εὗρέ μιν αὐτόν, «ἕταροι δ' ἀπάνευθεν καθείατο», ἔθος δὴ τοῦτο Ῥωμαίοις ἔτι καὶ νῦν ἀρέσκον. δύο δὲ μόνοι περὶ αὐτὸν ἐπονοῦντο παρόντες, «ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, ὄζος Ἄρηος», συγκοπεὶς ἐκ τοῦ Ἀλκιμέδων κατά τινας, οὓς δὴ τούτους δύο ἑταίρους, ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ, μάλιστα ἑτάρων Ἀχιλλεὺς ἐτίμα μετὰ Πάτροκλόν γε θανόντα, οἳ καὶ τοῦ ζυγοῦ λύσουσιν ἐν τοῖς ἑξῆς τοὺς τοῦ γέροντος ἵππους ἡμιόνους τε, καὶ τὰ λύτρα ἐκ τῆς ἀπήνης λήψονται, ἀλλὰ ταῦτα μὲν ἐν τοῖς μετὰ ταῦτα. (ῃ. 475-9) Νῦν δὲ λέγει καὶ τὸ «νέον δ' ἀπέληγεν ἐδωδῆς», ὁ Ἀχιλλεὺς δηλαδή, «ἔσθων καὶ πίνων. ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας», ὃν δηλαδὴ οὐ λαθεῖν ἔδει ἐλθόντα οὕτως οἰκτρῶς, μέγαν ἄλλως ὄντα καὶ οἷον χρῆναι προϊέναι περίκλυτον. «ἄγχι δ' ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας, δεινάς, ἀνδροφόνους, αἳ οἱ πολέας κτάνον υἷας», ὃ δὴ καὶ αὐτὸ οἰκτρόν, εἴπερ ἃς ἡδέως ἀποτέμοι ἄν, ταύτας φιλεῖ. Ὅρα δὲ τὸ τοῦ γέροντος δεξιὸν οὕτω μετρησαμένου τὸν καιρὸν εὐτυχῶς, ὡς εὑρεῖν ἔτι τὸν Ἀχιλλέα μετὰ δόρπον καθήμενον, μεθ' ὃν δόρπον ὕπνωσεν ἂν πάντως κατὰ τοὺς φυλακτῆρας καὶ αὐτός. (ῃ. 472) Τὸ δὲ «μιν αὐτόν» ἀντὶ τοῦ αὐτὸν ἐκεῖνον κατ' ἐξοχὴν ἀμέσως καὶ οὐ διά τινος τῶν ἑταίρων, ὧν ἕκαστος κατὰ τὴν παροιμίαν τῇ πρὸς τὸν φίλον παραθέσει ἄλλος αὐτός ἐστιν. οὐ μὴν αὐτὸς αὐτός. λαμβάνεται δέ ποτε, ὡς καὶ προδεδήλωται, τὸ αὐτόν μιν καὶ ἀντὶ τοῦ ἑαυτόν. (ῃ. 478 ς.) Τὸ δὲ «χεῖρας δεινὰς ἀνδροφόνους» λυτικόν ἐστιν ἀμφιβολίας τῆς ἐν τῷ «χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου». δοκεῖ γὰρ κρεῖττον εἶναι καὶ ἐκεῖ χεῖρας ἀνδροφόνους μὴ τὰς τοῦ Πατρόκλου, ἀλλὰ τὰς τοῦ Ἀχιλλέως μάλιστα νοεῖν. (ῃ. 476) Τὸ δὲ «ἔτι παρέκειτο τράπεζα» ἑρμηνευτικόν ἐστι τοῦ «νέον ἀπέληγεν ἐδωδῆς». 