ἀμυνεῖται, ὥσπερ οὐδὲ ἐμοί, ᾧ μόνος ὁ Ἕκτωρ ἦν. (ῃ. 491 ς.) Εἶτα μετὰ τὴν τοιαύτην κοινωνίαν ἐπάγει διαφοράν, ὅτι ἀλλ' ὁ μὲν Πηλεὺς ἐλπίσι θάλπεται ὄψεσθαί σε νοστήσαντα, οὗ περίφρασις τὸ «ἀπὸ Τροίηθεν ἰόντα», ἐμοὶ δὲ οὔτινα τῶν ἀρίστων υἱῶν λελεῖφθαί φημι, κἂν ἄλλοι τάχα τινὲς εἴπωσι περιεῖναί μοι. (ῃ. 488) Ὅτι δὲ περιναιέται καὶ περιναέται οἱ περίοικοι λέγονται, πρόδηλόν ἐστιν. ὁ δὲ ποιητὴς ἐνταῦθα ἡρμήνευσεν αὐτούς, ἐπαγαγὼν διὰ συγγένειαν τῆς ˉἀˉμˉφˉι καὶ τῆς ˉπˉεˉρˉι τὸ «ἀμφὶς ἐόντες», ἐπειδὴ καὶ περιναέται καὶ περίοικοι οἱ πέριξ, ὅ ἐστιν ἀμφίς, οἰκοῦντες καὶ ναίοντες, γενικῶς δὲ εἰπεῖν, ἐόντες. (ῃ. 495) Ὅρα δὲ καὶ ὅτι τὸ «πεντήκοντά μοι ἦσαν» ἀσαφῶς εἶπεν ἐπίτηδες, ὡς ἂν εἴη νοεῖν, εἰ βούλοιτό τις, υἱοὺς εἶναι τοὺς πεντήκοντα πρὸς ἐπίτασιν ἀθλιότητος. διὸ καὶ τὸ «υἷες Ἀχαιῶν» εὐθὺς ἔφη, ὡς ἂν τὸ «υἷες» δοκῇ μερίζεσθαι τῇ ἄγαν ἐγγύτητι καὶ πρὸς τὸ «πεντήκοντα». ὅτι δὲ οὐχ' οὕτως ἔχει τἀληθές, δηλοῖ ὁ ποιητής, ἔνθα καὶ θυγατέρων Πριάμου θαλάμους μετρεῖ. [Καὶ μὴν ἄλλως οὐδέν τι προσίσταται καὶ υἱοὺς εἶναι τῷ Πριάμῳ πεντήκοντα, καὶ θυγατέρας δὲ κατ' ἐπιθήκην τὰς προϊστορηθείσας. (ῃ. 497) Χρήσιμον δὲ τῷ τοιούτῳ λόγῳ καὶ τὸ «τοὺς δ' ἄλλους μοι ἔτικτον γυναῖκες». εἰπὼν γὰρ «τοὺς δ' ἄλλους» διαστολὴν αὐτῶν ἐποίησεν, οὐ πρὸς θηλείας, ἀλλὰ πρὸς ἄνδρας τοὺς ἐκ μιᾶς νηδύος, οἳ ἀλλήλοις μὲν ἦσαν ὁμογάστριοι, τοῖς δὲ ἄλλοις ἀμφιμήτριοι.] Τὸ δὲ «ἔτικτον γυναῖκες», αἱ παλλακαὶ δηλαδή, αἳ τοῖς παλαιοῖς εἰς πλῆθος ἦσαν, καὶ μάλιστα τοῖς βαρβάροις, οἳ ἐκ πλειόνων ἐπαιδοποιοῦντο. πρεσβύτερον δὲ τῶν Πριαμιδῶν τὸν Πολίτην εἶναί φασι. (ῃ. 499) Τὸ δὲ «ὃς δέ μοι οἶος ἦν» ὡς περὶ ἀριστέως λέγει τοῦ Ἕκτορος, οἷα τὸν ἀντιζυγοῦντα μὴ ἔχοντος. ἄλλως γὰρ ὡς πρὸς τὰ πεντήκοντα τέκνα, ὅπερ ἡ παρὰ τῷ Εὐριπίδῃ Ἑκάβη λέγει κοινοποιουμένη αὐτὰ 4.940 τῷ ἀνδρί, οὐ μόνος ὁ Ἕκτωρ [ἁπλῶς ἦν υἱός. Ἰστέον δὲ ὅτι, καθὰ καὶ προεγράφη, καὶ ἄλλως δὲ ἔγνωσται, ὥσπερ ὕστερον ἡ παρὰ Πέρσαις βασιλεία τοῦ πλήθους τῶν παλλακίδων, ὥς φησιν ὁ ∆ειπνοσοφιστὴς, ἠνείχετο, διότι τε ὡς