ἐλπίσιν ἀπατᾶν, ὡς ἀπὸ τοῦ ἔλπω ἐλπαίρω, ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁπλῶς βλάπτειν, ἐν τῷ «ἐλεφηράμενος Τυδείδην Ἀπόλλων». οὗ τὴν βλάβην ἡ Ἀθηνᾶ ἐκθεραπεύει, δοῦσα ἑτέραν μάστιγα τῷ ∆ιομήδει. ἴσως γὰρ προὐνοήσατο ∆ιομήδης μὴ ἔχειν μίαν μάστιγα, κατ' Ἀθηνᾶν ἐκεῖνος, ἤτοι φρονίμως, διανοηθείς. διὸ οὐκ εἶπε μετὰ ἄρθρου τὴν μάστιγα τὴν ἐκπεσοῦσαν δηλαδὴ τῶν χειρῶν, ἀλλ' ἀορίστως μάστιγα, ἣν ὥσπερ καὶ ἑτέρας εἰκὸς ἔχειν αὐτὸν ἐπὶ δίφρου. βλάπτει δὲ τὸν Τυδείδην ὁ Ἀπόλλων φιλίᾳ τῇ πρὸς τὸν Εὔμηλον, ἣν εἶχε διὰ τὸν αὐτοῦ πατέρα, τὸν Ἄδμητον, ὡς μῦθος δηλοῖ αἰσχρορρημονῶν. (ῃ. 388-90) Ἔστι δὲ ἡ Ὁμηρικὴ ἐνταῦθα φράσις αὕτη «οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων Τυδεΐδην». διὸ «μάλα ὦκα μετέσσυτο, δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποιϊν ἐνῆκεν». 4.753 Ὁμηρικὸν δὲ τὸ καὶ τὰς τοιαύτας δυστυχίας τε καὶ εὐτυχίας εἴς τι θεῖον ἀνάγειν. (ῃ. 391-7) Ὅτι κατὰ τὸν προσεχῶς εἰρημένον μῦθον κοτέουσα ὥσπερ Ἀπόλλων τῷ ∆ιομήδεϊ, οὕτως Ἀθηνᾶ τῷ Εὐμήλῳ εἰς ἔσχατον αὐτὸν κινδύνου κατέρριψεν. «ἵππειον» γάρ «οἱ ἦξεν», ὅ ἐστι ἔαξε, «ζυγόν, αἱ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην», ἤγουν ἐνταῦθα καὶ ἐκεῖ τῆς ὁδοῦ, «ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι. τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή». Καὶ ὅρα τὴν παθητικὴν ἔννοιαν γλυκάζει παρίσοις ὁ ποιητής, τῷ «ἐλύσθη, ἐξεκυλίσθη, ἐδρύφθη, ἐθρυλλίχθη», ὧν τὰ μὲν δύο λεῖα καὶ εὔφωνα, τὸ δὲ ἐδρύφθη καὶ ἐθρυλλίχθη τῷ πάθει συνεκτραχύνονται. (ῃ. 392) Ἰστέον δὲ ὅτι ζυγὸν μὲν ἵππειον λέγει πρὸς διαστολὴν βοείου καὶ λοιπῶν, ἐν οἷς καὶ ὁ σταθμητικός. (ῃ. 393) Τὸ δὲ «ἐλύσθη» ἀντὶ τοῦ συνεστράφη τοῖς ἡνίοις, ἀπὸ τοῦ εἰλῶ εἰλύω ἀπελεύσει τοῦ ˉι. (ῃ. 395) Τὸ δὲ «ἐδρύφθη» ἀπὸ τοῦ δόρυ, τὸ ξύλον, καθά που καὶ προδεδήλωται, δορύπτω καὶ συγκοπῇ δρύπτω, ἵνα λέγηται καθ' ὁμοιότητα τῶν ἐκδερομένων καὶ ξυομένων δρυῶν, ὅ ἐστι ξύλων. (ῃ. 396) Τὸ δὲ θρυλλίσεσθαι πλεῖόν τι κακὸν δηλοῖ τοῦ δρύπτεσθαι. ὠνοματοπεποίηται δέ, καθὰ καὶ τὸ θραύεσθαι. ἐξ αὐτοῦ δὲ παρὰ Λυκόφρονι τὸ θρύλλιγμα. ἴσως δὲ προϋπόκειται τοῦ θρυλλίσσειν τὸ θρυλλῷ, ἐξ οὗ καὶ ὁ κατὰ φήμην καὶ ὄχλον θρύλλος. ταῦτα δὲ ἡ πλείων χρῆσις δι' ἑνὸς ˉλ οἶδε προφέρειν. Ὅτι γλυκὺ χωρίον, ἔνθα τοῖς ἵπποις ὁ Ἀντίλοχος οὐκ ὀλίγα, καθά που ὁ Ἕκτωρ, ἀλλὰ πολλὰ λαλεῖ, ἐπιτάσσων, κολακεύων, συμβουλευόμενος, ἀπειλούμενος, ὡς εἴπερ ἦσαν λογικοί. (ῃ. 403-6) Καὶ πρῶτα 4.754 μὲν κεκλόμενος, ἤτοι ἐγκελευόμενος, φησὶν «ἔμβητον καὶ σφῶϊ» τουτέστιν ὑμᾶς αὐτούς, «τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδείδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν». (ῃ. 407-9) Εἶτα ἀξιοῖ τοὺς τοῦ Ἀτρείδου καταλαμβάνειν ἵππους ταχύ, εἰπὼν «κιχάνετε μηδὲ λίπησθον καρπαλίμως, μὴ σφῶϊν», ἤγουν ὑμῶν, «ἐλεγχείην καταχεύῃ Αἴθη, θῆλυς ἐοῦσα». (ῃ. 409-16) Εἶτα καὶ κολακεύσας ἐν τῷ «τίη λείπεσθε, φέριστοι», ἐπάγει ἀπειλητικῶς «ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται, οὐ σφῶϊν», ἤγουν ὑμῖν, «κομιδή», τουτέστιν ἐπιμέλεια, «παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτανεῖ ὀξέϊ χαλκῷ, αἴ κ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα. ταῦτα δ' ἐγὼν αὐτός», καὶ ἑξῆς. καὶ οὕτω μὲν ∆ιομήδης. (ῃ. 417 ς.) Οἱ δὲ ἵπποι «ἄνακτος ὑποδείσαντες ὁμοκλήν», ὡς καὶ ἐν τοῖς ἑξῆς αἱ τοῦ Μενελάου πείσονται-αἰδεῖται γὰρ ὁ ποιητὴς κἀν τούτοις τὴν τοῦ λόγου ἀπραξίαν-»μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον», διὰ τὸ πολὺ γῆρας δηλαδή, ὅπερ ἄλλοι ἐν τοῖς τοιούτοις ἵπποις δεικνύουσιν. Ἰστέον δὲ ὅτι τὸ μὲν τοῦ Ἀντιλόχου ἀφελές ἐστι μόνον ἐνταῦθα καὶ γλυκύ. ὅτε δὲ ὁ Ἀχιλλεὺς ὡμίλει τοῖς οἰκείοις ἵπποις, εἶχέ τι καὶ περιπαθὲς ὁ ἐκεῖ λόγος, καὶ ὅτι προσλαλεῖ τοῖς ἵπποις καὶ Μενέλαος, ὀλίγα μέντοι ἐν τοῖς ἑξῆς. φρενήρης γὰρ ὁ ἀνὴρ, καὶ οὐχ' οὕτω προσήκων τῇ ἀφελείᾳ, ὡς ὁ νεώτατος Ἀντίλοχος. (ῃ. 403) Ὅρα δὲ τὸ «ἔμβητον», ὅπερ τοῖς νῦν