ταὐτίζονται πρός τινων πελειάδες καὶ Πλειάδες, δηλοῖ μὲν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἐθέλων τὰς Πλειάδας ἀμβροσίαν τῷ ∆ιῒ φέρειν. ἄσεμνον γάρ, φησί, τὰς Πελειάδας φέρειν αὐτό. ἔχει δέ τι γραφὲν περὶ αὐτῶν καὶ ἡ Νεστορίς, ταὐτὸν δ' εἰπεῖν, τὸ παρ' Ὁμήρῳ καλὸν ποτήριον τοῦ σοφοῦ Νέστορος. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.] (ῃ. 293) Τὸ δὲ «φίλτατος» εἰς πλέον διασαφῶν ὁ ποιητής φησιν αὐτὸν ὑποκαταβὰς καὶ οἰκεῖον ἄγγελον τῷ ∆ιΐ, εἰπὼν «εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον, οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην νῆας ἐπ' Ἀργείων ἰέναι μάλα περ μεμαῶτα». [Τὸ δὲ «φίλτατος οἰωνῶν» οὐκ ἐξ ἀνάγκης οἰωνοὺς λέγει τοὺς μαντικοὺς συμβόλους, ἀλλ' ἴσως γενικῶς εἴρηται, ἵνα πάντων ὀρνέων φίλτατος ᾖ ὁ ἀετὸς τῷ ∆ιΐ, ὃς καὶ στελεῖ τὸν γενικῷ λόγῳ οἰωνὸν ἀετόν, ὡς ἄλλως μαντικὸν οἰωνόν.] (ῃ. 293) Τὸ δὲ «καὶ εὖ κράτος ἐστὶ μέγιστον», ἤγουν οὗπερ ἀετοῦ ὡς βασιλικοῦ ζῴου πολλὴ ἰσχύς, γράφεται καὶ κατ' ἔγκλισιν «καί εὑ». καὶ ἦν μὲν φράσαι λειότερον «καί οἱ κράτος ἐστὶ μέγιστον», προεκρίθη δὲ τὸ ποιητικώτερον. γίνεται δέ, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τὸ εὗ ὡς τὸ ἐμεῦ καὶ τὸ σεῦ. (ῃ. 294) Τὸ δὲ «δεξιόν» δῆλον ὅτι πανταχοῦ χρηστόν ἐστι καὶ αἴσιον. διὸ καὶ χειρί, ὡς ἐρρέθη, δεξιτερῇ τὸ δέπας Ἑκάβη ἔχει, καὶ οἰωνὸν δεξιὸν βούλεται. καὶ ὁ αἰτηθεὶς δὲ οἰωνὸς ἐφάνη «δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος». (ῃ. 294) Τὸ δὲ «ὀφθαλμοῖς νοήσας» ἐδίδαξε ῥηθῆναι πρὸς τῶν ὕστερον τὸ «νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει». (ῃ. 303) Ὕδωρ δὲ ἀκήρατον τὸ καθαρὸν καὶ μὴ ἔχον κῆρά τινα, ᾧ λόγῳ καὶ οἶνος ἐν τῇ Ὀδυσσείᾳ ἀκηράσιος, καὶ κτήματα δὲ ἀκήρατα ἐκεῖ τὰ ἀκέραια. (ῃ. 304) Χέρνιβον δὲ Ὁμήρῳ μὲν ἀσυνήθως, ἅπαξ γὰρ νῦν εἶπεν, ἡμῖν 4.910 δὲ συνήθως τὸ χερόνιπτρον, ὡς παρασημειοῦνται καὶ οἱ παλαιοί, τουτέστι τὸ τοῦ ὑγροῦ ὑποδεκτικὸν ἀγγεῖον, ὃ λέβητα καλεῖν αὐτὸς εἴωθεν. ἄλλως μέντοι χέρνιβα λέγειν ἔθος αὐτῷ τὸ κατὰ χειρῶν διδόμενον ὕδωρ. Πρόχοος δὲ ὁ τὸ τοιοῦτον ὕδωρ χέων λέβης. (ῃ. 306) Μέσῳ δὲ ἵσταται