παιχθεῖσα πρός τινα ὁμοιότητα τοῦ φαλάκρα. (ῃ. 525 ς.) Πρὸς δὲ τὸ τοῖς βροτοῖς τοὺς θεοὺς ἐπικλώθειν τὸ ἄχνυσθαι, αὐτοὺς ἀκηδέας ὄντας, Ἐπίκουρος ἐναντιούμενός φησιν ὅτι τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτ' αὐτὸ πράγματα ἔχει οὔτ' ἄλλοις παρέχει. διὸ οὔτε ὀργαῖς οὔτε λύπαις συνέχεται. καὶ Πλάτων δὲ ἐν Πολιτείαις φησίν, ὡς ὁ θεὸς ἀγαθός, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. καὶ οἱ μὲν φιλόσοφοι ταῦτα. ὁ δὲ ποιητὴς ἀνθρωποπαθεῖς τοὺς θεοὺς εἰσάγων δίδωσιν, ὡς μυριαχοῦ δηλοῦται, χώραν πάθεσι περὶ αὐτούς, ὁπόσα καὶ ἄνθρωποι πάθοιεν ἄν. ἐν οἷς καὶ τὸ μὴ ἐθέλειν τοὺς ὑπερέχοντας ἶσα τοῖς ταπεινοτέροις φέρεσθαι, ἀλλὰ κολούειν αὐτούς, [εἴτε ἀγαιομένους καί, ὡς ἂν Ἡρόδοτος εἴπῃ, φθονοῦντας, εἴτε καὶ ἑτέρως ὁπωσοῦν.] Οὐκοῦν ἐπεὶ θεῖον τὸ μετὰ ῥᾳστώνης ἔμφρονος ζῆν, ὅ φησιν ἡ ποίησις «θεοὶ ῥεῖα ζώοντες», οὐκ ἂν οὕτω βιῷεν καὶ οἱ θνητοί; ἀνθρώπῳ γὰρ ἀγαπητόν, εἰ μὴ ἀκράτου τοῦ τῶν κακῶν ἀπαντλεῖται αὐτῷ πίθου. ἔχει δ' ἀναμεμιγμένα καὶ ἀγαθὰ τοῖς κακοῖς, κατὰ τὸ «ἀλλὰ σοὶ μὲν παρὰ καὶ κακῷ καλὸν ἔθηκε δαίμων». διὸ καὶ ὁ ἐν Ὀδυσσείᾳ ∆ημόδοκος, τῇ Μούσῃ πεφιλημένος, οὕτω τὸν βίον κέκραται. φησὶ γὰρ «ὃν περὶ Μοῦσ' ἐφίλησε». καὶ τί 4.946 ἐστι τὸ ἐφίλησε περισσῶς; «ἐδίδου», φησίν, «ἀγαθόν τε κακόν τε». ποῖα ταῦτα; «ὀφθαλμῶν μὲν ἄμερσεν, ἐδίδου δὲ ἡδεῖαν ἀοιδήν». καὶ οὕτω μὲν οἱ Ὁμηρικοὶ πίθοι, ὁ τῶν ἐσθλῶν καὶ ὁ τῶν κακῶν, κιρνῶσι τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν, μίγμα οὖσαν καὶ συγκύρημα ἄλλοτε μὲν κακῶν, ἄλλοτε δὲ ἐσθλῶν. ὡς τό γε κατὰ μόνας ἐξ ἑνὸς πίθου δῶρον ἐκ μὲν τοῦ τῶν ἐσθλῶν πίθου ἀνθρώπῳ οὐκ ἄν, ἐκ δὲ τοῦ τῶν λυγρῶν γένοιτ' ἄν. καὶ τοίνυν πανάθλιος ἐκεῖνος, πάσχων ὅσα ἐν στενῷ εἶπεν ὁ ποιητής. [Εἰ δὲ ταῦθ' οὕτω δοκεῖ περὶ τοῦ κατὰ βίον μίγματος τῶν τε ἐσθλῶν τῶν τε λυγρῶν, μάταιος ἄρα Θεόμανδρος ὁ Κυρηναῖος, ὅς, φασί, περιϊὼν ἐπηγγέλλετο διδάξειν τὴν διὰ βίου εὐτυχίαν. εἰ δὲ αὐτὸς μάταιος, οἷός τις ἄρα Πτολεμαῖος ὁ δεύτερος, Αἰγύπτου βασιλεύς, ὅς, φασίν, ἀγαθὸς