ἀπὸ τοῦ ἄλγους ἐτυμολογοῦντες εὑρίσκονται τροπῇ τοῦ ˉλ εἰς ˉρ.] (ῃ. 655) Τὸ δὲ «ἑξέτεα» διφορεῖται κατὰ τὸν τόνον, καὶ ζητητέον περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν, ἔνθα ἐρρέθη τὰ τοιαῦτα καὶ ὀξύνεσθαι κατὰ τὰς εὐθείας καὶ βαρύνεσθ 4.808 αι. (ῃ. 660) Τὸ δὲ πύξ ἀπὸ τοῦ πτύσσω πτύξω ἀποβολῇ τοῦ ˉω γίνεται. πτύσσοντες γὰρ τοὺς τῆς χειρὸς δακτύλους καὶ οὕτω στρυφνοῦντες εἰς πύκνωσιν οἱ πυγμάχοι ἀθλοῦσιν, εἰς γρόνθον συστρέφοντες, ὅπερ κόνδυλόν φασιν οἱ σοφοί, [ῥῆμά τε παράγοντες ἐξ αὐτοῦ τὸ κονδυλίζειν, ἤγουν τοιούτῳ κονδύλῳ παίειν, καὶ παροιμίαν προάγοντες τὴν «δὸς ἄρτον», τυχόν, «καὶ κόνδυλον ὄψον ἐπ' αὐτῷ», ἤγουν χορήγησον τὸ ἀρκοῦν παιδίῳ ἤ τινι τοιούτῳ προσώπῳ, καὶ εἰ μὴ ἀρκεῖται ἀλλ' ὀχλεῖ ἐς πλέον, τότε δὴ ἐπίβαλε ἀντὶ τοῦ ὄψου κόνδυλον, παίσας δηλαδὴ τὸν ἄφρονα.] Ἐκ δὲ τοῦ τοιούτου πτύσσω, ἀφ' οὗ τὸ πύξ, καὶ τὸ πυκνόν γίνεται καὶ ὁ πύξος. καὶ ταῦτα μὲν ἐκ τοῦ πτύξω. ἡ δέ γε πυγμή καὶ ὁ πυγμάχος καὶ ἡ πυγμαχία καὶ τὸ ἐξ αὐτῶν πυγμαχεῖν ἐκ τοῦ ἔπτυγα, μέσου παρακειμένου, σύγκεινται. διὸ καὶ ἔχουσι τὸ ˉγ. [Ἢ μᾶλλον πυγμὴ μὲν ἐκ τοῦ ἔπτυγμαι παθητικοῦ παρακειμένου, ἀπὸ δὲ τοῦ ἔπτυγα σὺν τοῖς ἄλλοις καὶ ἡ πυγὼν καὶ αἱ κατὰ σῶμα πυγαὶ καὶ τὸ πυγούσιον μέτρον. τοῦ δέ γε εἰρημένου παρακειμένου καὶ οἱ Πυγμαῖοι ἤρτηνται, περὶ ὧν, εἰ καὶ προγέγραπται, ὅμως καὶ νῦν μνηστέον οὐκ ἀσυντελῶς, ὡς οἱ τοιοῦτοι μικροὶ ἄνδρες, οἳ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν εἰς ὄχημα χρῶνται. κατὰ δὲ Μενεκλῆν, καθὰ γεράνοις πολεμοῦσιν, 4.809 οὕτω καὶ πέρδιξιν, ὧν τινας τὸ ῥύγχος οὐ κινναβάρινον ἔχειν ἐκεῖνός φησι. λέγεται δὲ καὶ γυναῖκα εἶναι διάσημον ἐν αὐτοῖς, Γεράναν τοὔνομα, ἣ κατὰ θεὸν τιμωμένη ταπεινούς, φασίν, ἦγε τοὺς θεοὺς καὶ μάλιστα Ἥραν. διὸ ἀγανακτήσασα ἐκείνη μετεμόρφωσε τὴν ἀλαζόνα εἰς ἀπρεπῆ ὄψιν ἀπορνιθώσασα, πολέμιόν τε καὶ στυγητήν, φασί, κατέστησε τοῖς τιμήσασι Πυγμαίοις. Τοῦ δὲ ῥηθέντος ἔπτυγμαι παράγωγον καὶ τὸ τοῦ πέπλου πτύγμα καὶ ὁ πύκτης. ἐκβληθέντος