τοῦ «ἤδη γὰρ χαλεπὸν γῆρας ἐπείγει». αὐτὸ δὲ πάλιν ἐρρέθη πρὸς ἔνδειξιν τοῦ μὴ ἀφυῶς μὲν ἔχειν πρὸς ἆθλα τὸν Νέστορα, ἀσθενῶς δὲ διὰ βαθὺ γῆρας. (ῃ. 627 ς.) Ὅρα δὲ ὅτι ἐν ἄλλοις εἰπὼν «γυῖα, πόδες καὶ χεῖρες ὕπερθεν», ἐνταῦθα περιέφρασεν ἐν ὀλίγῳ στίχῳ τὸ «χεῖρες ὕπερθεν». καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (ῃ. 629) Τῶν δὲ ἐφεξῆς λόγων τοῦ γέροντος τὸ μὲν προοιμιακὸν νόημα, ὁποῖον καὶ ἀλλαχοῦ «εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη», ὡς μὴ ἀρκοῦν ἡβᾶν τινα, εἰ μὴ καὶ 4.801 βίην ἔχει. (ῃ. 629-33) Ἡ δ' εὐθὺς ἱστορία, ἣν χορηγεῖ ὁ γέρων ῥήτωρ τῷ ποιητῇ, τοιαύτη «ἡβώοιμι, ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα· ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετο, οὔτ' ἂρ Ἐπειῶν οὔτ' αὐτῶν Πυλίων οὔτ' Αἰτωλῶν μεγαθύμων, τῶν ἐκεῖ δηλαδή, ὡς εἰκός, μετοίκων, ἢ καὶ ἄλλως, τῶν παρατυχόντων τῷ ἀγῶνι, ὡς ὑποδηλοῖ μετ' ὀλίγα ὁ νικηθεὶς τότε παρ' αὐτοῦ Ἀγκαῖος Πλευρώνιος, ἤγουν πολίτης Πλευρῶνος τῆς Αἰτωλικῆς. (ῃ. 634-7) Εἶτα ὁ γέρων ἱστορῶν καὶ οὓς ἐνίκησε, φησί «πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν· Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δ' ὑπειρέβαλον Φυλῆα τε καὶ Πολύδωρον». καὶ μέχρι τούτων ἀήττητος ἐκβὰς εἶτα ὁμολογεῖ μὲν ἧτταν αὐτοῦ ἐπὶ μείζονι ἄθλῳ. ὑπεραπολογεῖται δὲ κατὰ τοὺς αἰσχυντηλῶς ἐν τοῖς τοιούτοις ἔχοντας, εἰπὼν (ῃ. 638-42) ὅτι «οἴοισιν», ὅ ἐστι μόνοις, «με ἵπποισι παρήλασαν Ἀκτορίωνε, πλήθει πρόσθε βαλόντες, ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόφι», ἤγουν ἐν τῷ ἱππεύειν ἢ παρὰ τοῖς ἵπποις, «λείπετ' ἄεθλα. οἳ δ' ἂρ ἔσαν δίδυμοι. ὃ μὲν ἔμπεδον ἡνιόχευεν· ἔμπεδον ἡνιόχευεν. ὃ δ' ἄρα μάστιγι κέλευε», καὶ τὰ ἑξῆς, ἱστορίαν μὲν οὐκέτι παλαιὰν ἔχοντα, χρήσιμα δὲ ἄλλως εἰς πεζολογίαν τοῖς χρῄζουσιν, ὡς ἑξῆς ἐκτεθήσονται. Ἰστέον δὲ ὅτι περὶ Ἐπειῶν μὲν καὶ Βουπρασίου ἐν τῇ Βοιωτίᾳ γέγραπται, [καὶ περὶ Αἰτωλῶν δέ, οὓς ἡ ἱστορία ψέγουσα λέγει ὅτι διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. (ῃ. 