τὰ ἄλλα ὤν, ὅμως οὕτως ὑπὸ τρυφῆς διεφθάρη, ὡς τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι, καὶ λέγειν ὡς μόνος εὕροι τὴν ἀθανασίαν. εἴη δ' ἂν κατ' αὐτὸν γελοῖος καὶ ἰατρὸς ἐκεῖνος, ὃς ὑγιεινὴν παραδιδοὺς δίαιταν ηὔχησε δι' αὐτῆς ἀπαθανατίσαι, ἢ κατά τινας ἀπαθανατῶσαι, ἄνθρωπον.] Ἡσίοδος μέντοι ἕνα πίθον κεραμεύων κατὰ ἄλλην ἔννοιαν κακῶν αὐτὸν γέμοντα ποιεῖ πάλαι ποτέ, ὃς ἀνοιγεὶς ἐσκέδασε κατὰ γῆν ἅπασαν τὰ κακά, οὐ δίκην σώματος ἐξαντλεῖσθαι πεφυκότος αὐτῷ ἐγκείμενα καὶ ἐξαντλούμενα, ὃ δὴ τοῖς Ὁμηρικοῖς ἐμφαίνεται, ἀλλ' ἔμψυχα ὄντα ὡς οἷον δαιμόνια, καὶ ἐγκεκλεισμένα, καθά ποτε Ἄρης ἦν ἐν χαλκέῳ κεράμῳ, ὕστερον δὲ πτερυξάμενα καὶ τὸν πίθον κενώσαντα, ὅπερ οἱ Ὁμηρικοὶ πίθοι οὐκ ἂν πάθοιεν. τοῦ δὲ τοιούτου τῶν κακῶν πίθου εἴη ἂν καὶ ἡ Πιθοιγία, οὐχ' ἑορτάσιμος κατὰ τὴν παρ' Ἡσιόδῳ, ἐν ᾗ ἀρχομένου πίθου ἐχρῆν 4.947 κορέννυσθαι, ἀλλ' εἰς τὸ πᾶν ἀποφράς. Ἰστέον δὲ ὅτι ἐν τῷ περὶ τῶν εἰρημένων δύο πίθων λόγῳ, ἔνθα οἱ πλείους εἱμαρμένην ὑπονοοῦσι καὶ τὰ ἐξ αὐτῆς δοκοῦντα συγκυρεῖν ἀνθρώποις, δύναταί τις καὶ ἄλλως ∆ία μὲν ἐκλαβέσθαι εἰς νοῦν, ὃς ἀμφοτεροδύναμός ἐστιν, ἀγαθά τε δυνάμενος καὶ κακά, ὃ καὶ ὁ τῶν πλαστίγγων λόγος αἰνίττεταί πως, ἃς ὁ Ζεὺς ἐν τοῖς πρὸ τούτων μετεχειρίζετο, ἵνα μὴ μόνον κατὰ τὴν παροιμίαν λέγηται ὡς πολύποδος κεφαλή, ἔνι μὲν καλόν, ἔνι δὲ καὶ ἐσθλόν, ἀλλὰ καὶ ὅτι νοῦς ἀνθρώπινος, ὁ κατὰ βίον καὶ πράξεις πολιτικάς, γέμει μὲν καλῶν φύσει, γέμει δ' ἄλλως κακῶν, ὅτε μὴ τὰ ἐπαινετὰ βούλοιτο. εἰ δὴ αἱ τοιαῦται δυνάμεις ὡς εἰς πίθους δύο πλασθεῖεν γέμοντας τὸν μὲν ἀγαθῶν, τὸν δὲ μὴ τοιούτων, εὐοδοῦται τὸ νόημα εἰς τὸ εἶναι τὰ μὲν ἐξ ἀκράτου τοῦ τῶν ἀγαθῶν πίθου ἄκρας μακαριότητος, τὰ δ' ἐκ μόνου τοῦ τῶν κακῶν ἀθλιότητος ψυχικῆς, τὰ δὲ ἐξ ἀμφοῖν καταστάσεως πολιτικῆς, μέσως ἐχούσης κατὰ τὸ ἐγχωροῦν ἀνθρώπῳ ἐν τῷ κεράννυσθαι οὕτω καὶ οὕτω κατά γε τὸ ἐν πράγμασιν ἐνδεχόμενον. καὶ τοῦτο μὲν τοιοῦτον. οἱ δὲ Ὁμηρικοὶ πίθοι πρὸς ὁμοιότητά τινα σφαιρώσεως ἐπλάσθησαν, ἥτις