δεσπότης ἦρχε, φησί, τῆς γαμετῆς ὁ βασιλεύς, καὶ διότι ἡ βασιλὶς ὑπὸ τῶν παλλακίδων ἐθρησκεύετο, οὕτω που καὶ ἐπὶ τῶν προτέρων ἐγίνετο. Πρίαμος γοῦν πολλαῖς, φασί, χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει. παρὰ δὲ Ἕλλησιν οὐκ ἀνέχεται, φησίν, ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. καὶ Μήδεια δέ, ἡ ἐκ βαρβάρων εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἤδη ἐκδεδιῃτημένη, οὐ φέρει τὸν τῆς Κορινθίας Γλαύκης γάμον. καὶ Κλυταιμνήστρα δὲ διὰ Κασάνδραν τὸν ἄνδρα ἔκτεινεν, ᾧ κατὰ τὸν Θερσίτου λόγον ὡς πολυγυναίῳ πολλαὶ γυναῖκές εἰσιν ἐν κλισίῃ ἐξαίρετοι, εἰ καὶ μὴ πρὸς χρῆσιν, ὡς ὁ Ἀριστοτέλης ἔφη, ἀλλ', ὡς εἰκός, εἰς γέρας, ἐπεί, φησίν, οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ αὐτὸς μεθύειν παρεσκευάσατο. ἴσως οὖν, φασίν, ὁ Μενέλαος, ἵνα μὴ τὴν γαμετὴν Ἑλένην λυποίη τῇ φήμῃ, ἐφυλάττετο τὴν πρὸς ἄλλην κοινωνίαν, ὡς καὶ προδεδήλωται. ᾧ δὴ Ἀριστοτέλης ἐπέστησε θαυμάζων, εἰ πᾶσι δοὺς γυναῖκας Ὅμηρος οὐκ ἐποίησε καὶ Μενελάου παλλακίδα. καὶ ταῦτα μὲν περὶ πολυγυναίων. τὰ δὲ πρὸ τοῦ Κέκροπος ἀτεχνῶς θηριώδη καὶ ἀλόγιστα ἦσαν. ἀνέδην γάρ, φασί, τὸ πρότερον κοινογαμείων ὄντων, αὐτὸς πρῶτος Ἀθήνῃσι μίαν ἑνὶ ἔζευξε, διὸ καὶ διφυὴς ἐδοξάσθη, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, οὐκ εἰδότων τῶν προτέρων διὰ τὸ πλῆθος τὸν πατέρα, ὃ δὴ καὶ ∆ιογένης ἔσκωψεν εἰς παῖδα πόρνης λίθους ἐν δήμῳ ῥίπτοντα εἰπών· ὅρα, νεανίσκε, μήποτε τὸν πατέρα τρώσῃς, ὃν δηλαδὴ οὐκ οἶδας.] (ῃ. 499) Τὸ δὲ «ἄστυ καὶ αὐτούς» ἢ τὴν πόλιν καὶ τοὺς πολίτας ἀπὸ κοινοῦ καὶ νῦν συνήθως λαμβανομένους ἐκ τοῦ ἄστεος, ἢ τὴν πόλιν καὶ τοὺς υἱούς μου. (ῃ. 500) Τὸ δὲ «ἀμυνόμενον περὶ πάτρης» σεμνύνει τὸν Ἀχιλλέα, εἴπερ μὴ ἀγεννῶς φεύγοντα κτείνει, ἀλλ' ἀνδρείως ἱστάμενον. (ῃ. 503) Τὸ δὲ «θεοὺς αἰδέσθητι αὐτόν τ' ἐλέησον» σαφέστερον ἡρμήνευται τῶν πρὸ ὀλίγου ῥηθέντων, ἔνθα αἰδοῦς καὶ ἐλέους ἐμέμνητο. Τὸ δὲ «αἰδεῖο θεούς», ὅ ἐστιν αἰδέσθητι, ὡς εὐκτικὸν μὲν οὐκ εὐχερῶς ἂν 4.941 συμβιβασθείη. τὰ γὰρ εἰς ˉμˉηˉν περισπώμενα