θύραν, ἣν ἔχει ὁ ἐνταῦθα ἐπιβλής, καὶ πληθυντικῶς θύρας λέγει, ὥσπερ καὶ πύλας ἀνωτέρω, ἔνθα καὶ οἱ αὐτῶν ὀχῆες. Ὀξύνεται δὲ ὁ ἐπιβλὴς ὡς τὸ προβλής, ἡμιθνής, ἀδμής. τὰ γὰρ εἰς ˉσ λήγοντα ἀρσενικὰ σύνθετα, ἔχοντα ἐν τῷ τέλει μίαν συλλαβὴν τοῦ ῥήματος καὶ διὰ τοῦ ˉτˉοˉς κλινόμενα, ὀξύνεται. διὸ καὶ παρὰ Ἀριστοφάνει τὸ «ὁ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλής», ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται. οὐ καλῶς οὖν, φασί, τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος. (ῃ. 454) Ὅρα δὲ καὶ ὅτι ἐλάτην ἀνωτέρω τὸ φυτὸν εἰπὼν διὰ μόνου τοῦ ˉε εἰλάτινον ἔφη τὸ αὐτῆς παρώνυμον κατὰ διχρόνου ἐπένθεσιν, μέτρου τοῦτο θέλοντος. (ῃ. 460 ς.) Ὅτι ἐναργείας θείας τὸ «ὦ γέρον, ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα Ἑρμείας», ταὐτὸν δ' εἰπεῖν, λόγος, «σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν». (ῃ. 463 ς.) Ὅτι τὸ «νεμεσητὸν δέ κεν εἴη ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην», ὃ δὴ ὁ τοῦ μύθου Ἑρμῆς φησι μὴ θέλων εἰς ὀφθαλμούς, ἤγουν εἰς ὄψιν, ἐλθεῖν τῷ Ἀχιλλεῖ, ποιεῖν δοκεῖ δυσεντεύκτους τοὺς ὕστερον ἄρχοντας, ἀποθεοῦντας οἷον ἑαυτοὺς καὶ ἀπαξιοῦντας βλέπεσθαι. (ῃ. 465-7) Ὅτι ὁ λόγιος Ἑρμῆς, ὁ παρὰ τῷ συνετῷ γέροντι δηλαδὴ ἐνδιάθετος λόγος, τόπους τε αὐτῷ ἱκετευτικῶν νοημάτων μεθοδεύει, λέγων «εἰσελθὼν λάβε γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητρὸς ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς», τουτέστιν, ἵνα σὺν τοῖς δώροις ὀρίνῃς αὐτὸν καὶ λόγοις εἰς οἶκτον. καὶ ἐν καιρῷ δὲ εὐθέτῳ, καθὰ καὶ προεγράφη, ἄγει πρὸς Ἀχιλλέα, ὅτε δηλαδὴ ὁ ἥρως ἀνειμένος τὴν γνώμην ῥᾷον ἂν δυσωπηθείη. (ῃ. 475) «Νέον γάρ», φησίν, «ἀπέληγεν ἐδωδῆς» καὶ τὰ ἑξῆς. διὸ καὶ εἰς δάκρυον κινηθεὶς Ἀχιλλεὺς παντοῖος γίνεται, καὶ ποτὲ μὲν εἰς θρῆνον ἐρεθισθεὶς κλαίει τὸν πατέρα καὶ τὸν Πάτροκλον, ποτὲ δὲ παραμυθεῖται οἰκτιζόμενος τὸν γέροντα. καὶ ἐπαινεῖ δέ, ὡς φανήσεται. οὐκ ἐξίσταται μέντοι ἐν πᾶσι τούτοις 4.934 οὐδὲ τοῦ ἀληθῶς μὲν ἐμβριθοῦς ἡρωϊκοῦ, ὡς δέ τινές φασι, παλιμβόλου ἤθους, ἀλλ' ὅτι μικρόν τι ὁ γέρων ἀπήρεσεν αὐτῷ, ἐν οἷς οὐκ ἐπείσθη καθεσθῆναι εἰς θρόνον, «ἀλλὰ τάχιστα λῦσον» εἶπε τὸν Ἕκτορα, ἄλλως δὲ «μή μ' ἐς θρόνον κάθιζε», ταράσσεται εἰς θυμὸν πλείω τοῦ δέοντος, ὡς ῥηθήσεται ἐν οἰκείῳ τόπῳ. Σημείωσαι δὲ ὅτι, εἰ καὶ προεκθετικῶς τῷ γέροντι ἔδοξε καὶ ἀπὸ μητρός, ὡς εἰρήσεται, καὶ τέκνου ἱκετεύσειν τὸν Ἀχιλλέα, ὅμως οὐ γίνεται τοῦτο, τάχα μὲν καὶ διότι ἐξέκρουσεν ἡ λύπη τῆς τοῦ γέροντος ψυχῆς τὴν τοῦ διδασκάλου Ἑρμοῦ μέθοδον, μάλιστα δέ, ὡς τοῦ Ἀχιλλέως τῇ τοῦ πατρὸς καὶ μόνου μνήμῃ καταμαλαχθέντος εἰς ἔλεον ἔτι τὸν μὲν Πηλέα προὐβάλετο Πρίαμος εἰς δυσωπίαν ὡς ὅμοιόν τι πρὸς ἐκεῖνον ἔχων, καθὰ καὶ ἑξῆς δηλωθήσεται, τῇ Θέτιδι δὲ καὶ αὐτῷ οὐδέν τι κοινὸν θεᾷ οὔσῃ καὶ κακῶν ἀπαθεῖ, Νεοπτόλεμος δέ, ὁ τοῦ Ἀχιλλέως παῖς, οὐδ' αὐτός πω δυστυχεῖ ὡς οὕτω πρὸς ὁμοιότητα συμβαλέσθαι τῷ γέροντι, αἰδεῖται δὲ ἴσως ὁ τηλικοῦτος γέρων καὶ καταβαλεῖν οὕτω τὴν ἀξίαν ἀγεννῶς δι' ἐπιχύσεως οἰκτρῶν ἐπιχειρημάτων οἷά τι θαρρῶν καὶ τῇ τῶν δώρων μεγαλοπρεπείᾳ. (ῃ. 467) Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν τὸ «θυμὸν ὀρίνῃς» τὴν εἰς ἔλεον κίνησιν δηλοῖ, ἐν δὲ τοῖς ἑξῆς τὸ «μή μοι μᾶλλον θυμὸν ὀρίνῃς», καὶ τὸ «μὴ Ἀχιλῆϊ ὀρινθείη φίλον ἦτορ», τὸν εἰς χόλον ἐρεθισμὸν συνήθως δηλοῦσιν. (ῃ. 465) Ὅρα δὲ καὶ τὸ «λάβε γούνατα» κατὰ αἰτιατικὴν σύνταξιν, ὅπερ ἀλλαχοῦ «λάβε γούνων» φησί, καὶ μετ' ὀλίγα δὲ «χερσὶν Ἀχιλλῆος λάβε γούνατα». Ἰστέον δὲ ὅτι μέθοδος ἱκετείας τὸ «τύνη δ' εἰσελθὼν λάβε γούνατα» τοῦ δεῖνος, «καί μιν ὑπὲρ πατρός» καὶ ἑξῆς, ὡς προσεχῶς ἀνωτέρω κεῖται. Τὸ δὲ «τύνη» ∆ωρικὸν καὶ Ὁμήρῳ ἔγνωσται, καὶ παρ' 4.935 Ἡσιόδῳ ἔστι. γίνεται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀπὸ τοῦ τύ, ἤγουν σύ, κατὰ πλεονασμὸν ὅμοιον τῷ ἐγώ ἐγώνη. (ῃ. 466) Τὸ δὲ «ὑπὲρ πατρὸς καὶ μητρός» ὅμοιον ὡς εἰ καὶ «πρὸς μητρὸς ἔφη καὶ πατρός», ὡς καὶ ἐν τοῖς <τοῦ> Κωμικοῦ κεῖται. (ῃ. 470) Ὅτι τὸ Ἰδαῖος «ἔμιμνεν ἐρύκων ἵππους» ἀντὶ τοῦπεζεύσαντος Πριάμου κατεῖχεν ὥστε ἐφ' ἑνὸς τόπου ἵστασθαι. (ῃ. 471-5) Ὅτι ὁ γέρων ἰθὺς ἐλθὼν οἴκου ἔνθ' Ἀχιλλεὺς ἵζεσκε ∆ιῒ φίλος,