κείται, παραγομένη ἐκ τῆς αὐλῆς, ἥτις ἐκ τοῦ ἄω, τὸ πνέω, ἐπενθέσει τοῦ ˉυ γίνεται, ὅθεν καὶ ὁ αὐλὸς καὶ ὁ αὐλών. ἀπὸ δὲ τῆς αὐλῆς καὶ τὸ αὔλιον ὑποκοριστικῶς ἢ κατὰ παραγωγήν, ὡς τὸ ἴχνιον, καὶ ἡ αὔλειος θύρα, καὶ ἐπαύλια τὰ μετὰ τὸν γάμον, ὡς δηλοῖ καὶ Παυσανίας, ἐν οἷς λέγει ἐπαυλίαν ἡμέραν, καθ' ἣν ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη πρῶτον ἐπηύλισται, καὶ ἐπαύλια τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τοῦ γάμου δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς φερόμενα τοῖς νυμφίοις ἐν σχήματι πομπῆς. παῖς γάρ, φησίν, ἡγεῖτο, χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα παῖς ἑτέρα κανηφόρος, εἶτα λοιπαὶ φέρουσαι λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μύρα, νίτρα, ἐνίοτε, φησί, καὶ τὴν προῖκα. (ῃ. 33) Ὅτι τὸ «σχέτλιοί ἐστε, δηλήμονες» Ἀπόλλωνος μέν ἐστι λόγος πρὸς τοὺς ἀμφὶ τὸν ∆ία, φαύλοις δὲ ἀνδράσιν ἐπιρρηθήσεται. ἐκ τούτου δὲ παρῳδήσας ἐν Ὀδυσσείᾳ φησὶ «σχέτλιοί ἐστε θεοὶ ζηλήμονες». (ῃ. 35-7) Ὅτι σχῆμα γοργὸν κατὰ κόμμα τὸ «οὐκ ἔτλητε νέκυν σαῶσαι ἀλόχῳ τε ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ καὶ πατέρι Πριάμῳ λαοῖσί τε». κεῖται δὲ καὶ αὐτά, ἐν οἷς Ἀπόλλων ὀνειδίζει θεοῖς, ὡς τοσαῦτα τοῦ Ἕκτορος αὐτοῖς θύοντος, ὅτε ζῶν ἦν, ὑμεῖς, φησίν, οὐκ ἔτλητε οὐδὲ νεκρὸν αὐτὸν περισώσασθαι τοῖς ἑαυτοῦ χάριν ταφῆς, «ἀλλὰ ὀλοῷ», φησίν, «Ἀχιλῆϊ ἐπαρήγετε», καὶ ἑξῆς ὡς εὐθὺς γραφήσεται. (ῃ. 35) Καὶ ὅρα τὸ «οὐκ ἔτλητε», δηλοῦν ὡς ἐχρῆν τλῆναι. καλῶς ἄρα σχέτλιοι προσεχῶς ἐρρέθησαν οἱ τοιοῦτοι, ὡς χρεὼν ὂν σχέσθαι αὐτοὺς καὶ τλῆναι, καθὰ εἴρηται. Ὁ δὲ τοῦ Ἀχιλλέως ἐνταῦθα ψόγος ὑπὸ Ἀπόλλωνος δίγλωσσον καὶ αὐτὸς τὸν ποιητὴν παριστᾷ, παρ' ᾧ καὶ ἔπαινοι τοῦ Ἀχιλλέως κεῖνται καὶ ψόγοι παρεσπαρμένοι πολλαχοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ ∆ιὸς ἀπ' ἐναντίας τοῖς ἄρτι, ὡς οὔτε ἄφρων ὁ Ἀχιλλεὺς οὔτε 4.866 ἄσκοπος οὔτε ἀλιτήμων. (ῃ. 39) Ἀνεκτὸν δὲ «ὀλοόν» Ἀχιλλέα λέγεσθαι πρὸς τοῦ ἐχθροῦ, ὃ καὶ τοῦ ∆ιός ποτε καταλέγεται ἐν τῷ «θεῶν ὀλοώτερος». κεφάλαιον δὲ τοῦ ψόγου ἐνταῦθα τὸ ἀπηνῆ τὸν Ἀχιλλέα εἶναι