ἐκεῖθεν γινομένης ἕσεως, ἤτοι ἐμβολῆς, ὁ ἐνιέμενος ἐπ' ἄκρῳ τοῦ ζυγοῦ, περὶ ὃν ὁ κρίκος ἐντίθεται. ἢ καὶ ἄλλως εἰπεῖν, ἕστωρ ἀπὸ τοῦ ἥσω, ἐξ οὗ καὶ ἧλος, ἵνα ᾖ ἕστωρ ὁ ἐνηλούμενος τῷ ζυγῷ. ἐν δὲ ῥητορικῷ Λεξικῷ γράφει οὕτως· ἕστωρ· σφήν, ἔμβολος, γόμφος ἢ πρῶτος τύλος τοῦ ῥυμοῦ ἢ κοίλωμα ζυγοῦ, ὑφ' ὃ ὁ τράχηλος. (ῃ. 273 ς.) Τὸ δὲ «ἔδησαν» καὶ «κατέδησαν» διλογεῖται ὡς καίριον. (ῃ. 274) Γλωχῖνα δὲ κάμψαι φησὶ τὸ μετὰ δεσμὸν ὑποβαλεῖν τῇ καμπῇ τοῦ δεσμοῦ τὸ τοῦ ἱμάντος ἄκρον καὶ γωνιῶσαι αὐτό, ὡς ἂν εἴη εὔλυτον ὕστερον διὰ τῆς χυδαϊστὶ λεγομένης θηλέας. οἱ δὲ γλωχῖνά φασι τὴν ἐκ τοῦ ῥυμοῦ καὶ ζυγοῦ γωνίαν, ἔνθα κάμπτεται περὶ τὸν μέσον τοῦ ζυγοῦ ὀμφαλὸν τὸ ζυγόδεσμον. δηλοῖ δέ, φασί, καὶ γλωσσίδα τινά. [Γίνεται δὲ τὸ γνάμπτειν ἐκ τοῦ γόνυ καὶ τῆς κατ' αὐτὸ γωνίας, ὅτε κάμπτεται, ἵνα ᾖ γονάπτω, καὶ συγκοπῇ γνάπτω, καὶ πλεονασμῷ διὰ στομφασμὸν εὔφωνον γνάμπτω.] (ῃ. 275) Ἐΰξεστος δὲ ἀπήνη, καθὰ καὶ ἅρμα ἐΰξοον. (ῃ. 276) Τὸ δὲ «νήεον», ἤτοι συνῆγον, ἐσώρευον, πρωτότυπόν ἐστι τοῦ «παρενήνεον ἐν κανέοισιν». ἐξ αὐτοῦ δὲ καὶ τὸ «νῆα νηησάσθω», ἐν τοῖς πρὸ τούτων που εἴρηται, πρώτης ὂν συζυγίας τῶν περισπωμένων, ὡς φαίνεται. Ἡ δὲ Ἑκτορέη κεφαλὴ ἁπλοϊκῶς νῦν τὸν τοῦ Ἕκτορος φράζει νεκρόν. τὸ μέντοι «Τεῦκρε, φίλη κεφαλή» ἄλλην ἀγωγὴν ἔχει, οὗ πρὸς ὁμοιότητα «φίλτατον κάρα» φησὶ Σοφοκλῆς. (ῃ. 277) Τοῦ δὲ «ζεῦξαν» ὁ ἐνεστὼς τὸ ζεύγω οὐχ' εὕρηται χρηστόν, εὐχρηστεῖται δὲ ἀντ' αὐτοῦ τὸ 4.906 παράγωγον ζευγνύω. Κρατερώνυχες δὲ ἡμίονοι, ὡς ἀλλαχοῦ, ἵπποι χαλκόποδες. καὶ λύκοι δέ που κεῖνται κρατερώνυχες. Ἐντεσιουργοὶ δὲ ἡμίονοι οἱ ἐν ἔντεσιν ἐργαζόμενοι, τουτέστιν οἱ ἁμάξας ἕλκοντες καὶ μὴ ἁπλῶς νωτοφόροι. ἔντεα γὰρ παρὰ Πινδάρῳ τὰ ἅρματα. καὶ ἄλλως ἐντεσιουργοὺς λέγει τοὺς ἑτοίμους εἰς ἔργον. εἰ γὰρ ἡ ἅμαξα ὥπλισται, ὡς ἐρρέθη, εἶεν ἂν εἰς ἔργον ὡπλισμένοι καὶ αὐτοὶ διὰ τὸ συνώνυμα εἶναι τὰ ὅπλα καὶ τὰ ἔντεα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ ἀλλαχοῦ ῥηθὲν «ἔντυεν ἵππους», ἤγουν εὐτρέπιζεν εἰς ἅρμα. ὅτι δὲ τὰ ἔντεα δοκεῖ δασύνειν τὴν ἀρχοῦσαν παρὰ τοῖς παλαιοῖς, δηλοῖ καὶ ὁ αὐθέντης, οὐχ' ὁ δεσπότης, ὥς φησιν Αἴλιος ∆ιονύσιος, ἀλλ' ὁ αὐτοέντης καὶ αὐτοχειρίᾳ φονεύς, ὁ καὶ αὐτοφόντης. (ῃ. 278) Μυσοὺς δὲ ποίους ἐνταῦθα λέγει ὁ ποιητὴς, ἄδηλον, εἴτε Εὐρωπαίους, εἴτε Ἀσιανούς. ἐμφαίνει δὲ καὶ νῦν ὅτι ἔχων ἱστορίαν εἰπεῖν, παρίησιν, ὃ καὶ πρὸ ὀλίγου πεποίηκεν. (ῃ. 279 ς.) Οἱ δὲ παρ' αὐτῷ τῷ γέροντι ἀτάλλοντες ἵπποι φίλιππον αὐτὸν παραδεικνύουσι καὶ ἐν γήρᾳ βαθεῖ. Ἡ δὲ εὔξεστος φάτνη ἄδηλον εἴπερ ἐκ λίθων ἢ ξύλων ἤσκηται, ἐπεὶ καὶ ἐπ' ἀμφοῖν τὸ ξέειν λέγεται, ὡς καὶ ὁ λιθοξόος δηλοῖ καὶ ἡ εὐξέστη ἀπήνη καὶ ὁ ξεστὸς δίφρος. (ῃ. 281) Ἐν δὲ τῷ «δώμασιν ὑψηλοῖσι» δοκεῖ παρέλκειν τὸ «ὑψηλοῖσι», τεθὲν πρὸς ἀναπλήρωσιν ἔπους. ἄλλως γὰρ οὐκ ἐν μετεώρῳ ἐπὶ ὑπερῴου ἵπποι ἐζεύγνυντο, ἀλλ' ἁπλῶς ἔσω οἴκου. Ἰστέον δὲ ὅτι καὶ ζεῦξαι καὶ ζεύξασθαι πολλαχοῦ λέγεται. καὶ ἐνταῦθα γοῦν «ζεῦξαν ἡμιόνους» φησὶ καὶ «ζευγνύσθην ἵππους». (ῃ. 282) Ἰστέον δὲ καὶ ὡς, ἐπεὶ φρονήσεως μάλιστα ἔδει τοῖς πρὸς Ἀχιλλέα πρεσβευσομένοις ὑπὲρ τοῦ Ἕκτορος, οὔτε νέους τινὰς Ὅμηρος πλάττει τούτους, ἀλλὰ καὶ φρόνησιν αὐτοῖς ἐπιμαρτύρεται κατ' ἐξαίρετον, εἰπών, ὡς προέκκειται, τὸ «κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες». (ῃ. 283-95) Ὅτι Ἑκάβη, μὴ πείσασα τὸν γέροντα, παραινεῖ σπείσαντα γοῦν τῷ ∆ιῒ ἀπελθεῖν καὶ παρίσταται οἶνον ἔχουσα ἐν χειρὶ ὥς ποτε καὶ ἐπὶ Ἕκτορος, καὶ εὔχεσθαι ὑποτίθεται σπείσαντα, εἰποῦσα ταῦτα ἐν τῷ 4.907 στῆναι ἵππων προπάροιθεν «τῆ», ὅ ἐστι λάβε, ὡς καὶ προδεδήλωται, «σπεῖσον ∆ιῒ πατρὶ καὶ εὔχεο οἴκαδ' ἱκέσθαι ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ὀτρύνει ἐπὶ νῆας», ἱκέσθαι δηλαδή, «ἐμεῖο μὲν οὐκ ἐθελούσης. ἀλλ' εὔχευ», ἢ εὔχεο, «σύ γ' ἔπειτα» ∆ιῒ «Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ», ἤγουν ἑαυτῷ, «φίλτατος οἰωνῶν, καὶ εὗ κράτος ἐστὶ μέγιστον, δεξιόν· ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας τῷ», ἤγουν αὐτῷ, «πίσυνος», τουτέστι θαρρῶν, «ἐπὶ νῆας ἴῃς ∆αναῶν ταχυπώλων».