ἀμφίθετος φιάλη», ἡ προρρηθεῖσα, ταύτην Νέστορι ἔδωκεν Ἀχιλλεὺς ἄεθλον ἄπονον, «Ἀργείων ἀν' ἀγῶνα φέρων», εἰπὼν «τῆ», τουτέστι λάβε νῦν, «καί σοι τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν ὄψει ἐν Ἀργείοισι. δίδωμι δέ τοι τόδ' ἄεθλον αὔτως· οὐ γὰρ πὺξ μεμαχήσεαι, οὐδὲ παλαίσεις, οὐδέ τ' ἀκοντιστὺν ἐσδύσσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει», ἢ «ἔπεισιν». (ῃ. 616) Ἐν τούτοις δὲ ὅρα ὅτι τὸ «Νέστορι ἔδωκεν Ἀχιλλεύς» προληπτικῶς εἴρηται, ἤγουν ἀναπεφώνηται πρὸ τῆς δόσεως. (ῃ. 624) Μετὰ γὰρ τὰ ῥηθέντα, τότε δὴ ἐπάγει ὁ ποιητὴς «ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων» καὶ αὐτός, διὰ τὴν τιμὴν δηλαδή. ἐφετὸν γὰρ καὶ αὐτή. ὅτι δὲ τὸ τιθέναι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ὁμοίοις ταὐτόν ἐστι τῷ διδόναι, πρὸ βραχέων εἴρηται, καθὰ δηλοῖ καὶ τὸ «δίδωμι δέ τοι τόδε ἄεθλον». [Ὧ χαίροι ἂν ἴσως ὁ γέρων ὡς φιλοτοιοῦτος, ὅσγε καὶ τὸ περίπυστον δέπας εἶχεν, ὅπερ ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης, αὐτὸς δ' ἀμογητὶ ἄειρε. καινὸν δ' οὐδὲν φιλεῖσθαι τῷ γηραλέῳ ἥρωϊ τὰ τοιαῦτα, εἴγε κοινὸν τοῦτ' ἦν φίλημα τῷ ἡρωϊκῷ γένει. καὶ ᾧ μὲν Ἡρακλῆς λέγεται διαπεραιώσασθαι λέβητι εἰς τὴν Ὠκεανῖτιν Ἐρύθειαν, ἰδίᾳ κείσθω θεραπείας μεταληπτικῆς δεόμενον. τὸ δὲ τοῦ Ἀτρέως χρυσόμαλλον ἀρνίον συμφωνεῖται ποτήριον ἀργύρεον εἶναι, χρυσέῳ 4.797 ἐμπεπαισμένον ἀρνίῳ περὶ τὸ τοῦ πυθμένος μέσον. περιᾴδεται δὲ καὶ ὁ παρὰ τῷ Ἀχιλλεῖ κρατὴρ τοῦ ∆ιονύσου. παραδίδωσι δὲ πολλὰ τοιαῦτα καὶ ὁ ∆ειπνοσοφιστής, ἐν οἷς καὶ Σοφοκλοῦς περὶ Ἀκρισίου τὸ «καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματ' εἰς ἀριθμὸν ἑξήκοντα δίς». μνηστέον δ' ἐνταῦθα καὶ τοῦ Ἀρκάδος Βαθυκλέος, ὃς ποτήριον ἀπέλιπεν ἆθλον τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων σοφῶν.] (ῃ. 618) Τὸ δὲ «κειμήλιον ἔστω» τοῦ παλαιοῦ καὶ αὐτὸ ἔθους ἦν, ὃ πολλαχοῦ δηλοῦται. ἀπέκειντο γὰρ τὰ ξένια εἰς μνήμην φιλίας. (ῃ. 619) ∆ιὸ καὶ ἐν τούτοις φησὶ «μνῆμα εἶναι», τουτέστι μνήμην, καὶ ἰδιωτικῶς εἰπεῖν, ὑπόμνησιν, ὃ καὶ σημείωσαι, ὡς