Ἐπὶ δὲ τούτοις πάνυ τερατωδῶς ὁ ποιητὴς καὶ πρεπόντως τῇ κατ' αὐτὸν ποιήσει φησὶ δι' Ἑρμοῦ περὶ Ἕκτορος τὸ «ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ οὕτως», ἢ αὕτως, «ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠώς», ἢ «δυωδεκάτη δέ οἱ ἥδε, κειμένῳ, οὐδὲ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ ἔσθουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανείη, οὐδέ μιν αἰσχύνει· θηοῖο κεν αὐτὸς ἐπελθών, 4.924 οἷον ἑρσήεις κεῖται, περὶ δ' αἷμα νένιπται, οὐδέ ποθι μιαρός, σὺν δ' ἕλκεα πάντα μέμυκεν, ὅσσ' ἐτύπη. πολέες γὰρ ἐπ' αὐτῷ χαλκὸν ἔλασαν». (ῃ. 422 ς.) Ἃ δὴ ἀνάγων παιδευτικῶς εἰς θεοφίλειαν, ἐπάγει «ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι». [ἢ σὺ ὁ πατήρ, δι' ὃν ταῦτα πρὸς εὐσεβείας χάριν, ἢ μάλιστα ὁ Ἕκτωρ διὰ τὴν αὐτὴν αἰτίαν.] (ῃ. 413) Ἔστι δ' ἐν τοῖς ῥηθεῖσι τὸ μὲν αὕτως ταὐτὸν τῷ οὕτως, ὡς ἐξ ἀρχῆς δηλαδὴ ἐτέθη. (ῃ. 414 ς.) Εὐλαὶ δέ, ὡς καὶ ἀλλαχοῦ, οἱ τοῖς τεθνεῶσιν ἐγγεννώμενοι σκώληκες. διὸ ἑρμηνεύων ὁ ποιητής φησι «αἳ φῶτας ἀρηϊφάτους κατέδουσιν», ὡς εἶναι σκώληκας νεκροφάγους τὰς εὐλάς. (ῃ. 417) Ἀκηδέστως δὲ τὸ ἀνηλεῶς, δίχα τοῦ κήδεσθαι, [ἐκ τοῦ κηδῶ κηδέσω, ἐξ οὗ καὶ κηδεμών καὶ κηδεστής. ἁπλοῦν δὲ τοῦ κηδῶ κηδέω, οὗ δεύτερον τὸ κηδεύω, ἐπί τε ταφῆς καὶ ἐπὶ γαμβρείας.] Τὸ δὲ «φανείη» ἐν πολλοῖς τῶν ἀντιγράφων διὰ τοῦ ˉη συνήθως ἔχει τὴν παραλήγουσαν μετὰ καὶ προσγραφῆς τοῦ ˉι λόγῳ διφθόγγου. [∆ύναται δὲ καὶ ἐκ τοῦ φανῇ δισυλλάβου εἶναι τὸ «φανήῃ» δίχα προσγραφῆς τοῦ ἰῶτα διὰ τὸν τοῦ ἦτα πλεονασμόν.] (ῃ. 418) Τὸ δὲ «αἰσχύνει» ῥῆμά ἐστιν ἀντίθετον τοῦ καλὸν εἶναι, καθὰ καὶ τὸ αἶσχος τῷ κάλλει ἀντίκειται. αἰσχύνεται δὲ νεκρός, ὅτε 4.925 ἀποδρυφθῇ ἢ ἄλλα τι τοιοῦτον πάθοι. Τὸ δὲ «θηοῖο» ἀντὶ τοῦ θαυμάσοις πρὸς τὸ θηητόν συστοιχεῖ. (ῃ. 419) Τὸ δὲ ἑρσήεις», ὅ ἐστι δροσώδης, τεράστιον, εἴπερ ἀντὶ σηπεδόνος καὶ τοῦ μυδᾶν δρόσος αὐτὸν περικέχυται. