ἐπιγράβδην. οὕτω οὖν, φασί, καὶ ῥάβδος. σεσημείωται τὸ ἀβάλε. (ῃ. 345) Τοῦ δὲ κρατύς δοκεῖ κλίσις εἶναι ὡς ὁ ἡδύς. καὶ ἴσως αὐτόθεν τὸ ἐπικρατέως ἐπίρρημα. (ῃ. 346) Ὅτι ἐν τῷ «αἶψα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανεν Ἑρμῆς, δηλοῖ μὴ τὸ Αἰγαῖον ἀλλὰ τὸν Ἑλλήσποντον ὑποκεῖσθαι τοῖς περὶ Τρῳάδα τόποις, ὅπερ ἀλλαχοῦ πλατὺς ἐρρέθη Ἑλλήσποντος. (ῃ. 347 ς.) Ὅτι τὸν Ἑρμῆν ἐνταῦθα Ὅμηρος νέῳ αἰσυητῆρι εἰκάζει, εἰπὼν «βῆ δ' ἰέναικούρῳ αἰσυητῆρι ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη». Καὶ ὅρα 4.916 ὅτι ἥβην ἐπὶ τοῦ πρῶτον ὑπηνήτου λέγει, ὃς καὶ κυρίως ἡβῶν λέγεται. ἡ δὲ ἡλικία τοῦ ὑπηνήτου κατὰ τοὺς παλαιοὺς μεθόριόν ἐστιν ἀνδρὸς καὶ παιδός, ἁβροτέρα μὲν ἢ κατὰ ἄνδρα, γενναιοτέρα δὲ ἢ κατὰ παῖδα. [Ὅτι δὲ τῆς ὑπήνης παράγωγον καὶ ὁ ἀνύπηνος, καθὰ τῆς ἥβης ὁ ἄνηβος, δῆλον ἐκ τῶν παλαιῶν. σημαίνει δὲ ὁ ἀνύπηνος τὸ ἀγένειος. Τὸ δὲ «χαριεστάτη» χρήσιμον εἰς τὴν ἐκ τοῦ ἥδω παλαιὰν ἐτυμολογίαν τῆς ἥβης. ἡδὺ γὰρ πάντως ἅπαν τὸ χαρίεν. οὐκοῦν καὶ ἡ ἥβη καὶ ὁ ἡβῶν ὁ καὶ ὑπηνήτης.] Ἔστι δὲ «αἰσυητήρ» μὲν βασιλεὺς ἢ βασιλικός, οἱονεὶ τηρῶν τὰ αἴσια, ὃν ἄλλοι αἰσυμνητῆρα καὶ αἰσυμνήτην φασίν, ἤγουν ἄρχοντα τῶν αἰσίων καὶ δικαίων μνήμην ποιούμενον. ὅθεν καὶ αἰσυμνᾶν τὸ ἄρχειν. οἱ δέ φασιν ὅτι αἰσυητὴρ ὄνομα ἡλικίας, ἢ ὁ ἄγαν ἐρρωμένος, παρὰ τὸ ˉα ἐπιτατικὸν καὶ τὸ σύω, τὸ ὁρμῶ, ὁ ἄγαν συόμενος, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, κεκινημένος, ἐντρεχὴς νεανίας, ἢ καὶ ἄλλως κατ' αὐτούς, εὔμοιρος, κόσμιος, καθήκων, παρὰ τὴν αἶσαν, ἀφ' ἧς αἰσύω ῥῆμα καὶ αἰσυητήρ. καὶ ἄλλως δέ, αἰσυητὴρ ὁ ἐπιτελεστικὸς παρὰ τὴν αὐτὴν αἶσαν, κατὰ δέ τινας νομεύς ἢ εὐκίνητος παρὰ τὸ ἀΐσσειν. Ἀρίσταρχος δὲ ἀρέσκεται βασιλέα λέγειν, ὡς εἴρηται. βασιλεῖς γάρ, φησί, τὸ αἴσιμον νέμουσιν, ὅθεν καὶ ὁ αἰσυμνητήρ. εἰ δὲ παρώνυμος τοιούτου αἰσυητῆρος ὁ Τρωϊκὸς Αἰσυήτης, τὸ κύριον, οὐκ ἔστι μετὰ μαρτυρίας εἰπεῖν. Ὑπήνη δὲ ἢ κοινῶς τὸ γένειον κατά τινας, ἢ καὶ ἄλλως, μύσταξ μέν, φασίν, αἱ τοῦ ἄνω χείλους τρίχες, αἱ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη. καὶ ὁ Κωμικὸς