τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ, πέζῃ ἐπὶ πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον· τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ' ἔγναμψαν», ἤγουν ἔκαμψαν, «ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ' ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα· ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τοὺς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα». καὶ ταῦτα οὕτω διασκευάσας τὸ ζεῦγμα τῶν ἵππων οὐ πολυλογεῖ, ὡς ἀλλαχοῦ που καὶ περὶ τοιούτων λαλήσας, (ῃ. 279 ς.) λέγει δὲ μόνον ὅτι «ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὁ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῳ ἐπὶ φάτνῃ». (ῃ. 281 ς.) Καὶ «ζευγνύσθην», ἤγουν ἐζεύγνυον, τούτους «ἐν δώμασιν ὑψηλοῖσιν κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ 4.903 μήδε' ἔχοντες». Καὶ ὅρα ὡς κἀνταῦθα βασιλικοὶ ἄνδρες αὐτοδιακονοῦσι καὶ αὐτὸς ὁ βασιλεύς, ὡς ἡρωϊκὸς νενομοθέτητο βίος. Τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τοιαῦτα. (ῃ. 266) Ἅμαξαν μὲν καὶ ἀπήνην εἰπεῖν, ταὐτόν ἐστιν. Ἀείρεται δέ, ὅ ἐστιν αἴρεται, ὑψοῦ βασταζομένη, ὡς ἐλαφροτέρα. τοιαῦται γάρ, ὡς εἰκός, αἱ ἡμιόνειαι, ὧν καὶ τὸ ζυγὸν ἀναλόγως εἶχε πρὸς ἐλαφρότητα. Τὸ δὲ ἐΰτροχος εὔκυκλος ἐν ἄλλοις λέγεται, (ῃ. 267) καλὴ δὲ ἡ ἄλλως τε, οἷα εἰκός, εὐειδής, καὶ διὰ τὸ πρωτοπαγὲς δέ, καθ' ὃ εἴη ἂν καλὴ καὶ ναῦς πρωτόπλοος. εὐπηγῆ δὲ εἰπὼν ἄνδρα ἐν Ὀδυσσείᾳ κατὰ χρείαν μέτρου ἐνταῦθα πρωτοπαγέα λέγει ἀπήνην διὰ τοῦ ˉα. (ῃ. 268) Τὸ δὲ καθῄρεον ἐκ πασσάλου ἀντὶ τοῦ κατῆγον, κατεβίβαζον. εἴρηται δέ που ἡ λέξις οὕτω καὶ ἔνθα ὁ ποταμὸς καθῄρει τὸν Ἀχιλλέα. Τὸ δὲ «ἀπὸ πασσαλόφιν» συνήθως εἴρηται. πολλὰ γὰρ χρήσιμα πασσάλων ᾐώρηντο, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, εἰ καὶ οἱ μεθ' Ὅμηρον τὰ μὴ εὔχρηστα οὕτως αἰωρεῖσθαί φασι, καθὰ καὶ τὰ ὑπὲρ καπνοῦ, παροιμιωδῶς. [∆οκεῖ δὲ τοῦ πασσάλου προηγεῖσθαι ὁ πάσσος ἐκ τοῦ πήσσω ῥήματος, ἐκεῖθεν δὲ πλεονασμῷ μὲν τῆς ˉαˉλ συλλαβῆς γενέσθαι πάσσαλος. ἄλλως δὲ καθ' ὑποκορισμὸν ὁ παρὰ τῷ Κωμικῷ πάσσαξ, οὗ γενικὴ πάσσακος.] Τὸ δὲ ζυγόν, καθὰ καὶ τὸ ζυγόδεσμον, οὐδετέρως φησὶ κατὰ γένους μεταπλασμόν, ὡς δηλοῖ τὸ ὀμφαλόεν καὶ τὸ ἀρηρός. (ῃ. 269) Τὸ δὲ «πύξινον» ἐστὶ μὲν καὶ πρὸς στερρότητα, ἔχει δέ τι καὶ κάλλους, βασιλικῇ πρέποντος ἀπήνῃ. οὐκ ἂν δὲ ζυγὸς βόειος τοιοῦτος εἴη. γίνεται δέ, [ὡς καὶ προερρέθη,] ὁ πύξος, ὅθεν καὶ τὸ πυκνόν· ἐκ τοῦ πτύσσω γὰρ πτύξω, ἐπειδὴ πάνυ πυκνὸν ξύλον τὸ πύξινον. ὡς δέ τις τῶν παλαιῶν ὠχρὸς τὴν ὄψιν πύξινος ἐσκώπτετο διὰ τὸ τῆς χρόας ὁμοιοειδές, ἀναλεκτέον ἐξ ἱστορίας. Ὀμφαλόεν δὲ τὸ ἢ κύκλους τινὰς 4.904 κοίλους ἔχον ὀμφαλοειδεῖς ἢ γλύμμα τι κοῖλον περὶ τὸ μέσον τοῦ ζυγοῦ, ὅπου οἱ ἱμάντες περιτίθενται, ὡς δηλοῖ τὸ «τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν», ὅ ἐστιν ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ. οἱ δὲ ἀκριβέστεροι ὀμφαλόεν φασὶ τὸ ὑπεροχάς τινας ἔχον ἐν μέσῳ, αἷς οἱ ἱμάντες περιειλοῦνται, ἢ τὸ ἔχον μέσον ὀμφαλόν, ᾧ προσδεῖται ἱμᾶσιν ὁ ῥυμός. Οἴηκες δὲ νῦν ἢ κρίκοι τινὲς συνέχοντες τὸν ζυγόν, ἢ δι' ὧν ἐνείρονται αἱ τοὺς ἡμιόνους οἰακίζουσαι ἡνίαι. ὁμώνυμον ἄρα καὶ ὁ οἴαξ, οὐ μόνον κύριον ὂν καὶ ἐπὶ νηὸς δὲ λεγόμενον, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀπήνης. (ῃ. 270) Τὸ δὲ ζυγόδεσμον ἱμάς ἐστιν ἢ σχοινίον, ὅπερ Ὅμηρος κατὰ πάρεργον λόγου ὡς ἐκ παρόδου μετρῶν ἐννεάπηχυ εἶναί φησι. (ῃ. 272) Πέζαν δὲ ῥυμοῦ πρώτην τὸ ἄκρον φησίν, ᾧ ἐπίκειται ὁ ζυγός. λέγεται δὲ πέζα, ἐπεὶ κάτω καὶ αὐτὸ ἐπὶ γῆς γίνεται, ὅτε λυθῇ ὁ ῥυμός, ὃς οὕτω λέγεται παρὰ τὸ ῥύειν καὶ ἑλκύειν τὴν ἅμαξαν. Ὁ δὲ κρίκος ἐξ ὀνοματοποιΐας παρῆκται καὶ αὐτός, καθὰ καὶ ὁ κίρκος ὄρνις, τουτέστιν ἐκ τοῦ κρίζειν, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ, οἷον «ἀλλὰ καὶ χαμαιτύπη κρίζει τις», ὅ ἐστι ποιόν τινα ἦχον ἀποτελεῖ, ἐξ οὗ καὶ «κρίγε» δεύτερος ἀόριστος καθ' ὁμοιότητα τοῦ ἤρυγε καὶ τῶν ὁμοίων. Ἕστωρ δὲ πάσσαλος τῷ ζυγῷ ἐνιέμενος, ἐν ἄκρῳ τῷ ῥυμῷ πεπηγώς, ἔνθα κρίκος ἐμβάλλεται καὶ τὸ ζυγόδεσμον ἀποδέδεται εἰς συνοχὴν τοῦ ζυγοῦ. τινὲς δὲ ἕστο 4.905 ρα εἶπον γλύμμα, ἤτοι κύκλωμα, ζυγοῦ, εἰς ὃ ὁ τῶν ζῴων ἐνίεται, ἤγουν ἐντίθεται, τράχηλος ἑκατέρωθεν. δασύνεται δὲ ὁ ἕστωρ ἀπὸ τοῦ ἵημι ἥσω καὶ τῆς