τὰ ἄνω σεμνύνει. ἔνθα καὶ αὐτοὶ κατακεῖσθαι λέγονται, ∆ιὸς λόγῳ, ἤγουν εἱμαρμένης. ἦν δὲ καὶ ἄλλως σεμνότερον πίθοις ἐνταμιεύσασθαι τὰ ῥηθέντα θεῖα δῶρα ἤπερ εἰπεῖν κατὰ ἐδάφους κεχῦσθαι ἢ κιβωτίοις ἐγκεκλεῖσθαι εἴτε σιροῖς. εὐεπίφορος δὲ ὁ μῦθος εἰς πιθοπλαστίαν, ὃς καὶ χάλκεον κέραμον, ὅ ἐστι πίθον, εἰς δεσμὸν τεχνάζεται Ἄρεος καὶ ∆αναΐδων πίθον ἐκτίθεται. τολμᾷ δὲ ἀσφαλῶς καὶ ἡ παροιμία φρενῶν πίθον εἰπεῖν [ἐκ τοῦ 4.948 κατὰ τὸν ∆ιογένην πίθου ἀπαντληθεῖσα, οὗπερ ἐνοικοῦντος πίθῳ διὰ τὸ κατὰ βίον ἀπέριττον ὁ μέν τις «ὦ πίθε, μεστὲ φρενῶν» εἶπεν, ἕτερος δέ τις, ἐκφαυλίζων τὸ ῥηθέν, ἔφη «θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον». ὅτι δὲ πίθος αἰνίξεταί ποτε παροιμιακῶς καὶ ψυχήν, δηλοῖ ὁ γράψας ἔν τινι σκωπτικῷ λόγῳ τὸ «ταῦτά σοι γεῦμα τοῦ πλήρους πίθου», ἤγουν βραχέα νοήματα, ἐξ ὧν πολλῶν ἐν τῇ ψυχῇ ἔχω. ἀνάπαλιν δέ ποτε καὶ ψυχὴν ὁ πίθος αἰνίττεται, καθὰ καὶ ὁ ἀσκός, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. ἡ γοῦν Ἡσιόδειος πιθοιγία εἰς τοιοῦτόν τι κατὰ τοὺς παλαιοὺς ἐκλαμβάνεται, παραγγέλλουσα συμβολικῶς νέον μέν τινα ὄντα ἢ γηραιὸν ἀνίεσθαι ἀναγκαίως, ἀκμάζοντα δὲ μὴ οὕτως ἔχειν, ἀλλ' ἐν σπουδῇ γινόμενον φείδεσθαι χρόνου τοῦ πολυτελεστάτου δαπανήματος. καὶ τοιόνδε μὲν καὶ τοῦτο.] Ἡ δὲ Ὁμηρικὴ φράσις τὸ «οἱ δὲ πίθοι, κακῶν, ἕτερος δὲ ἀγαθῶν», ἀμφίβολον ἔννοιαν ἀπετέλεσε, πίθους τρεῖς νοησάντων τινῶν, δύο μὲν κακῶν, ἕνα δὲ ἀγαθῶν. Πίνδαρος οὖν οὕτω νοεῖ ἔν τε ἄλλοις, καὶ ἐν οἷς λέγει «ἓν παρ' ἐσλόν», ὅ ἐστιν ἐσθλόν, «πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι». λέγει δὲ ἐκεῖνος ἓν μὲν ἐσθλὸν τὸ ἐκ τοῦ ἑνὸς πίθου, σύνδυο δὲ τὰ ἐκ τῶν ἑτέρων δύο πίθων. καὶ μὴν τὸ «ἕτερος» οὐκ ἐπὶ τριῶν ἢ πλειόνων παρ' Ὁμήρῳ κεῖται ἀλλ' ἐπὶ μόνων δύο, καὶ μερίζον παριστᾷ τὸ ἕτερον αὐτῶν. ἔπταισται οὖν ἡ Ὁμηρικὴ φράσις ὡς ἀσαφής. καὶ θεραπεύεται ὡς σχῆμα ἐλλείψεως, ἵνα ᾖ· κακῶν ὁ εἷς, ἕτερος δὲ ἀγαθῶν. (ῃ. 528) Περὶ δὲ τοῦ «ἐάων» δηλοῦται μὲν καὶ ἐν τῷ «θεοὶ δωτῆρες ἐάων», ἤγουν ἀγαθοδόται. οὐ 4.949 περιττὸν δὲ καὶ νῦν εἰπεῖν, ὡς ἔοικε γένους οὐδετέρου ἡ λέξις εἶναι ὡς ἀπὸ τοῦ ἑόν, τὸ ἴδιον. ἰδιοποιεῖται γάρ τις τὸ ἀγαθόν. ἔχει δὲ πλεονασμὸν τοῦ ˉα, οὐ συνήθη μέν, ὅμοιον δὲ τῷ «βλεφάρων ἀπὸ κυανεάων», ὅπερ ἐν τῇ τοῦ Ἡσιόδου Ἀσπίδι κατ' ἀρχὰς κεῖται. [(ῃ. 528) Τὸ δὲ «δώρων», καὶ «δίδωσι», καὶ «δῴη», τὸ δὶς λεχθέν, καὶ τὸ «δόσαν», σχῆμα ἐπιμονῆς ποιεῖ.] (ῃ. 530) Τὸ δὲ «κύρεται» δηλοῖ μὲν τὸ ἐντυγχάνει, ἐξ αὐτοῦ δὲ γίνεται καὶ τὸ συνέκυρσε καὶ ἡ συγκυρία. λέγεται δὲ καὶ περισπωμένως κυρεῖν, ἐξ οὗ τὸ ἐκύρησεν, ὡς τὸ «συντυχία κρείσσων ἐκύρησε». (ῃ. 531-3) Λωβητός δὲ καὶ νῦν ὁ ἐφύβριστος καὶ ἄτιμος, οὗ ἑρμηνεία τὸ «οὔτε θεοῖς τετιμένος οὔτε βροτοῖς». [∆ῆλον δ' ὅτι πολλοὶ τῶν ἀνθρώπων θεῷ τιμώμενοι, ὡς θεοφιλεῖς, ἀνθρώποις ἀπότροποί εἰσιν, ἄλλοι δ' αὖ ἀνθρώποις προσεχόμενοι ἀποθύμιοι τῷ κρείττονι διεκπίπτουσι.] (ῃ. 531) Τὸ δὲ «ἔθηκε» κοινῶς ῥηθέν, κατωτέρω «θῆκεν» Ἰωνικῶς φησιν, οἷα πολλὴν ἔχων ἄδειαν ἐγχορεύειν, αἷς ἂν διαλέκτοις βούλοιτο. (ῃ. 532) Βούβρωστις δὲ κυρίως μὲν κατὰ τὸ τῆς λέξεως ἔτυμον ὁ μέγας λιμός, ἡ μεγάλη πεῖνα, καὶ ὡς εἰπεῖν, βούπεινα, ἡ πολλὴ τῆς βρώσεως ἔφεσις. δηλοῖ καὶ ἁπλῶς τὴν μεγάλην ἀνίαν, ὑφ' ἧς ἄσιτοι πολλοὶ γίνονται, ἢ τὴν σύντονον ὀδύνην κατὰ τοὺς παλαιούς, ὡς ἀναλωτικήν. ὑπὸ γὰρ λύπης ἑαυτοὺς ἐσθίομεν κατὰ τὸ «ὃν θυμὸν κατέδων». εἰ δὲ καὶ ὁ βούλιμος καὶ τὸ βουλιμιᾶν παρέοικε τοῖς ῥηθεῖσι, δηλοῖ ὅμως ὁ Χαιρονεὺς σοφὸς τὴν αὐτοῦ πρὸς ταῦτα διαφορὰν ