διέδρα τὸν θάνατον εὐτυχῶς, ὡς καὶ ἡ Βοιωτία δηλοῖ. θεῖον δὲ γένος ὁ Ἀρείων, ὅτι κατὰ τὸν μῦθον Ποσειδῶνος καὶ Ἁρπυίας ἢ Ἐριννύος γενεαλογεῖται. φασὶ δὲ καὶ ὅτι ὁ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ δίδωσι τῷ Ἁλιαρτίῳ, Κοπρεὺς δὲ Ἡρακλεῖ, ἐφ' οὗ μαχόμενος Κύκνονἀνελών, εἶτα τῷ Ἀδράστῳ αὐτὸν ἐχαρίσατο. ἐπίτηδες δὲ κἀνταῦθα ἵππων ἀρίστων ἐμνήσθη πρὸς πιθανότητα τῶν τοῦ Ἀχιλλέως, περὶ ὧν προγέγραπται. Ἀρείων δὲ ὁ μὲν ἵππος διφθόγγῳ παραλήγεται καθ' ὁμωνυμίαν τὴν πρὸς τὸ συγκριτικόν, ὃ δηλοῖ τὸν κρείττονα. τὸ μέντοι κύριον ὁ μελῳδὸς Ἀρίων διχρόνῳ 4.745 τε μόνῳ παραλήγεται πρὸς διαστολὴν καὶ τὸ ˉω δὲ τῆς εὐθείας φυλάσσει ἐν τῇ ἐφεξῆς κλίσει τῶν πλαγίων. [Ἰστέον δὲ ὅτι τε ἔν τισι τῶν ἀντιγράφων τόν, ὡς εἴρηται, Ἀρείονα ἵππον διὰ τοῦ ˉι καὶ ˉο μικροῦ γράφουσιν ὁμοίως τῷ Ἰξίων Ἰξίονος καὶ τοῖς ἄλλοις, ὅσα μακρῷ διχρόνῳ παραλήγεται. οἱ μέντοι πλείους καὶ ἀκριβέστεροι διὰ τῆς ˉεˉι διφθόγγου τὸν τοιοῦτον Ἀρείονα τυποῦσι, καὶ ὅτι ὁ εἰδώς, τί σημαίνει τῷ ποιητῇ τὸ πάρεξ ἐπίρρημα, καλῶς ἂν εἴποι ἐξ ἐκείνου συντεθῆναι τὸ «παρεξέλθῃσθα», ἵνα ᾖ παρὲξ ἔλθῃς.] (ῃ. 350) Ὅτι τὴν ὅλην διδασκαλίαν τοῦ γέροντος κόμματι συλλαβών φησιν «ὣς εἰπὼν ἕζετο, ἐπεὶ ἑκάστου πείρατα ἔειπεν», ἤγουν ἐπεὶ τῷ υἱῷ ἑκάστου πρακτέου πέρας ὑπέθετο. (ῃ. 352-7) Ὅτι κλήρους ἐβάλοντο, ἤγουν ἔθεντο οἱ ἱππεῖς, καθὰ ἦν, ὡς εἰκός, ἔπαλλε δὲ Ἀχιλλεύς, ἐξέθορε δὲ εὐτυχῶς ὁ τοῦ Ἀντιλόχου κλῆρος. μετὰ δὲ αὐτὸν ἔλαχεν Εὔμηλος, ὁ τῶν ἄλλων προαναστάς, ἐπὶ δὲ τούτῳ Μενέλαος, ἐπὶ δ' αὐτῷ Μηριόνης ἔλαχεν ἐλαύνειν, ὕστατος δὲ Τυδείδης, «ὄχ' ἄριστος ἐὼν λάχε ἐλαυνέμεν ἵππους». Καὶ ὅρα ὅτι τε τρὶς ἐνταῦθα εἶπε τὸ «ἔλαχεν» ἐπιμείνας τῇ λέξει διὰ τὸ καίριον, καὶ ὅτι τὸ μὲν εἰπεῖν ἁπλῶς «ἔλαχεν» ἔλλειψιν ἔχει δύο λέξεων, τὸ δὲ «ἔλαχεν ἐλαύνειν» μιᾶς. τὸ δὲ «ἔλαχεν ἐλαύνειν ἵππους», ἀλλ' αὐτὸ ἐντελέστατα ἔχει. (ῃ. 357) Σημείωσαι καὶ ὅτι τὸ ὕστατον τὸν ∆ιομήδην λαχεῖν ἐξόχως ἄριστον ὄντα διὰ τὸ τοῦ λάχους τε δυσκλήρημα Ὅμηρος παρεσημήνατο καὶ εἰς ἔνδειξιν δὲ τοῦ μηδὲν ἂν ἐντεῦθεν αὐτὸν βλαβήσεσθαι. νικήσει γὰρ αὐτὸς δραμών. περὶ δὲ τοῦ κλήροις λαγχάνειν ἑτέρωθι προδεδήλωται. (ῃ. 358-61) Ὅτι οἱ μὲν ῥηθέντες ἱππεῖς «στάν», ἤγουν ἔστησαν, «μεταστοιχεί», τουτέστιν ἐπὶ στοῖχον καὶ τάξιν τινά, Ἀχιλλεὺς δέ, ὡς 4.746 καὶ προερρέθη, σήμηνε τέρματα, «παρὰ δὲ σκοπόν», ἤτοι κατάσκοπον, «εἶσεν», ὅ ἐστιν ἐκάθισεν, «ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο», ἤτοι ἀκόλουθόν ποτε τοῦ Πηλέως, «ὡς μεμνέῳτο», φησί, «δρόμου καὶ ἀληθείην ἀποείποι». καί τινες μὲν γοργῶς ἐνταῦθά φασιν ὡς οὐκ ἀπὸ τοῦ αὐτοῦ τέρματος, καθὰ ἐπὶ τῶν δρομέων, ἡ ἄφεσις. διὸ ἐκεῖνοι μὲν ἐν τοῖς ἑξῆς μεταστοιχεὶ στάντες οὐ κληροῦνται, οἱ δὲ ἱππεῖς