ἐμοί; οἱ δὲ παλαιοὶ κάλλιον φράζουσιν οὕτως· οὐκ ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε, ἢ καὶ ἄλλως· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζεται πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δέ, φασί, λέγειν ὡς δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα. (ῃ. 241) Τὸ δὲ «κηδήσοντες» καὶ νῦν ἀντὶ τοῦ λυπήσοντες. (ῃ. 241) 4.897 Τὸ δὲ «οὔνεσθε» Ἰωνικόν ἐστιν ἀπὸ τοῦ ὀνῶ ὄνημι, οὗ παθητικὸν ὄναμαι ὄνασθε. Τὸ δὲ «ἄλγε' ἔδωκεν» οὐ πολλά τινα μετρεῖ κήδεα, στενοχωρεῖται δὲ εἰς μόνον τὸν μέγαν Ἕκτορα, ὡς δηλοῖ τὸ «παῖδα ὀλέσαι τὸν ἄριστον», οὗ τὸ ἐξοχικὸν μεγαλεῖον ἡ σὺν τῷ ἄρθρῳ δηλοῖ προφορά. οὐ γὰρ ἁπλῶς ἔφη «ἄριστον», ἀλλὰ καθ' ὑπεροχὴν «τὸν ἄριστον». (ῃ. 244-6) Ὅτι φιλοπάτριδος ἀνδρὸς λόγος τὸ «ἀτὰρ ἔγωγε πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω». Ὅτι πρὸ βραχέων μὲν αἰθούσης ἀνέεργεν ἢ ἀπέεργεν τοὺς Τρῶας ὁ Πρίαμος λόγοις αἰσχροῖς ἐπιπλήττων, ὑποκαταβὰς δὲ οὐκέτι λόγοις, ἀλλὰ σκήπτρῳ, ὡς εἰκός, ἀπείργει. (ῃ. 247) Φησὶ γὰρ «ἦ καὶ σκηπανίῳ», τῷ καὶ προερμηνευθέντι, «δίεπ' ἀνέρας», τουτέστιν, εὐθὺς μετὰ τοὺς λόγους ἐποίει ἔργον «οἳ δ' ἴσαν ἔξω», ἤγουν ἐξῆλθον, «σπερχομένοιο γέροντος». σεμνῶς δὲ τὸ διέπειν εἶπεν ὡς ἐπὶ βασιλέως. βούλεται γὰρ εἰπεῖν ἐδίωκεν ἢ ἔπληττε. (ῃ. 248) Τὸ δὲ «σπερχομένοιο» ἐνεργητικῶς νῦν ἐρρέθη ἀντὶ τοῦ σπέρχοντος καὶ κατεπείγοντος. ἴσως δὲ καὶ παθητικῶς δηλοῖ σεμνότητος λόγῳ τὸν τοῦ βασιλέως θυμόν. (ῃ. 249-51) Ὅτι κατάλογον λεληθότως Ὅμηρος ποιούμενος τῶν ὑπολελειμμένων τῷ Πριάμῳ παίδων ἔφη «ὃ δ' υἱάσιν οἷσιν ὁμόκλα νεικείων», οἵπερ ἦσαν Ἕλενος, Πάρις, Ἀγάθων, Πάμμων, ὃ συντεθὲν ποιεῖ τὸν πολυπάμμονα, ὅ ἐστι πολυθρέμμονα, Ἀντίφονος, Πολίτης, βοὴν ἀγαθός, ∆ηΐφοβος, Ἱππόθοος, καὶ ∆ῖος ἀγαυός, ἐννέα οὗτοι. (ῃ. 251) Ἐνταῦθα δὲ οἱ μὲν τὸ ∆ῖός φασιν κύριον, οἱ δὲ τὸ Ἀγαυός. νικᾷ δὲ εἶναι ∆ίου ἐπίθετον τὸ ἀγαυός. ἦν δέ, φασίν, ὡς ἱστορεῖ Φερεκύδης, νόθος Πριάμου υἱὸς ὁ ∆ῖος. Ἰστέον δὲ ὅτι ὡς τῷ μέτρῳ συνήνεγκεν, ἀπηριθμήσατο τοὺς παῖδας ὁ ποιητής. οὐ γὰρ ἂν ἕβδομον τὸν ∆ηΐφοβον ἔταξεν ὑπερτεροῦντα τῶν ἄλλων μετὰ τὸν Ἕκτορα, περὶ οὗ φασι καί, ὅτι Ἀλεξάνδρου πεσόντος Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθετο τῷ τὴν μάχην ἀρίστῳ. ∆ηΐφοβος οὖν, γενναίως ἀγωνισάμενος, ἔσχεν αὐτὴν ἀριστεῖον μάχης. τῷ δ' αὐτῷ λόγῳ καὶ ἐφεξῆς τὸν Ἕκτορα ἐν τεθνεῶσιν υἱοῖς τρίτον ἔθηκε μετὰ Μήστορα ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην, ὅν φασιν ἵππους ἐν τῷ Θυμβραίῳ γυμνάζοντα λόγχῃ 4.898 πεσεῖν ὑπ' Ἀχιλλέως. Πλὴν σημείωσαι ὡς, εἰ καὶ τὸ μέτρον τρίτην τάξιν ἔνειμεν Ἕκτορι, ἀλλὰ τῷ ἐπαίνῳ πάντων ὑπερτέθειται τῶν τε ἀπόντων καὶ τῶν περιόντων. θεῷ γὰρ εἰκάσει αὐτόν, ὡς ῥηθήσεται. Ὅρα δὲ κἀνταῦθα τοὺς υἱοὺς Πριάμου τῷ ἐννέα μετρουμένους ἀριθμῷ, ὃν στέργειν δέδεικται ὁ ποιητὴς μάλιστα. (ῃ. 248) Ἐν δὲ τῷ «υἱάσιν οἷσιν» τὸ μὲν «υἱάσιν» ὁμοίως τοῖς συγγενικοῖς ἐσχημάτισται, τῷ πατράσι, μητράσι, θυγατράσιν. ἄλλως γὰρ «υἱεῦσιν» ἢ «υἱέσιν» ὤφειλεν εἶναι. Τὸ δὲ «οἷσιν», ἤγουν ἰδίοις, διαστολὴν ἔχει τῶν οἳ ἑτέρων πατέρων εἰσὶν υἱοί. Τὸ δὲ ὁμοκλᾶν καὶ νεικείειν ὅμοιόν ἐστι τῷ, ὡς ἐρρέθη, ἔπεσιν αἰσχροῖς ἐνίπτειν. [Ἄλλως δὲ τὸ νεικείειν εἶδός ἐστιν ὁμοκλῆς καὶ οὐκ αὐτόχρημα ὁμοκλή. ὁμοκλᾷ γοῦν τις καὶ ἀπειλῆς δίχα καὶ νείκους, ὡς δηλοῖ μετ' ὀλίγα τὸ «ὁμοκλήσας ἐκέλευσεν», εἰ μὴ ἄρα νεικεῖν ἐστι καὶ ἐκεῖνο.] (ῃ. 253 ς.) Κακολογήσει γὰρ ὑβριστικῶς καὶ τοὺς ῥηθέντας υἱοὺς ὁ Πρίαμος εὐθὺς αὐτίκα, εἰπὼν «σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες, αἴθ' ἅμα πάντες Ἕκτορος ὠφέλετε ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι». ὅπερ ὅμοιόν ἐστι τῷ «τρεῖς ἑνὸς ἀντιπεφάσθαι». (ῃ. 255 ς.) Εἶτα οἰκτιζόμενος, ἃ δὴ πατρὶ χειρόνων παίδων ἁρμόττει ἐστερημένῳ τῶν κρειττόνων, φησὶν ἠθοποιητικῶς· «ὤμοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι». (ῃ. 257-62) Ἐν οἷς μετρήσας τὸν προρρηθέντα Μήστορα καὶ τὸν Τρωΐλον μετ' ἐπιθέτων σεμνῶν, ὡς προελέχθη, καὶ τὸν Ἕκτορα δὲ ἄνευ ἐπιθέτου, ὅμως