λαβών. Ἰστέον δὲ ὅτι τὸν Ὀδυσσέα εἰπὼν ἄγχι μάλα, ὡς ἐρρέθη, τοῦ Αἴαντος εἶναι, ὁρίζει εὐθὺς τὸ «ἄγχι μάλα» ἐν τρισὶ νοήμασι, τῷ ἐκ προστηθείου γυναικείου κανόνος, καὶ τῷ ἀπὸ τοῦ κατ' ἴχνη, ὅ φασι, θέειν, καὶ τῷ καταπνέειν τὴν τοῦ Αἴαντος κεφαλὴν ὡς κολοβωτέρου, φασίν, ὄντος. (ῃ. 760-7) Φησὶ οὖν «ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ, πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει στήθεος, ὣς Ὀδυσσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' 4.831 ἀϋτμένα», ἤγουν ἔχεεν πνοήν, «δῖος Ὀδυσσεύς, αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ», ἢ «ἱεμένων», «μάλα δὲ σπεύδοντι κέλευον», ὅπερ παροιμίαν ἀπετέλεσε τὴν λέγουσαν «σπεύδοντα ἐποτρύνεις», ᾗπερ ἀνόμοιον τὸ «κοιμώμενον ἐξεγείρεις». (ῃ. 761) Τὸ δὲ «κανών» οὐ συντακτέον μετὰ τοῦ «στήθεος», ἀλλ' ἰδίᾳ καθ' αὑτό. ἔστι γὰρ ὁ νοῦς, ὅτι ἄγχι μάλα Αἴαντος ἦν Ὀδυσσεύς, καθάπερ στήθεος γυναικὸς ἄγχι μάλα ἐστὶν ὁ τοιόσδε κανών. ἔοικε δὲ ξύλον εὐθὺ εἶναι ὁ ῥηθεὶς κανών, τορευτόν, οἷα εἰκός, [ὁμώνυμον τῷ ἀπορθοῦντι τὰ ξεόμενα κανόνι,] χρήσιμον γυναιξὶν ἢ κλώθειν ἢ ἄλλως νῆμα ἐξέλκειν ἐν τῷ πρὸ τοῦ στήθους ἢ κρατεῖσθαι ἢ ἵστασθαι. σαφὲς γάρ τι οὐκ ἐτύχομεν γνῶναι ἀπὸ τοῦ μαθεῖν κάλαμον μίτων τὸν κανόνα εἶναι ἢ ἐργαλεῖον ἀτρακτῶδες εἴτε ἠλακατῶδες. Τανύεται δὲ χερσὶν ὁ τοιοῦτος κανὼν ἀντὶ τοῦ τετανυσμένος εἰς ὀρθὸν ἵσταται, ἢ καὶ ἄλλως τανύεται, ὡς καὶ ἄρουρα οἶδεν αὔξειν ἀσταχύεσσιν. αὐτή τε γὰρ σταχύων αὐξομένων αὔξεσθαι λέγεται, καὶ ὁ κανὼν διὰ τὸ ἐξελκόμενον ἀπ' αὐτοῦ πηνίον τανύεσθαι εἴρηται. (ῃ. 762) Πηνίον δὲ παρὰ τὸν Πᾶνα, ὅς ἐστι, φασίν, εὑρετὴς ὑφαντικῆς, ἀφ' οὗ καὶ τὸ πανίον, ἡ 4.832 ἀγοραία λέξις. ἐκ δὲ τοῦ πηνίου καὶ τὸ ἐκπηνίζειν παρὰ τῷ Κωμικῷ. καὶ ἡ Πηνελόπη δὲ ἀπ' αὐτοῦ, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐρρέθη, καὶ τὸ χρυσεοπήνιτον. ἑρμηνεία δὲ τοῦ πηνίου τὸ μίτον. πηνίον γὰρ τὸ εἰς μίτον χρήσιμον, ὃς δὴ μίτος ἢ ὁ αὐτὸς τῷ πηνίῳ ἐνταῦθά ἐστι, διασαφητικὸς ὢν τοῦ πηνίου, ἢ ἀντιδιαιρεῖται τῷ στήμονι καὶ τῇ κρόκῃ, ἣν καὶ ῥοδάνην φασίν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. γενικὴ δὲ λέξις ἐν τούτοις καὶ τὸ νῆμα. Τὸ δὲ «παρέκ» ὅτι ἐκ δύο προθέσεων σύγκειται, καὶ ὅτι καὶ παρέξ λέγεται, ὅτε φωνῆεν ἔμπροσθεν εἴη ὡς τὸ «παρὲξ ἅλα», καὶ ὅτι διφορεῖται κατὰ τὴν σύνταξιν, καὶ ὅτι ἐκ τούτου τὸ πάρεξ ἐπίρρημα παρὰ τοῖς ὕστερον ἐπινενόηται, καὶ ὅτι διάστασιν μὲν δηλοῖ διὰ τῆς ˉἐˉκ ἢ ˉἐˉξ, ἐγγύτητα δὲ διὰ τῆς ˉπˉαˉρˉα, δῆλα μᾶλλον ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (ῃ. 764) Ἴχνιον δὲ παρῆκται μὲν ὡς καὶ τὸ ἀέθλιον, καθὰ πρὸ ὀλίγων γέγραπται. ὀφεῖλον δὲ δασύνεσθαι ὡς ἀπὸ τοῦ ἱκνῶ, ψιλοῦται διὰ τὸ ˉχ, οὗπερ οὐ δύναται προκαθῆσθαι δασεῖα δίχα τοῦ ᾗχι, ὃ δηλοῖ τὸ ὅπου. Τὸ δὲ τύπτειν πάνυ καιρίως ἐνταῦθα ἔχει τῆς ὀνοματοποιΐας. κἂν ἐπ' ἄλλων τινῶν ῥηθείη, ἐντεῦθεν ἐκεῖ μετέπεσεν, οἷον ὁ βουτύπος, καὶ μάλιστα ὁ χοροιτύπος ὁ ἐν τῷ χορεύειν τύπτων γῆν. τὸ τύμπανον ἐντεῦθεν μὲν καὶ αὐτό, δηλοῖ δὲ ἦχον τραχύτερον. Καιρίως δὲ καὶ τὸ ἀμφιχυθῆναι ἐπὶ κόνεως ἔφη, [ἐφ' ἧς ὥσπερ τὸ χύω, οὕτω καὶ 4.833 ὁ χοῦς κυριολεκτεῖται.] (ῃ. 765) Ὁ δὲ ἀϋτμήν κλίνεται μὲν ὡς ὁ ποιμήν, ὁ αὐτὸς δέ ἐστι τῇ ἀϋτμῇ, ὅ ἐστι τῇ πνοῇ. καὶ γίνεται ἀπὸ τοῦ ἄω, καὶ παραγώγως ἀΰω, καθ' ὁμοιότητα τοῦ ἄω ἀΰω, τὸ φωνῶ. ἐκ δὲ τοῦ προρρηθέντος ἄω καὶ τὸ ἄσθμα γίνεται. (ῃ. 766) Τὸ δὲ «ἴαχον πάντες Ἀχαιοί» διὰ τὸν ἱέμενον ἢ τοὺς ἱεμένους νίκης παρακολούθημα καὶ αὐτὸ ἀγῶνος, ὡς τῶν θεατῶν συναγωνιώντων τοῖς τοιούτοις, οἳ συνδιατιθέμενοι ἐρίζουσιν, ἰάχουσι, σιωπῶσιν αὖθις, ἡδὺ γελώσιν, ἄχθονται, παιανίζουσι, καὶ ὅλως παντοῖοι γίνονται. (ῃ. 768-70) Σημείωσαι δὲ ὅτι, ὡς μετ' ὀλίγα ἐπὶ τῆς τοξείας, οὕτω κἀνταῦθα ἐνέργεια εὐχῆς ἐν τῷ «εὔχετο Ἀθηναίῃ ὃν κατὰ θυμόν» Ὀδυσσεύς, «κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖϊν». Καὶ ὅρα συντομοτάτην προφορὰν εὐχῆς διὰ τὸ μὴ εἶναι πολυλογίας καιρόν. (ῃ. 773-83) Ὤνησε δὲ τὸν Ὀδυσσέα ἡ εὐχὴ οὕτω «ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξεσθαι ἄεθλον, ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψε γὰρ