τοιαύτης στοιχειακῆς συνθήκης προδεδήλωται. (ῃ. 334 ς.) Ὅτι ἀνδρὶ φιλοποιῷ οἰκεῖον τὸ «ὦ δεῖνα· σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες, ᾧ κ' ἐθέλῃσθα». περὶ Ἑρμοῦ δὲ ἐκ ∆ιὸς ὁ λόγος, ὃς φιλεῖ ἑταιρίσαι, ἤγουν φιλιωθῆναι ἢ φιλίαν καταπράξεσθαι, ὡς τῶν τοιούτων πράξεων τῷ μυθικῷ ἢ τῷ ἀστέρι ἀνακειμένων Ἑρμῇ κατὰ τοὺς οὕτω φρονοῦντας, καθὰ καὶ τῆς κλεπτικῆς καὶ τοῦ δόλῳ καὶ λάθρᾳ τι ποιεῖν, καθὰ καὶ ἐν τοῖς ἐφεξῆς φαίνεται, ὅπου ὁ Ἑρμῆς ἑαυτὸν γενεαλογεῖ. (ῃ. 336-8) Πομπῷ δέ, ἤτοι ὁδηγῷ, ἀγαθῷ προσρηθήσεται τὸ «βάσκ' ἴθι, καὶ τὸν δεῖνα ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ τῶν ἄλλων, πρὶν τὸν δεῖνα ἱκέσθαι»; ὃ δὴ καὶ αὐτὸ Ζεύς φησι τῷ Ἑρμῇ περὶ Πριάμου. Σημείωσαι δὲ ὅτι οὐ μόνον διὰ τὸ κατ' ἐπιστήμας τετραμερὲς τῆς φιλοσοφίας τέσσαρες τῷ ῥηθέντι Ἑρμῇ κατὰ τὸν πάλαι μῦθον προσπλάττονται κεφαλαί, ἀλλὰ καὶ διὰ τὸ ἄλλως πολυδύναμον. οὐ μόνον γὰρ φιλιοποιός, ὡς ἐρρέθη, καὶ κλοπῆς τε καὶ δόλου αἴτιος, καὶ τὸ ὅλον εἰπεῖν, ἁπάσης ἀπάτης, ἀλλὰ καὶ ἐμπολαῖος καὶ ἑρμαίων δοτήρ, καὶ πειθοῦς δὲ τεχνίτης καὶ ἑτέρων τοιούτων. ἀνάκειται δὲ αὐτῷ καὶ ὡς 4.914 δίχα ψόγου, φασί, τετραγώνου ἡ τετρὰς ἄλλον τρόπον ἤπερ τῷ Ἡρακλεῖ, ἐξ οὗ παροιμία τὸ «ἐν τετράδι γέγονας», ἤγουν ἐν ἀποφράδι ἡμέρα, ἐπεὶ καὶ Ἡρακλῆς ἐν τοιαύτῃ γεννηθεὶς κακὸν διήθλει βίον. δηλοῖ δὲ τὰ κατὰ τὸν Ἑρμῆν καὶ ὁ γράψας οὕτω ῥητῶς· Ἑρμῆς τετρακέφαλος ἐν Κεραμεικῷ Τελεσαρχίδου ἔργον, ᾧ ἐπεγέγραπτο «Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον, πάνθ' ὁράᾳς». καὶ ἡ τετρὰς δέ, φησίν, ἱερὰ τοῦ θεοῦ. στροφαῖος δὲ Ἑρμῆς, φησίν, οὐ μόνον ὁ παρὰ τῷ στροφεῖ ἱδρυμένος, ἀλλὰ καὶ ὁ στρέφων καὶ ἐξαπατῶν οἷον στρόφις. (ῃ. 335) Τὸ δὲ «ἔκλυες ᾧ ἐθέλῃσθα» ἀντὶ τοῦ ὑπήκουσας. ἄλλως γὰρ οὐκ ἔστι τὸ κλύειν δοτικῇ συντάσσεσθαι. (ῃ. 337) Ὅρα δὲ καὶ ὡς διέστειλε τὸ ἰδεῖν πρὸς τὸ νοῆσαι οὐχ' ἁπλῶς, ἀλλ' ἐπειδὴ νοεῖ ποτέ τις καὶ δίχα αἰσθήσεως. (ῃ. 340-6) Ὅτι κάλλιον