ὁ γέρων ἕρκεϊ, ὡς ἴσως βωμοῦ ὄντος αὐτόθι Ἑρκείου ∆ιός, ὁποῖός τις καὶ ἐν Ὀδυσσείᾳ κατὰ τὸν τοῦ Ὀδυσσέως οἶκόν ἐστι. (ῃ. 309) Τὸ δὲ «φίλον γενέσθαι καὶ ἐλεεινόν» καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν εὔχεται. αἰτεῖται δὲ ὁ γέρων ὡς μὲν ἐχθρὸς λύσιν ἔχθρας, ὡς δὲ δυστυχὴς ἐλέους τυχεῖν, ὃ καὶ εὑρίσκει. δικαία γὰρ εὐχὴ οὐ διαπίπτει παρὰ τῷ ποιητῇ. ἔστιν οὖν φίλος μὲν ἐνταῦθα ὁ μὴ ἐχθρῶς, φασί, προσδεχθείς, ἐλεεινὸς δὲ ὁ ἐλέους ἄξιος. (ῃ. 301) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖσθαι καὶ λόγος Πριάμου ἐφάνη ἐνδεικτικὸς εὐσεβοῦς ἤθους τὸ «ἐσθλὸν θεῷ χεῖρας ἀνασχεῖν», εἴ πως ἐλεήσει, παρῳδηθὲν βραχύ τι ἐκ τοῦ ποιητικοῦ. λέγει δὲ ὁ γέρων τοῦτο πρὸς Ἑκάβην ἐφιεμένην, ὅ ἐστιν ἐντελλομένην[, ὡς εἴρηται,] αὐτῷ τὰ περὶ σπονδῆς. (ῃ. 314-6) Ὅτι εὐξαμένου, ὡς ἐρρέθη, Πριάμου, αὐτίκα Ζεὺς «αἰετὸν ἧκε, τελειότατον πετεηνῶν, μόρφνον, θηρητῆρα, ὃν καὶ περκνὸν καλέουσι». τελειότατον δὲ λέγει τὸν ἐπιτελεστικώτατόν, φασίν, οἷς ἂν ὀφθείη ∆ιὸς ἄγγελος, ἢ καὶ ἄλλως τὸν ἐν ἀξιώματι καὶ ὑπεροχῇ, ὡς εἴ τις καὶ λέοντα φῇ τελειότατον θηρῶν, ἤτοι βασιλικώτατον. (ῃ. 316) Μόρφνος δὲ τῷ μὲν τόνῳ βαρυτόνως ὡς ὕπνος. ἔστι δὲ οἷον μορόφονος ὡς φόνιος καὶ μόρου αἴτιος τοῖς ἄλλοις ὀρνέοις, ἢ μεμορημένος περὶ φόνον, ἢ μόρον φέρων· οἳ δὲ εὔμορφος· κατὰ δὲ ἑτέρους μέλας, παρὰ τὴν ὄρφνην, πλεονάσαντος τοῦ ˉμ, ὡς καὶ ἐν τῷ μοχλός· ἢ συλληπτικὸς τῶν διωκομένων, παρὰ τὸ μάρπτω, τὸ συλλαμβάνω, μέμαρφα, τροπῇ τοῦ ˉα εἰς ˉο καὶ πλεονασμῷ τοῦ ˉν. ὁ δὲ χαρακτὴρ τοῦ τόνου τοιοῦτος κατὰ τοὺς παλαιούς. τὰ εἰς ˉοˉς δισύλλαβα, ἔχοντα πρὸ τέλους τὴν ˉοˉρ συλλαβήν, ἀπαρασχημάτιστα θηλυκῷ γένει, βαρύνονται· χόρτος, φόρτος, 4.911 ὅρκος, πόρνος, Ὄρθος τὸ μονογενές, ἦν δὲ κύων Γηρυόνου, πτόρθος. παραφυλακτέον ἐν τῷ κανόνι τὰ εἰς ˉμˉοˉς, οἷον· κορμός, φορμός. τὸ δὲ περκνός ὀξύνεται ὡς τὸ πυκνός. σημαίνει δὲ τὸν μέλανα ὡς ἀπὸ τῆς περκαζούσης μελαίνης σταφυλῆς, ἀφ' ἧς καὶ ὁ μέλας οἶνος. ὁ μέντοι Ἀρίσταρχος, ὥς φασιν, ἐβάρυνε τὸ περκνός, ἀλλ' ἡ παράδοσις ἐπείσθη τοῖς ὀξύνουσιν. Ὅρα δὲ ἐνταῦθα καὶ τὴν τοῦ πτηνοῦ διωνυμίαν, ὃς καὶ