μετὰ λύρας, Λυδοὶ μετὰ συρίγγων καὶ αὐλῶν, Γέται δὲ κιθάρας ἔχοντες ἐπικηρυκείας ἐποιοῦντο, φησί, καταπραΰνοντες τῶν ἐναντίων τὰς ψυχάς. τοιοῦτον ἄρτυμα τῶν τε ἄλλων ἀρετῶν καὶ τῆς ἀνδρίας ἡ σοφία.] (ῃ. 621) Ὅρα δὲ καὶ ὅτι τῶν ἀπηριθμημένων τεσσάρων ἀγωνισμάτων τὸ τῆς πάλης μόνον ἁπλῶς ἔφη, εἰπὼν «οὐδὲ παλαίσεις», τὰ δὲ λοιπὰ περιέφρασε, τὸ πυγμαχήσεις, τὸ ἀκοντίσεις, τὸ δραμῇ. (ῃ. 634-7) Τῇ δ' αὐτῇ τάξει τῶν ἀγώνων καὶ Νέστωρ μετ' ὀλίγα χρήσεται ἀπὸ τῆς πυγμικῆς ἀρξάμενος ἐν τῷ «πυγμῇ μὲν ἐνίκησα» καὶ ἑξῆς. Σημείωσαι δὲ ὡς, εἰ καὶ εἰς τέσσαρας Ἀχιλλεὺς τοὺς ἀγῶνας περιγράφει κατὰ σπουδήν, οὐ γὰρ ἦν ἀνάγκη καὶ ἀκριβοῦν, ἀλλ' οἱ ἐπὶ τῷ Πατρόκλῳ πλείους φανήσονται ἐν τοῖς ἐφεξῆς. ὁ μὲν γὰρ ἱππέων ἤδη δρόμος, ὃν ∆ιομήδης νενίκηκε, εἶτα πυγμή, ἣν νικᾷ 4.799 Ἐπειός, ἑξῆς πάλη, ἧς ἢ ἀμφήριστον τὸ τέλος ἢ Ὀδυσσεῖ τὰ τῆς νίκης προσλογίζεται, μεθ' ἣν ποδῶν τάχος, ὃ νικᾷ Ὀδυσσεύς, ἐπὶ δ' αὐτῷ ὁπλῖται, καὶ εὐδοκιμεῖ κἀνταῦθα ∆ιομήδης κατὰ Αἴαντος, μεθ' οὓς δίσκος, καὶ ὑπερβάλλει Πολυποίτης, ἐφεξῆς τόξον, καὶ εὐστοχεῖ Μηριόνης, ἐφ' οἷς ἄκων. καὶ λαμβάνει τὸ πρῶτον ἄεθλον Ἀγαμέμνων, λοῖσθος μὲν ἐν ἀγωνισταῖς ἀναστὰς ὁ ἄριστος, οὐ πύματος δὲ ἐκπεσών. ἐν οἷς καὶ τηρητέον ὡς ὁ τηλικοῦτος Αἴας κατὰ πᾶν ἀγώνισμα δυσπραγεῖ, ὃ μετῆλθε· τὴν πάλην, τὸν δίσκον, τὴν ὁπλιτικήν. καὶ ταῦτα μὲν ἐνταῦθα. ἐν τῇ Ὀδυσσείᾳ δὲ ἀγῶνες οὗτοι παρὰ Φαίαξι. θέειν ὄχ' ἄριστος ὁ δεῖνα· πάλῃ ἐνίκα πάντας ὁ δεῖνα· ἅλματι δὲ ὁ δεῖνα προφερέστατος ἦν· πὺξ δὲ ὁ δεῖνα ἦν ἀγαθός· Ὀδυσσεὺς δὲ δίσκῳ ὑπερβαλὼν εἶτα προκαλεῖται τὸν βουλόμενον πειράσασθαι ἢ πὺξ ἢ πάλῃ ἢ ποσίν. οἱ μέντοι τὰ περὶ ἱερῶν ἀγώνων ἐπισκεψάμενοι οὕτως ἐμμέτρως τοὺς ἄθλους μετροῦσιν «ἅλμα ποδῶν, δίσκου τε βολὴ καὶ ἄκοντος ἐρωή, καὶ δρόμος ἠδὲ πάλη, μία δ' ἔπλετο πᾶσι τελευτή». καὶ τοῦτό ἐστι, φασί, πένταθλον. ἕτεροι δὲ οὕτως· ἅλμα, πάλη, δίσκευμα, κοντὸν καὶ δρόμος. εἴδη δὲ δρόμου δίαυλος, δολιχός, τέθριππον, κέλης, ἀπήνη. μανθάνομεν δὲ καὶ μουσικοὺς ἐπὶ τάφοις ἀγῶνας εἶναι. οὐκοῦν ἀορισταίνει ὁ τῶν ἄθλων ἀριθμός; κἀκεῖνο δὲ ἰστέον, ὡς οὐ πάντως ἐξ ἀνάγκης ὁ ἱππικὸς ἀγὼν προήγετο, ἀλλ' ὡς ἐπὶ πολύ. μετ' ὀλίγα γοῦν δηλώσει ὁ ποιητὴς ἐν Βουπρασίῳ ἡνιοχικὸν ἀγῶνα ὕστερον τελεσθέντα, εἰπὼν τὰ μέγιστα ἐν τῷ τοιούτῳ ἀγῶνι λείπεσθαι ἄεθλα. ὅτι γὰρ τὸ λείπεσθαι ὑστερότητα σημαίνει, δῆλον καὶ ἐκ τοῦ «πέμπτον δ' ὑπελείπετ' ἄεθλον», ἤγουν ὕστερον ἔμεινεν. ὁ δὲ Κωμικὸς καὶ ἡ κυριολεξία ὑπολείπεσθαι ἐν δρόμῳ λέγει καὶ τὸν ὑστεροῦντα ἐν 4.800 τῷ τρέχειν. καὶ οὕτω μὲν ταῦτα. (ῃ. 621 ς.) Τί δὲ τὸ πύξ καὶ τίς ἡ ἀκοντιστύς, ἑξῆς δηλωθήσεται, ἧς τὸ ἀνάλογον κατὰ τὸ ὀτρυντύς, ἐδητύς, βρωτύς. Ὅρα δὲ καὶ ὅτι κοσμεῖ τοὺς λόγους παρίσοις ὁ καλὸς ῥήτωρ, τῷ μαχήσεαι, εἰσδύσεαι, θεύσεαι. ποιητικὰ δὲ ταῦτα καὶ πρέποντα Ὁμήρῳ. (ῃ. 623) Τὸ δὲ «γῆρας ἐπείγει» εὐφήμως καὶ αὐτὸ ἐρρέθη κατ' ἔλλειψιν. δῆλον γὰρ ὡς εἰς Ἅιδου κατεπείγει καὶ πρὸς θάνατον. Ὅτι λαβὼν ὁ γέρων ῥήτωρ τὴν φιάλην οὐχ' ὡς ἀεθλεύσων, κωλύει γὰρ τὸ γῆρας, ποιεῖ ὅμως τὸ βουλητὸν Ὁμήρῳ, καὶ συνήθως ἱστορεῖ τινα προσήκοντα τῷ καιρῷ. καὶ μὴ ἔχων ἔργοις ἀγωνίζεσθαι ἀθλεῖ ἀναμνηστικῶς οἷς πάλαι ἀγωνισάμενος εὐδοκίμηκε. (ῃ. 626-8) Καὶ πρῶτα τέως φησίν, ὃ δὴ πᾶς γέρων ὁμολογήσοι ἂν καθ' ἑαυτοῦ «ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα, φίλος», ἤγουν ὦ φίλε, «πόδες, οὐδέ τε χεῖρες ὤμων ἀμφοτέρωθεν ἀπαΐσσονται», ἢ «ἐπαΐσσονται, «ἐλαφραί». (ῃ. 628) Καὶ ὅρα τὸ «ἐλαφραί». κινοῦνται μὲν γὰρ ὡς καὶ οἱ πόδες, οὐ κοῦφα δὲ οὐδ' αὐταί, ὡς καὶ παλαῖσαι καὶ πάντα τὰ δέοντα καλῶς διαχειρίσασθαι. Ἰστέον δὲ ὅτι τὸ χεῖρας ἀμφοτέρωθεν μὴ ἐλαφρὰς ἀΐσσεσθαι καὶ τοῖς ποσὶ προσαρμόττει τοῦ γέροντος. οὐδὲ γὰρ οὐδ' αὐτοὶ τῷ γέροντι ἔχουσιν ἐλαφροὶ ὁρμᾶσθαι, καὶ ὅτι ἀπὸ τῆς ἐλάφου τὸ ἐλαφρὸν κυρίως ἐπὶ ποδῶν, οἳ κοῦφα θέοντες ἐλαφροὶ ἂν κυρίως λέγοιντο ὡς οἷον ἐλαφηροί. ὠκύπους γὰρ ἡ ἔλαφος. Ἰστέον δὲ ὡς τὸ μὲν ἀδρανὲς τῶν ποδῶν καὶ τῶν χειρῶν τοῦ Νέστορος πρὸς σαφήνειαν εἴρηται