τοῦ ταῦ ἐκ τοῦ πῖ διὰ καλλιφωνίαν. ἐξ αὐτοῦ δὲ παράγωγον ῥῆμα τὸ πυκταλίζειν, οὗ χρῆσις παρὰ Ἀνακρέοντι, οἷον «ὡς μὴ πρὸς τὸν ἔρωτα πυκταλίζω», ἤγουν πυκτεύω. ὡς δὲ ἐκ τοῦ πτύσσω πτύξω γίνεται καὶ τὸ πτύξ πτυχός, καὶ τὸ Πνύξ Πυκνός, ὄνομα δικαστηρίου Ἀττικοῦ, ὅπερ ἡ κοινὴ χρῆσις Πνυκός κλίνει, καὶ ἀλλαχοῦ σαφῶς δεδήλωται.] Ἀπόλλωνος δ' ἐνταῦθα μέμνηται ὁ ποιητὴς διὰ τὸ δοκεῖν ἐναγώνιον εἶναι καὶ αὐτὸν ὁμοίως τῷ Ἑρμῇ. (ῃ. 661) Τὸ δὲ «γνώωσι πάντες» τὸ ἀναγκαίως ἀναμφήριστον τῆς νίκης δηλοῖ. (ῃ. 664) Ὅτι «ἀνὴρ ἠΰς τε μέγας τε ἦν εἰδὼς πυγμαχίης, υἱὸς Πανοπῆος, Ἐπειός», δειλὸς μέντοι καὶ ἀπόλεμος, ὡς καὶ Λυκόφρων ἱστορεῖ. (ῃ. 669-71) ∆ιὸ καὶ αὐτὸς εἰπὼν ἐνταῦθα ὅτι «εὔχομαι», ὅ ἐστι καυχῶμαι, «εἶναι ἄριστος πυγμῇ», ἐπάγει, «ἢ οὐχ' ἅλις ὅττι μάχης ἐπιδεύομαι», καὶ ἑξῆς. 4.810 προϊὼν μέντοι γελοῖος ἐν τῷ δισκεύειν εὑρεθήσεται ὁ τὴν πυγμὴν ἄριστος. ὡς γὰρ αὐτὸς γνωματεύων φησὶν «οὐδ' ἄρα πως ἦν ἐν πάντεσσιν ἔργοισι δαήμονα φῶτα γενέσθαι», ὅπερ ὅμοιόν ἐστι τῷ οὐκ ἄρα θεὸς πάντα δῶκεν ἀνθρώποις. (ῃ. 667-9) Οὕτω δὲ θαρρεῖ τὴν πυγμαχίαν ὁ Ἐπειός, ὥστε τῆς ἡμιόνου ἁψάμενος εἰπεῖν «ἆσσον», ἤγουν ἐγγύς, «ἴτω ὅστις δέπας οἴσεται», τὸ δευτερεῖον δηλαδή «ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντα, ἐπεὶ εὔχομαι εἶναι», ὡς ἐρρέθη, «ἄριστος», κατὰ τὴν πρόκλησιν δηλαδὴ τοῦ Ἀχιλλέως, εἰπόντος «ἄνδρε κελεύομεν ὥ περ ἀρίστω πὺξ πεπληγέμεν», ὡς εἴρηται. (ῃ. 672-5) Εἶτα καὶ ἀπειλούμενος εὐμεθόδως καὶ πρὸς ἀλήθειαν τῷ ἀντιπάλῳ φησὶν «ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σὺν δ' ὀστέ' ἀράξω· κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων», ἤτοι μενέτωσαν, «οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα». καὶ αὐτίκα ἔοικεν ἑλεῖν τὸ ἔπαθλον. ἀμέλει μετὰ τὸν ἀγῶνα οὐ μέμνηται τούτου ὁ ποιητής, ἀλλὰ τῶν τοῦ Εὐρυάλου ἑταίρων, οἳ «ἐκόμισαν», φησί, «δέπας ἀμφικύπελλον». (ῃ. 673) Ὅρα δ' ἐν τούτοις τὴν τῶν γοργῶν παρίσων ἁβρότητα, ἐν οἷς λαλεῖ ὁ θαρρῶν ἄριστος ἀθλητής,