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν «θηοῖό κεν αὐτός», τουτέστιν θηητὸν κρινεῖς ὡς ἑρσήεις κεῖται. (ῃ. 420) Οὕτω δὲ τέρας καὶ τὸ τὰ ἕλκη πάντα μεμυκέναι. οὐκ εἶπε δὲ οὐλωθῆναι, διότι πάνυ ἀτηρὰ ἡ τοιαύτη τόλμα. εἰ δὲ καὶ τὸ μεμυκέναι παράδοξον, τὰ γὰρ μετὰ θάνατον γινόμενα ἕλκη οὐ μύει ἀλλὰ σήπεται, ὅμως οὐ τοσαύτην ἔχει παραδοξίαν ὅσην ἡ ἀπούλωσις. [Πολλὴ δὲ καὶ ἡ ὁμωνυμία καὶ ἡ παραγωγὴ τοῦ μύειν. μύει γὰρ οὐ μόνον ἕλκη ἀλλὰ καὶ χείλη καὶ ὄμματα, καὶ ῥόδα δὲ τὰ ἔτι ἐν κάλυξι καὶ ὅσα τοιαῦτα ἐκ δὲ τοῦ μύειν ἐστὶ καὶ τὸ μυεῖν, ἱερὰ λέξις αὕτη Ἀττική, ἀφ' ἧς καὶ ὁ μύστης καὶ ἡ μύστις, οἷς ἀνάγκη μύειν τὸ στόμα καὶ μὴ ἐκφαίνειν ἃ μεμύηνται. τοῦ δὲ μύειν παράγωγον καὶ τὸ μῦθος, πρὸς ὃ μύομεν ὄψιν, καὶ οἱ μύες δὲ οἵ τε κατὰ σῶμα καὶ τὰ ζωΐδια, καὶ ἡ μυῖα δὲ, καὶ οἱ μυῶνες, καὶ ἄλλα δέ τινα.] (ῃ. 420) Τὸ δὲ «οὐδέ ποθι μιαρός», ἀντὶ τοῦ οὐδαμοῦ βεβαμμένος αἵματι, ἐπεὶ τὸ αἷμα, ὡς ἐρρέθη, πέριξ νένιπται. κἀνταῦθα μὲν ἰδίᾳ εἶπε τὸ «αἷμα» καὶ ἰδίᾳ τὸ «μιαρός, ἀλλαχοῦ δὲ ὁμοῦ παράκεινται ἐν τῷ «μιάνθην αἵματι μηροί». ἐν δέ γε τῷ «μιαιφόνος Ἄρης» συνετέθη ὁ αὐτὸς νοῦς, οὐ ψόγον δηλῶν ὡς παρὰ τοῖς ὕστερον, ἀλλὰ πολεμικόν τι παρακολούθημα, τὴν ἐξ αἵματος δηλαδὴ βαφήν, ὁποίαν δή τινα πάσχει καὶ ἐλέφας, ὃν γυνὴ Κάειρα φοίνικι μιήνῃ, ὡς προδεδήλωται. Σημείωσαι δὲ ὅτι πολλαὶ λέξεις, 4.926 πάλαι ποτὲ μέσως λεγόμεναι, ὕστερον ἐπὶ οὐκ ἀγαθῷ ἐδέχθησαν, ὥσπερ καὶ μιαρός παρὰ τοῖς μεθ' Ὅμηρον ὁ λυμάτων ἄξιος, ὅ ἐστι ῥυπαρός, λυμεών, ἀκάθαρτος. οὕτω καὶ ἅγιος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ὁ καθαρός, ἀλλὰ καὶ ὁ μιαρός, διὰ τὸ τοῦ ἅγους διπλόσημον, ἐξ οὗ καὶ ὁ εὐαγής, καὶ αὖ πάλιν ὁ ἐξάγιστος καὶ τὰ τούτῳ ἐναντία, ἡ ἁγιστεία καὶ τὸ καθαγιάζειν. οὕτω καὶ φαῦλον οὐ μόνον τὸ κακόηθες, ὡς παρὰ ∆ημοσθένει δηλοῖ τὸ «οὐ γὰρ εἰ φαύλοις ὑμεῖς συμμάχοις χρῆσθε», ἀλλὰ καὶ τὸ ἀγαθόν, ὡς Εὐριπίδης «φαῦλον, κομψόν, τάχιστον», οὐδὲ μόνον ἐπὶ μεγέθους, ὡς τὸ «φαῦλον στόμα», ἀλλὰ καὶ ἐπὶ σμικρότητος, ὅθεν καὶ φαύλη ἐλαία ἡ μικρόκαρπος, ἡ καὶ φαυλία, γινομένη, φασίν, ἐκ κοτίνου κοπέντος καὶ μεταφυτευθέντος. λέγεται δέ, φασί, φαῦλον καὶ τὸ ἁπλοῦν