4.936 [Ἔνθα, ὥς φησιν Ἀθήναιος, ἀρέσκει τοῖς παλαιοῖς δηλαδὴ μὴ τιθέναι μετὰ τοῦ ἔσθων καὶ πίνων, ἀλλὰ συντάσσειν τοῖς ἐφεξῆς, ἵνα ᾖ «ἔτι καὶ παρέκειτο τράπεζα». εἰ δὲ καὶ ἐσίγησεν ὁ ποιητὴς ἐν τῷ «ἔσθων καὶ πίνων», τί δή ποτε ἤσθιεν ὁ Ἀχιλλεύς, ἀλλ' ἔστι νοεῖν ἐκ τῶν ἑξῆς ὡς τοιαύτην, καθὰ εἰκός, εἶχε δαῖτα, ὁποία καὶ τῷ Πριάμῳ παρετέθη, τυχὸν δὲ καὶ δαψιλεστέρᾳ ἐχρῆτο. εἰ γὰρ καὶ ἁπλῆ παρασεσημείωται τοῖς παλαιοῖς ἡ παρ' Ὁμήρῳ ἡρωϊκὴ δίαιτα- καὶ αὐτοὶ γὰρ οἱ τρυφεροὶ Φαίακες καὶ μνηστῆρες οἱ ὑβρισταὶ παρ' Ὁμήρῳ κρεῶν ὡς ἐπὶ πολὺ βοείων καὶ αὐτῶν ὠπτημένων ἤσθιον, καὶ οὐδὲ ὀπώρα παράκειται οὐδ' αὐτοῖς Φαίαξι καίπερ οὖσα πολλὴ καὶ ἥδιστα μνημονευομένη καί πως ἀθανατιζομένη, φασίν, ἐν τῷ «ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει-, ἀλλ' ἐπεμελοῦντο καὶ τῶν ἄλλων ἡδέων, ὡς μυριαχοῦ φαίνεται, καὶ οὐ μόνον ἀκροδρύων, ἃ δενδρέων καλῶν ἐκφύονται, ἀλλὰ καὶ αὐτῆς λαχανείας, οἷς ὄρχοι κοσμητῶν ἦσαν πρασιῶν. οἱ δὲ περὶ Σικελίαν ἀγκίστροις ἰχθύας ἀνάγοντες ἐν τῷ πάντως οἴκοθεν ἔχειν ἄγκιστρα ἐκεῖ τε ἰχθυοφαγοῦσι καὶ τέχνην ἔχειν τὸ ἁλιεύειν δηλοῦσιν. οἱ δὲ παρ' ἐκείνοις ὀρνιθοθῆραι καλῶς λέγονται μηδὲ τὸν ἀέρα ἐᾶν ἐλεύθερον διὰ τὸ ἐπιβουλεύειν καὶ αὐτοῖς ὄρνισι. Τὸ δέ γε «κρειῶν πίνακας παρέθηκε παντοίων» οὐ μόνον κρεῶν, φασί, δηλοῖ ἐξαλλαγήν, οἷον ὀρνιθείων, χοιρείων, ἐριφείων, βοείων, ἀλλὰ καὶ σκευασίαν αὐτῶν περιττήν, δι' ἧς ἀνακύπτουσι τράπεζαι Σικελικαί, φασί, καὶ Συβαριτικαὶ καὶ Ἰταλικαί, ἤδη δὲ καὶ Χῖαι. μαρτυροῦνται γὰρ καὶ Χῖοι ὀψαρτυσίαν ἀσκεῖν οὐκ ἔλαττον τῶν εἰρημένων. οὐκοῦν οὐκ ἂν εἴη ἀπεικὸς καὶ τὸν ἐκ Θέτιδος ἥρωα, εἰ καὶ μὴ βορὸν καὶ παμφάγον, ἀλλ' οὖν μηδὲ πάντῃ ἁπλοῦν εἶναι τὴν δίαιταν;] (ῃ. 480-4) Ὅτι παραβολικῶς ὑποδηλῶν ὁ ποιητής, ὅπως ὁ Ἀχιλλεὺς διετέθη ἐπὶ τοῖς κατὰ Πρίαμον, φησὶν «ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβῃ, ὅς τ' ἐνὶ πάτρῃ φῶτα 4.937 κατακτείνας, ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας, ὣς Ἀχιλλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα, θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο», οἷα εἰκός, οὐ γὰρ ἦν ἄλλως γενέσθαι. σχῆμα δὲ τοῦτο θάμβους καὶ ἀπορίας, καὶ οἷον πύσμα σιωπηρόν, τί ἂν εἴη τὸ βλεπόμενον. σημειωτέον δὲ τὴν παραβολὴν πρὸς