γάρ, φησί, καὶ ἀποκναίει τινὰ τὸ μήκιστον τῆς ὁδοῦ, ἀλλὰ τὸ τοῦ σόλου χρειῶδές τε καὶ πολύχρηστον ἐφελκύσεται τὸν νικητὴν μὴ ἀμελῆσαι νῦν αὐτοῦ. Τὸ δὲ «πίονες» αὔξει τὸ τοῦ σόλου μέγεθος. οἱ γὰρ τοιοῦτοι καὶ πολλοῦ τοῦ σιδήρου διὰ τὸ τῆς ἐργατείας συχνόν τε καὶ ἐπιμελὲς 4.846 δέονται. [Κεῖται δὲ καὶ εἰς βιωτικὴν παραγγελίαν, ὡς μὴ δέον ὂν ἀγροὺς κτᾶσθαί που, εἰ μὴ γῆν εὑρήσει τις πίονα.] (ῃ. 834) Τὸ δὲ «ἀτεμβόμενος» σκορακιστέον μὲν ἐν γραφῇ πεζῇ, δηλοῖ δὲ καὶ νῦν συνήθως τὸ στερισκόμενος. σκοπητέον δὲ διὰ ζητήσεως εἴτε καὶ ὁ ἁπλῶς δίσκος σόλος που εὕρηται, εἴτε καὶ μόνῳ τῷ αὐτοχοώνῳ κεκλήρωται τοὔνομα. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν σόλον. (ῃ. 836-47) «Ὦρτο δέ», φησί, «μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός», δισκεύσοντες οὗτοι «ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας», ὡς ἔθος, «γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. δεύτερος δ' αὖτ' ἀφέηκε Λεοντεύς, ὄζος Ἄρηος. τὸ τρίτον δ' αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας χειρὸς ἀπὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντα» ἢ «πάντων». «ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσον τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε. τοὶ δ' ἐβόησαν», οἱ θεώμενοι δηλαδή. καὶ ἔστι καὶ νῦν ἡ βοὴ διὰ τὸν νικητήν. Ὅρα δὲ κἀνταῦθα τὸν ποιητὴν ἀφειδῆ τῶν ἐπιθέτων συνήθως. τὸν μὲν γὰρ νικήσαντα Πολυποίτην δὶς μενεπτόλεμον λέγει, ὥσπερ καὶ δῖον τὸν Ἐπειόν, ὃς τέταρτος μὲν ἠρίθμηται, πρῶτος δὲ ἀφῆκε τὸν σόλον διά τε τὸ τῆς φράσεως συνεχές, καὶ ἵνα δὲ μὴ μακρὸς γέλως ταθείη, ἀλλ' ἐγκοπείη ταῖς ἐφεξῆς ῥίψεσι. τὸν δὲ Λεοντέα, ὃν ἁπλῶς ἀφεῖναι εἶπε μηδέν τι πλέον ἐπισημηνάμενος περὶ αὐτοῦ διὰ τὸ τῆς τοῦ σόλου ἀφέσεως ἀφανές, πλείοσιν ἐπιθέτοις τῶν ἄλλων κοσμεῖ, εἰπὼν «Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο», καὶ «Λεοντεύς, ὄζος Ἄρηος», τὸν δὲ Αἴαντα Τελαμωνιάδην καὶ μέγαν Τελαμώνιον Αἴαντα καλεῖ. (ῃ. 839) Τὸ δὲ «ἑξείης», ἕτερον ὂν τοῦ «μεταστοιχί», τὴν κατὰ μέτωπον πάντως τάξιν δηλοῖ. (ῃ. 840) Τὸ δὲ «γέλασαν Ἀχαιοί» τὸ τῆς ῥίψεώς τε δηλοῖ ἀγεννές, καὶ ὅτι, φασίν, οὐδὲ τοὺς πόδας τάχα διέστησεν, οὐδὲ τὰς χεῖρας τεχνικῶς ἐσχημάτισε. (ῃ. 841) Τὸ δὲ «ἀφέηκεν», ὥσπερ καὶ τὸ «ἧκε», ταὐτόν ἐστι τῷ ἔρριψε. (ῃ. 843) Τὸ δὲ «σήματα πάντα» τὰ τῶν δύο δηλοῖ. καὶ εἶχε μὲν δύο εἰπεῖν ἢ δοίω, χαίρει δὲ πάντα λέγων καὶ πάντας καὶ τὰ τοιαῦτα, ὡς μυριαχοῦ φαίνεται. εἰ δὲ ἐν τῷ «ὑπέρβαλεν» εἶχεν εἰπεῖν «ὑπέρπτατο σήματα πάντα», ἀλλ' ἐσίγησεν αὐτὸ φυλάξας τὴν τοιαύτην λέξιν τῇ καλαύροπι, ἵνα μὴ 4.847 τὴν τῶν δισκευτῶν ἀρετὴν αἰσχύνῃ ὡς μὴ βαρέος ὄντος τοῦ δίσκου ἀλλ' οἷον πτηνοῦ δι' ἐλαφρότητα. (ῃ. 845) Καλαῦροψ δὲ ῥόπαλον ἐπικαμπὲς ἐν ἄκρῳ, οὗ τὸ κᾶλον, ὅ ἐστι ξύλον, αὖ ῥέπει. ἅπαξ δὲ καὶ τοῦτο εἴρηται παρὰ τῷ ποιητῇ. ἴσως δὲ ὅμοιόν τί ἐστι καλαύροπι καὶ τὸ παρὰ Θεοκρίτῳ ῥοικὸν λαγώβολον. ἀπὸ τοῦ ῥέπειν γάρ τινες ἐτυμολογοῦσι καὶ τὸ ῥοικόν. πέτεται δὲ κατὰ βοῦς, ὅτε, φασί, τυχὸν χρὴ συμμιγείσας αὐτὰς διακρῖναι. (ῃ. 847) Τὸ δὲ «ὑπέρβαλε παντὸς ἀγῶνος» οὐκ ἐξ ὀρθοῦ τὸ ῥῆμα ἔχει μετὰ γενικῆς, ἀλλ' αὐτὸ μὲν ἀπὸ κοινοῦ προσυπακουόμενον ἔχει τὸ «σήματα πάντα», τὸ δὲ «παντὸς ἀγῶνος» ἔλλειψιν ἔχει προθέσεως, ἵνα ᾖ· διὰ παντὸς ἢ ἐπὶ παντὸς ἀγῶνος. Τὸ δὲ «τοὶ δ' ἐβόησαν» τοῖς τε θεαταῖς ἔθιμον πάθος καὶ τῷ ποιητῇ σύνηθες ἐπιφώνημα, ὅμοιον τῷ «ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοί», καὶ τῷ «ἀτὰρ κελάδησαν Ἀχαιοί». τοῦ δ' αὐτοῦ τύπου καὶ τὸ «οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασαν», καὶ τὸ «γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί», καὶ τὸ «λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε». [(ῃ. 844) Ἰστέον δὲ ὡς οἱ κατὰ τὸν Πολυποίτην ἀφιέντες ἐν τῷ δισκεύειν ἀκρότονοι ἐλέγοντο, καθά, φασί, δηλοῖ τὸ Ἱππῶναξ ὁ ποιητής, καίτοι μικρὸς ὢν τὸ σῶμα καὶ λεπτός, ὅμως ἀκρότονος οὗτος ἦν, ὡς πρὸς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, καὶ ταῦτα τῶν ἐλαφρῶν σωμάτων, ὁποία καὶ ἡ κενὴ λήκυθος, οὐκ ἐχόντων βιαίαν φορὰν διὰ τὸ μὴ δύνασθαί, φασί, τὸν ἀέρα τέμνειν.] (ῃ. 850) Ὅτι τοῖς τοξευταῖς