γέρων, ἀλλ' εὐξάμενος οὕτω παθεῖν. καὶ ἔστι τὸ σχῆμα τοῦ λόγου ὅμοιόν τι τῷ «ἰδόντα με καὶ λίπῃ αἰών». (ῃ. 227) Ἐν τούτοις δὲ ὅρα καὶ τὸ «ἐμὸν υἱόν», δριμέως πρὸς ἐντροπὴν τῆς Ἑκάβης ῥηθέν. αὐτῆς γὰρ οὐκ ἂν εἴη τῆς κωλυούσης τὰ εἰς ἐκείνου τιμήν. καὶ οὕτω μὲν ἐνταῦθα. προϊὼν δὲ καὶ τὸν υἱὸν ἀποσεμνύνων ἀπονοσφίσει πως ἑαυτοῦ, εἰπὼν ἐκεῖνον ἐκ θεοῦ εἶναι, οὐχ' ἁπλῶς μέντοι, ἀλλ' ἐοικέναι. (ῃ. 224) Τὸ δὲ «εἶμι» ἀσυνδέτως εἰπὼν ὁ γέρων εἴποις ἂν ὡς αὐτίκα ὁρμᾶται. διὸ καὶ τὴν φράσιν τῷ ἔργῳ συνετρόχασεν. (ῃ. 227) Ὅρα δὲ καὶ ὅτι τὸ «ἀγκάς» κἀνταῦθα συνέσταλται κατὰ τὴν λήγουσαν, εἴτε ὄνομά ἐστιν εἴτε ἐπίρρημα. (ῃ. 228) Ὅτι τὸ ἀνοῖξαι κιβώτια οὕτω φράζει· «φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγε». λέγει δὲ ἐπιθήματα τὰ πώματα, ἤτοι τὰ σκεπάσματα, παρὰ τὸ ἐπιθεῖναι, τὸ κλεῖσαι, κατὰ τὸ «ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι», ἢ μᾶλλον παρὰ τὸ ἐπιθεῖναι, ἤγουν ἐπάνω θεῖναι. μετ' ὀλίγα γοῦν ἐρεῖ «ταῦτά τε πάντ' ἐπιθεῖτε». ἐντεῦθεν δὲ μεταφορικῶς καὶ ἐπιθεῖναι τὸ ἐπιβαλεῖν, ὡς τὸ 4.893 «ἡμιτάλαντον ἐπιθήσω». Φωριαμὸς δὲ ἢ παρὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι, ὅ ἐστι συνάγεσθαι, ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν. ὀξύνεται δὲ ἡ λέξις κανόνι τοιούτῳ. τὰ διὰ τοῦ ˉαˉμˉοˉς τριβράχεα, μὴ ἐπιθετικὰ ὄντα, βαρύνεται· κάλαμος, Πρίαμος, τὸ ἰταμός ἐπίθετον, τὸ ποταμός ἐκ τοῦ ποτασμός γέγονεν ἀφαιρέσει τοῦ ˉσ. ἔτι δὲ τὰ ἔχοντα τὴν ἄρχουσαν μακρὰν θέσει βαρύνεται· ὄρχαμος, Τύρταμος, Πέργαμος. τὰ δὲ φύσει, εἰ μέν εἰσι κύρια, βαρύνεται· Πύραμος, Τεύταμος. εἰ δὲ μή, ὀξύνεται· χηραμός, οὐλαμός. οὕτω καὶ φωριαμός, ἡ κιβωτός. (ῃ. 22935) Ὅτι τὰ ὑπὲρ Ἕκτορος δῶρα, ὅ ἐστι λύτρα, οὕτω μετρεῖ Ὅμηρος «ἔνθενδώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσσους δ' ἐπὶ τοῖσι χιτῶνας. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες ἐξεσίηνδ' ἐλθόντι» ἢ «ἐξεσίην ἐλθόντι», «μέγα κτέρας». Καὶ ὅρα τὴν τοῦ σκεύους αὔξησιν. καλόν τε γὰρ αὐτὸ καὶ παλαιὸν κειμήλιον εἶναι δηλοῖ, καὶ ἐξεσίας, ἤτοι πρεσβείας, δῶρον, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ ἔθνους ὅλου δῶρον πρεσβεῖ βασιλεῖ. καὶ καλὰ μὲν καὶ τὰ ἄλλα, τοῦτο δὲ καὶ περικαλλὲς καὶ μέγα κτέρας, ὡς καὶ ἀπερείσια σὺν αὐτῷ τὰ ῥηθέντα δῶρα ῥηθῆναι ἐν τοῖς ἑξῆς. διὸ ἐπάγει πρὸς ἐξοχήν, ὡς οὐδὲ τούτου ὁ γέρων ἐφείσατο διὰ τὸν φίλον υἱόν. (ῃ. 235-7) Φησὶ γὰρ «οὐδέ νυ τοῦ περ φείσατ' ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ' ἤθελε θυμῷ λύσασθαι φίλον υἱόν». [Καὶ ἔστιν ὅμοιον τοῦτο πρὸς τὸ «καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον», ἤγουν τὸν ἀργύρεον κρητῆρα, οὗ ποτε ὁ Πριαμίδης Λυκάων ἐξωνήθη. καὶ ἰδοὺ δέπας καὶ τοῦτο περιώνυμον, καθὰ καὶ κρατὴρ ἐκεῖνος.] Καὶ ὅρα ἐν τούτοις ὡς παρελάλησε μὲν ὁ ποιητὴς ἱστορίαν. ἀφῆκε δὲ διασκευάσαι αὐτήν. εἶχε μὲν γὰρ ἱστορῆσαι τὸ τῆς ἐξεσίας αἴτιον, ἀφῆκε δὲ εἰπεῖν, ὡς ἂν μὴ καὶ ἐγκόψῃ τὴν τοῦ λόγου συνέχειαν καὶ ὑπτιάσῃ τὸ ἐναγώνιον τῷ ἀφηγηματικῷ εἴδει ἔξω καιροῦ. εἴρηται δὲ ἐξεσία παρὰ τὴν ἕσιν, τὴν πέμψιν. ὡς γὰρ θήσω θεσία καὶ συνθεσία, καὶ θύσω θυσία, οὕτω καὶ παρὰ τὸν ἥσω δασυνόμενον μέλλοντα, ὡς δηλοῖ τὸ ἀφήσω καὶ μέμψω, ὡς τὸ «ἥσω γὰρ καὶ ἐγώ», ἑσία καὶ ἐξεσία ἡ εἰς πρεσβείαν ἔκπεμψις καὶ ἀποστολή. διό, φασι, καὶ Ἀρίσταρχος δασύνει τὴν λέξιν ἐν τῇ μέσῃ δηλαδὴ συλλαβῇ κατὰ παλαιὰν συνήθειαν, τὴν δηλωθεῖσαν καὶ ἀλλαχοῦ. 4.894 Νεοπτόλεμος δέ, φασίν, ὁ Παριανός, ψιλοῖ, ἀπὸ τοῦ ἐξιέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἵημι ἥσω, ἐξ οὗ ὡς εἴρηται ἐξεσία, ἡ ἔκπεμψις, κεῖται καὶ ἐν τῇ λʹ ῥαψῳδίᾳ τὸ ἐξέμεν ἀντὶ τοῦ ἐκπέμψαι. χρῆσις δὲ τῆς ἐξεσίας καὶ ἐν Ὀδυσσείᾳ. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃ. 229) Πέπλοι δὲ γυναικεῖον φόρημα κατὰ τοὺς παλαιούς, ἃ ἐπερονῶντο αἱ γυναῖκες, οἳ καὶ ἑανοὶ ἐκαλοῦντο. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀρραφοῦς ὑφάσματος ἡ λέξις ἐλαμβάνετό ποτε, ἐτυμολογουμένη παρὰ τὸ διαπεπτάσθαι. τοιοῦτος γοῦν πέπλος δοκεῖ καὶ ἐν Ὀδυσσείᾳ τῷ Τηλεμάχῳ παρὰ τῆς Ἑλένης δεδόσθαι, καὶ τῇ Τρωϊκῇ δὲ Ἀθηνᾷ ὅμοιος ἐν γούνασι τεθῆναι. ὡς δὲ καὶ ταὐτόν τι πέπλος καὶ ἑανός,