ὑπὲρ τὸ δέον, ὡς καὶ τὰ ἑξῆς δείξει. (ῃ. 39-45) Ὅτι τοῖς ἀγαπῶσιν ἀπηνῆ ἄνδρα, ὁποῖος ἐνταῦθα λέγεται, ἐρεῖ τις βραχὺ παρῳδήσας τὸ «ἀλλὰ ὀλοῷ ἀνδρὶ βούλεσθ' ἐπαρήγειν, ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν, ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ εἴξας εἶσιν ἐπὶ μῆλα βροτῶν, ἵνα δαῖτα λάβῃσιν· ὣς ὁ δεῖνα ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς γίνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησιν». Ἀπόλλων δὲ ταῦτά φησιν αἰτιώμενος, ὅτι τὸν Ἀχιλλέα ἐφ' οἷς ἀπηνῶς ἔχει ἐφ' Ἕκτορι, οὔτε ἔλεος ὕπεισιν οὔτε αἰδώς. ὧν καὶ θάτερον καταπαύειν οἶδεν ἄμετρον ὀργήν. (ῃ. 40 ς.) Νόημα δὲ γναμπτὸν τὴν ἐπιείκειαν λέγει καὶ τὸ ἐκ μεταμέλου στρεπτὸν κατὰ τὸ «στρεπταὶ δέ τοι φρένες ἐσθλῶν», καὶ κατὰ τὸ «ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη». (ῃ. 42 ς.) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα μετοχὴ ἀντὶ ὁριστικοῦ ῥήματος κεῖται. τὸ γὰρ «ἐπεὶ εἴξας θυμῷ» ταὐτόν ἐστι τῷ «ἐπειδὰν εἴξῃ». τοιοῦτον δὲ ἦν σὺν ἄλλοις καὶ τὸ «μήκων ἥ τ' ἐνὶ κήπῳ καρπῷ βριθομένη», ἀντὶ τοῦ βρίθεται. ἔστι δὲ καὶ ὧδε ὑπαρκτικοῦ ῥήματος ἔλλειψις, ὡς καὶ ἐκεῖ. τὸ γὰρ «ἐπεὶ θυμῷ εἴξας» ταὐτόν ἐστι τῷ «ἐπειδὰν θυμῷ εἴξας εἴη», ὃ περίφρασίς ἐστι τοῦ θυμωθείη. εἰ δ' ἴσως γράφεταί που «ὅς τ' ἐπὶ ἂρ μεγάλῃ τε βίῃ» καὶ ἑξῆς, τότε δὴ ἀπράγμων ἐστὶν ἡ φράσις. λέγει γὰρ ὅτι, ὃς, ἤγουν ὁ λέων, ἐπὶ σθένει καὶ θυμῷ πεποιθὼς εἶσιν ἐπὶ μῆλα, ὃ καὶ νῦν ἁπλῶς δηλοῖ τὰ βοσκήματα. [(ῃ. 42) Ὅρα δ' ἐνταῦθα ἔπαινον Ἀχιλλέως συναναμεμιγμένον οἷς πρὸς Ἀπόλλωνοςἔσκωπται. τὸ γὰρ «μεγάλῃ βίῃ καὶ ἀγήνορι θυμῷ» ἀνδρίαν τῷ ἥρωϊ καὶ θαρραλεότητα ἐπιμαρτύρεται. (ῃ. 43) Ἀστεῖον δ' ἐνταῦθα τὸ «εἴξας». εἴκειν γὰρ δοκεῖ Ἀχιλλεὺς τῇ μεγάλῃ βίᾳ καὶ τῇ ἀγηνορίᾳ, ὅσα καὶ δεσπόταις 4.867 ἐγκελευομένοις αὐτῷ. Τὸ δὲ «ἵνα δαῖτα λάβῃσι» σκώπτει ἐς Ἀχιλλέα, ὡς καὶ μετὰ τὴν ἄνυσιν τοῦ σκοποῦ καὶ τὴν ἐφετὴν ἄγραν ἔτι ἐκθηριούμενον.] (ῃ. 45) Τὸ δὲ περὶ τῆς αἰδοῦς γνωμικόν, δι' οὗ δηλοῦται ὡς ἡ αἰδὼς διπλῆ ἔστιν, ἡ μὲν μέγα βλάπτουσα, ἡ δὲ ὠφελοῦσα, καὶ παρ' Ἡσιόδῳ κεῖται, καὶ Εὐριπίδης δὲ οὕτω δοξάζει,