ἐνταῦθα ἐπὶ Ἑρμοῦ ἤπερ ἐν Ὀδυσσείᾳ, ὥς φασιν οἱπαλαιοί, τὸ «αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια, χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργεϊφόντης. αἶψα δὲ ἵκανε», καὶ ἑξῆς. αἰνίττεται δὲ διὰ τούτων ἡ ποίησις τὸ βέβαιον καὶ λαμπρὸν καὶ ταχὺ τοῦ εἰς λόγον ἀλληγορουμένου Ἑρμοῦ· τὸ βέβαιον μὲν καί, ὡς εἰπεῖν, ἔμπεδον διὰ τῶν πεδίλων, τὸ δὲ λαμπρὸν διὰ τοῦ χρυσοῦ, τὸ δὲ ταχὺ διὰ τῆς πτήσεως, ὅπερ ἐπ' αὐτῷ ἐν Ὀδυσσείᾳ καὶ διὰ τῆς τοῦ λάρου ᾐνίξατο παραβολῆς. εἰ δέ πως ὁμοίως καὶ ἡ τοῦ ∆ιὸς Ἀθηνᾶ σκευάζεται, οὐκ ἂν εἴη ἀνεύλογον, εἴ γε καὶ συγγενές τι λόγος καὶ φρόνησις, ὧν τὸ μὲν Ἑρμοῦ, τὸ δ' Ἀθηνᾶς. (ῃ. 343) Ἡ δὲ τεραστία καὶ τὰ ἐναντία δυναμένη ῥάβδος μυθικῶς μὲν δῶρόν ἐστι τῷ Ἑρμῇ πρὸς Ἀπόλλωνος, ᾗ τὰς βοῦς Ἀδμήτου ἐκεῖνος 4.915 ἐβουκόλει, ἀντιδοθεῖσα τῆς χέλυος ἤτοι λύρας, ἣν ὑφ' Ἑρμοῦ ἔλαβεν, ἄλλως δὲ ὡς οἷά τι σκῆπτρον τὸ τοῦ λόγου δηλοῖ βασιλικόν τε ἅμα καὶ ὑπερειστικόν. ὕπνου δὲ καὶ ἐγρηγόρσεως δεσπόζει, ἐπεὶ λόγος κηλεῖ καὶ αὖθις ἀναπτεροῖ, ὃς καὶ λύραν εὗρε τὴν καὶ κηλοῦσαν καὶ πόλεμον κινοῦσαν. καὶ ἑτέρως δὲ εἰπεῖν, ἡ ῥάβδος τὴν τοῦ λόγου αἰνίττεται δύναμιν, ἥτις δυεῖν ἐναντίων κρατεῖ, τοῦ τε ποιεῖν ἐγρηγορέναι τοὺς ἐπιγνόντας ὅ τί ποτέ ἐστι τὸ τοῦ λόγου καλόν, καὶ αὖ πάλιν ἀπονυστάζειν τοὺς μὴ κατευμεγεθοῦντας αὐτοῦ. καὶ ἄλλως δὲ θεωρῆσαι, τὸ διττὸν τοῦ λόγου αἰνίττεται, ὃς ἐν κατηγορίαις μὲν καὶ λόγοις καταφορικοῖς καὶ ὅλως ἐν τῷ δικανικῷ εἴδει ἐρεθίζει θυμοῦσθαι, αὖθις δὲ κατακοιμίζει θυμὸν ἐν οἴκτοις καὶ ἐλεεινολογίαις, καὶ ὅλως ἀνίησι καὶ ὑφ' ἡδονῆς κατακηλεῖ καὶ ὑπτιάζει ἐν τοῖς πανηγυρικοῖς θέλγων, ὡς εἴωθε νοεῖν Ὅμηρος τὸ θέλγειν, περὶ οὗ σαφῶς προδεδήλωται. Τὴν δὲ ῥάβδον οἱ μὲν προπερισπῶσι διὰ τὸ ῥᾷον, φάμενοι γίνεσθαι παρὰ τὸ ῥᾷον βαδίζειν ποιεῖν, ἕτεροι δὲ παρὰ τὸ ῥαπίζειν λέγοντες αὐτὴν γίνεσθαι, φασὶ καὶ ὅτι τὸ ˉα πρὸ τοῦ ˉβ συστέλλεσθαι θέλει· ἁβρός, Ἄβδηρος, ἀβαρβαραία,