μὴ ἀεὶ τοῦ μνήματος τάφον σημαίνοντος. ἔστι δὲ τὸ δῶρον νῦν μὲν τάφου μνῆμα, ἤγουν ταφῆς, ὡς καὶ προεγράφη, ἀλλαχοῦ δὲ ξενίας ἢ ὁδοιπορίας ἢ ὅλως συναλλαγῆς φιλικῆς. Ἰστέον δὲ ὅτι οὐ μόνον τάφος νῦν ἡ ταφή, ὡς ἐγράφη, ὁμοίως τῷ χολή χόλος καὶ τοῖς τοιούτοις, ἀλλὰ καὶ ὁ ἐπιτάφιος κατὰ τοὺς παλαιούς, ὡς καὶ ἐν τῷ «ἐς τάφον ἔνθα πάντας ἐνίκα». (ῃ. 619) Τὸ δὲ «οὐ γὰρ ἔτ' αὐτὸν ὄψει» πρὸς οἶκτον εἴρηται, ὡς τοῦ Πατρόκλου, δι' ὃν τὸ δῶρον, οὐκ ὀφειλέτην ἔχοντος ἀντιχάριτος τὸν αὐτὸ λαβόντα Νέστορα διὰ τὸ θανεῖν. διὸ καὶ κυρίως ἂν εἴη δῶρον, ὡς μήτε ἀέθλιον ὂν μήτε πρὸς ἀντίδοσιν χαρισθέν. (ῃ. 620) Ἀχιλλεὺς μέντοι ὀκνεῖ δῶρον εἰπεῖν, ἀέθλιον δὲ λέγει αὐτό, οὐχ' ἁπλῶς, ἀλλὰ τιμῶν καὶ οὕτω τὸν γέροντα, ἵνα λάβῃ αὐτὸ ἄεθλον ἀρετῆς ἀποθέτου, ἤδη δὲ καὶ συμβουλῆς, δι' ἧς οἷον συννενίκηκε τῷ υἱῷ Ἀντιλόχῳ. διὰ τοῦτο γὰρ καὶ αὐτῶς διδόναι εἶπεν, ἤγουν οὕτως ἁπλῶς καὶ ἀδιορίστως, διὰ τὸ εὐφημότερον, οὐ θέλει γὰρ δῶρον εἰπεῖν, ὡς εἴρηται, εἰ καὶ ἀληθῶς δῶρόν ἐστιν. [Ἐχρῆν δὲ ἄρα τὸν 4.798 καὶ σοφὸν γέροντα, ἦν δὲ ὅτε καὶ ἀνδρεῖον, γέρας ἔχειν ὑπὲρ ἀμφοῖν ταύταιν ἀρεταῖν, ὑφ' ὧν ὅσα καὶ ξυνωρίδος τιμίας μετέωρος ἔποχος αἴρεται. Ἰστέον δὲ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν, εἰ καὶ μεγίστη τῶν πολιτικῶν ἀρετῶν ἡ ἀνδρία ὑπελαμβάνετο εἶναι, ὅμως οὐδὲ τοῦ σοφοὶ εἶναι ἀπείχοντο οἱ ἀνδριζόμενοι. ἦν γάρ, φασί, χρεία καὶ τῇ ἀνδρίᾳ σοφίας, ὡς δηλοῖ Παλαμήδης, καί τι καὶ Ἡρακλῆς. περιᾴδεται δὲ καὶ ἱστορία ∆ίκτυος, ὃς ἦν στρατιώτης ὑπὸ τῷ Ἰδομενεῖ. τῶν τε ὕστερον μεγάλων Ῥωμαίων πολλοὶ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἦσαν. Ἀλκαῖος δὲ ὁ ποιητὴς κατὰ τὴν ἱστορίαν τοῦ Ἀθηναίου μουσικώτατος γενόμενος, ὅμως «μαρμαίρει», φησί, «μέγας δόμος χαλκῷ», καὶ ἄλλα τοιαῦτα. καίτοι ἥρμοττεν ἴσως τὴν οἰκίαν εἰπεῖν πλήρη αὐτῷ εἶναι μουσικῶν ὀργάνων. καὶ Ἀρχίλοχος δέ, ἀγαθὸς ὢν ποιητής, «εἰμὶ δ' ἐγώ», φησί, «θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος καὶ Μουσάων ἐρατὸν δῶρον ἐπιστάμενος». Λακεδαιμόνιοι δὲ μετὰ αὐλῶν ἐστρατεύοντο, Κρῆτες