633) Τὸ δὲ «οὔτ' αὐτῶν Πυλίων» ἐξοχικῶς εἰρῆσθαι δοκεῖ, ὡς τῶν Πυλίων ἐξόχων καὶ τότε ὄντων ἀεθλεύειν ἐν τοῖς ἐκεῖ. πολλαχοῦ γὰρ εὕρηται ἡ αὐτὸς ἀντωνυμία ἐξοχική.] (ῃ. 635) Τὴν δὲ τοῦ 4.802 Ἀγκαίου κλῆσιν πεπλάσθαι φασί τινες ὑπὸ τοῦ ποιητοῦ δεξιῶς οἷα ὄνομα οἰκεῖον παλαιστῇ παρὰ τὸ «ἀγκὰς δ' ἀλλήλων λαβέτην». τάχα δέ, φασί, καὶ τὸ Πλευρώνιος παρὰ τὰς πλευρὰς διὰ τὸ «πυκναὶ σμώδιγγες παρὰ πλευράς». ἄλλως μέντοι Αἰτωλός, ὡς εἴρηται, ὁ Πλευρώνιος. πόλις γὰρ Αἰτωλῶν ἡ Πλευρών. εἰ δὲ καὶ ὁ Ἀγκαῖος οὗτος, ὡς ἐρρέθη, πέπλασται, ἀλλ' εἰσὶ παρὰ τῇ ἱστορίᾳ ἕτεροι Ἀγκαῖοι λόγου ἄξιοι, ὧν εἷς ἤκουσε τὸ παροιμιῶδες ἐκεῖνο, οὗ μέμνηται καὶ Λυκόφρων παραφραστικῶς τὸ «πολλὰ μεταξὺ χείλους καὶ κύλικος». (ῃ. 635) Τὸ δὲ «ὅς μοι ἀνέστη», ἤγουν κατ' ἐμοῦ, ἢ ἄλλως ἐλλειπτικῶς ἀνέστη παλαίσων, ἁπλῶς ἐρρέθη πρὸς ἀναπλήρωσιν στίχου, καθὰ καὶ κατωτέρω τὸ «ἐσθλὸν ἐόντα». [(ῃ. 636) Τὸ δὲ «πόδεσσι παρέδραμον» πρὸς διαστολὴν ἐρρέθη τοῦ ἡνιοχικῶς παρατρέχειν, καὶ ἄλλως δὲ κατὰ νοῦν, ὁποῖον τὸ «ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις».] Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν ἀγῶσι καὶ τὰς κυριολεξίας, τὸ «παρέδραμον», τὸ «ὑπερέβαλον», ὅ ἐστιν ὑπερηκόντισα, καὶ τὸ «παρήλασαν», ἀντὶ τοῦ ἐλαύνοντες ἐνίκησαν, καὶ ὅπως ἐφιλοτιμήσατο μονόστιχον εἰπεῖν ἑκάστην τοῦ γέροντος νίκην τύπῳ ἐπιγράμματος, καὶ ὅτι φιλαλήθης ὁ γέρων δοκεῖ προσθεὶς καὶ ἧτταν τοῖς κατ' αὐτὸν ἀριστεύμασιν. (ῃ. 638) Ἀκτορίωνες δὲ παῖδες Ἄκτορος, Κτέατος καὶ Εὔρυτος, ἀνδρεῖοι καὶ ἡνιοχικοί, ῥηθέντες που καὶ Μολίονες παρ' Ὁμήρῳ παρὰ δὲ τοῖς ὕστερον Μολιονίδαι. οὓς Ὅμηρος μὲν διδύμους ἱστορεῖ ἁπλῶς, οἱ δὲ κατ' Ἀρίσταρχονοὐχ' οὕτως οἷον κατὰ τοὺς ∆ιοσκόρους, ἀλλὰ κατὰ τὸν Ἡσιόδου μῦθον καὶ διφυεῖς, δύο μὲν ἔχοντας σώματα, συμπεφυκότας δέ γε ἀλλήλοις. (ῃ. 639) Οὗτοι παρήλασαν τὸν Νέστορα, ὡς αὐτός φησι, πρόσθε βαλόντες τοὺς ἑαυτῶν δηλαδὴ ἵππους κατὰ τὸ «τοὺς σοὺς πρόσθε βαλών», περὶ οὗ εἴρηται, καὶ οὐχ' 4.803 ἁπλῶς οὕτω παρήλασαν,