οὕτω νοεῖ, ἐν οἷς λέγει 4.917 μολύνειν τινὰ τὴν ὑπήνην. Ἥβη δὲ ὅτι οὐ μόνον ἡλικία νεωτερική, ἀλλὰ καὶ τόπος σωματικός, ᾧ παρώνυμον καὶ τὸ ἐφήβαιον, ὡς τῇ κεφαλῇ τὸ κεφάλαιον, καὶ ὡς ἐκεῖθεν καὶ τὸ ἡβηδόν ἐπίρρημα, καὶ ῥῆμα παρὰ τῷ Κωμικῷ τὸ ἡβυλλιᾶν, καὶ ὁ πρωθήβης καὶ ὁ ἄνηβος καὶ ὁ ἄκρηβος καὶ τὰ τοιαῦτα, πολλαχόθεν φαίνεται. (ῃ. 349) Ὅτι τὸ παρέξ, περὶ οὗ πολλαχοῦ διείλειπται, κἀνταῦθα κεῖται μετὰ αἰτιατικῆς ἐν τῷ «μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασαν», ὁ Πρίαμος δηλαδὴ καὶ ὁ κήρυξ. ὁμοίως καὶ ἑξῆς ἐν τῷ «δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι». δῆλον δὲ ὅτι τὸ τοῦ Ἴλου σῆμα ἔξω τῆς πόλεως ἦν «μέσον κὰπ πεδίον, ὡς προείρηται, ταφέντος ἐκεῖ, ἐπεὶ πρῶτος ἐθάρρησε, φασίν, ἐν πεδίοις θέσθαι τὴν κατοικίαν. (ῃ. 350 ς.) Ὅτι κατάλυσιν ἐξ ὁδοῦ φράζει τὸ «στῆσαν ἂρ ἵππους τε καὶ ἡμιόνους, ὄφρα πίοιεν ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἦλθε γαῖαν». περὶ Πριάμου δὲ τοῦτο καὶ τοῦ σὺν αὐτῷ κήρυκος. (ῃ. 351) Ἰστέον δὲ ὅτι τοῦ «κνέφας» γενικὴ [πρὸς ἀναλογίαν οὐχ' εὕρηται, κνέφους δὲ κεῖται παρὰ Ἀριστοφάνει ἐν Ἐκκλησιαζούσαις ὡς ἀπὸ τοῦ κνέφος πρὸς ἀναλογίαν τοῦ γῆρος γήρους, οὗ κοινότερον τὸ γῆρας γήραος, καὶ ὅτι τοῦ φάος τὸ μὲν ἄλφα φυλάσσεται ἐν τῷ κνέφας, ὅπερ ἐστὶ κενότης φάους, τὸ δὲ ˉο τηρεῖται ἐν τῷ νέφος, ὃ στέρησις φάους ἐστί.] παράγωγον δὲ τοῦ κνέφας ὁ κνεφαῖος ἐν τῇ τραγῳδίᾳ. [(ῃ. 353) Ὅτι ἐν τῷ «ποτὶ Πρίαμον φάτο φώνησέν τε» ἢ ταὐτολογεῖται τὸ «φάτο» καὶ τὸ «φώνησεν» ἢ διαφέρετον καθότι τρανέστερον τοῦ «φάτο» τὸ «φώνησεν».] (ῃ. 354) Ὅτι βουλευτικὸν τὸ «φράζεο, ὦ δεῖνα, φραδέος νόου ἔργα τέτυκται». (ῃ. 355-7) Εἰ δὲ καὶ πολέμιός τις καθορᾶται, οἰκεῖον καὶ τὸ «ἄνδρα ὁρῶ· τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλ' ἄγε δὴ φεύγωμεν, ἢ γούνων ἁψάμενοι λιτανεύσομεν, αἴ κ' ἐλεήσῃ». Ἰδαίου δὲ τοῦ κήρυκος ταῦτα λόγοι 4.918 πρὸς Πρίαμον, ὅτε ἐξ ἀγχιμόλου, ἤτοι ἐκ τοῦ σύνεγγυς, ἰδὼν ἐφράσατο τὸν Ἑρμῆν. Ἔνθα ὅρα τὸ «φραδέος» ἐκ τοῦ ὁ φραδής, οὗ κατὰ στέρησιν ὁ ἀφραδής καὶ τὸ ἀφραδέως ἐπίρρημα. καὶ οὕτω μὲν ταῦτα. (ῃ. 358-