μόνον τὸ πολὺ τοῦ θάμβους γενομένην. ἄλλως γὰρ ἀντέστραπται πρὸς τὸ πρᾶγμα. οὐ γὰρ ὁ ἱκετεύων φονεὺς νῦν, ἀλλ' ὁ ἱκετευόμενος. Ὅρα δὲ καὶ τὴν ἐν τῷ θάμβος καὶ θαμβεῖσθαι ἐπιμονὴν διὰ τὸ καίριον τῆς λέξεως. (ῃ. 480) Ἄτην δὲ πυκινήν, ὅ ἐστι πυκνὴν καὶ πυκνοποιόν, λέγει, ὡς τῆς κατὰ τὴν ἡδονὴν θαλπωρῆς ἀνάπαλιν δηλαδὴ χαυνούσης καὶ ἀραιούσης καὶ διαχεούσης, ὅθεν καὶ διάχυσις καὶ χάρμα καὶ χαρὰ δὲ λέγεται. Ἡ δὲ πάτρη τὸ πρωτότυπόν ἐστι τοῦ πατρίς, παρωνύμου ἐκείνου ὄντος οὐχ' ὑποκοριστικοῦ. (ῃ. 482) Τὸ δὲ «ἐς ἀφνειοῦ» καλῶς καὶ αὐτὸ κεῖται, ὡς τῶν φονέων τοιούτοις μάλιστα προσιόντων οὐ διὰ τροφήν, ἀλλ' ὡς ἂν βοηθοῖντο βλαπτόμενοι. Ὅτι τοιαύτη τις ἡ τοῦ Πριάμου πρὸς τὸν Ἀχιλλέα ἱκετεία. οἵα τε οὖσα πολὺν οἶκτον ἐνθέσθαι τῷ ἀκούοντι. τοιοῦτος γὰρ ὁ ταῦτα ποιῶν καλὸς Ὅμηρος, ὁ τὴν Μοῦσαν παντοῖος, παρ' ᾧ καὶ πτοήσεταί τις που ἀκούων καὶ ἀναθαρρήσει δὲ ἀλλαχοῦ, καὶ γελάσει ἑτέρωθι, καὶ οἰκτίσεται ἐν ἄλλοις, καὶ ὅλως παντοδαπὸς γενήσεται. [Εἰκότως οὖν ὁ ποιητὴς ἐφιλεῖτο τοῖς γε τὸ καλὸν εἰδόσιν. ἱστοροῦνται γοῦν φιλόμηροι μάλιστα μὲν ὁ μέγας Ἀλέξανδρος, ἤδη δὲ καὶ Κάσανδρος, ὁ καὶ αὐτὸς Μακεδόνων βασιλεύς, οὕτω φιλῶν Ὅμηρον ὡς διὰ στόματος, φασίν, ἔχειν τῶν ἐπῶν αὐτοῦ τὰ πολλά. ἦν δὲ τοιοῦτος καὶ ὁ Φαληρεὺς ∆ημήτριος, ὃς πρῶτος εἰς θέατρον παρήγαγε, φασί, ῥαψῳδοὺς τοὺς καὶ Ὁμηριστὰς καλουμένους, οἳ ἐμελῴδουν τὰ τοῦ Ὁμήρου, καθάπερ ἄλλοι τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου καὶ ἑτέρων. καὶ τοῦ μὲν τοιοῦτον. (ῃ. 486-94) Ἡ δὲ τοῦ Πριάμου, ὡς εἴρηται, ἱκεσία ἦν τοιαύτη] «μνῆσαι», φησί, «πατρὸς σεῖο, θεοῖς ἐπιεικέλ' Ἀχιλλεῦ, τηλίκου ὥσπερ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ. καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσ', οὐδέ τίς 4.938 ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων, χαίρει τ' ἐν θυμῷ ἐπί τ' ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα. αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι». (ῃ. 495-501) Εἶτα μετρῶν τοὺς τόκους φησὶ «πεντήκοντά μοι ἦσαν, ὅτ' ἤλυθον υἷες Ἀχαιῶν. ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν, ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, τὸν σὺ πρῴην κτείνας ἀμυνόμενον περὶ πάτρης, Ἕκτορα». (ῃ. 5014) Ὑπὲρ οὗ ἱκετεύειν εἰπών, φέρειν δὲ καὶ ἄποινα, οὐχ' ἁπλῶς ἀλλ' ἀπερείσια, ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἀποφαίνεται, ἐπάγει τὴν ἀξίωσιν «ἀλλ' αἰδεῖο θεούς, Ἀχιλεῦ· αὐτόν τ' ἐλέησον μνησάμενος σοῦ πατρός, ἐγὼ δ' ἐλεεινότερός περ». (ῃ. 505 ς.) Ὃ καὶ κατασκευάζων φησὶν «ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρας ὀρέξαι», ἤγουν ἐκτεῖναι, ἢ «χεῖρ' ὀρέγεσθαι». Καὶ σημείωσαι ὅπως νῦν καινότερον παρέφρασε τὸ «ὑπ' ἀνθερεῶνος ἑλεῖν» διὰ τοῦ «ποτὶ στόμα χεῖρα ὀρέξαι». Φασὶ οἱ παλαιοὶ ὅτι ἐν τῷ «τηλίκου ὥσπερ ἐγὼ ἐπὶ γήραος οὐδῷ» ψεύδεται ὁ Πρίαμος ἐπίτηδες. πρεσβύτερος γάρ, φασίν, ὁ Πηλεύς. εἴγε ὁπηνίκα τῷ Ἡρακλεῖ τέλειος αἰχμητὴς συνεστράτευσεν ἐκεῖνος εἰς Ἴλιον, τηνικαῦτα ὁ Πρίαμος ἀπεδόθη, τουτέστι διεπράθη, Τρωϊκὸς μὲν ὢν βασιλικὸς νέος παῖς, Ποδάρκης δὲ καλούμενος. ἴσως δέ, εἰ καὶ ψεύδεσθαι φαίνεται ὁ γέρων, ἀλλὰ τῇ φράσει ἐκφεύγει τὸ εἰκῇ κολακικόν. ἐπὶ γήραος γὰρ οὐδῷ εἶναί τινα διπλόην ἔχει. ὁ τε γὰρ ἔτι ὠμογέρων ἐπὶ γήραός ἐστιν οὐδῷ οἷα τρόπον τινὰ τὸ γῆρας ὑπεισερχόμενος ὁποῖος ἴσως εἴη ἂν ὁ Πρίαμος, καὶ ὁ ἤδη δὲ πέμπελος ἐν οὐδῷ γέγονε γήραος, ὡς ἤδη τὸν βίον ὑπεξιών, ὁποῖον εἶναι τὸν Πηλέα εἰκός. γήραος οὖν οὐδὸν εἰπὼν ὁ Πρίαμος, ἀφίησι νοεῖν τὸν συνετὸν ἀκροατὴν ἐπί τε αὐτοῦ καὶ ἐπὶ τοῦ Πηλέως τὸ εἰκός, οἷα τοῦ οὐδοῦ ὑποκειμένου καὶ εἰς εἴσοδον καὶ εἰς ἔξοδον. (ῃ. 487) Ἔστι δὲ τὸ 4.939 «ὥσπερ ἐγώ» καὶ ἑξῆς, διασαφητικὸν τοῦ τηλίκου. ὁμοιότητα δέ φησιν ὁ Πρίαμος ἔχειν πρὸς τὸν Πηλέα, καὶ καθότι καὶ ἐκεῖνόν που, ἤγουν τυχόν, ἴσως, οὐ γὰρ ὁμολογούμενόν ἐστιν, οἱ περίοικοι τείρουσιν, ὥσπερ ἡμᾶς οἱ Ἀχαιοί, καὶ ὅτι οὐδ' ἐκείνῳ ἐστίν, ὃς νῦν ἐκεῖσε παρὼν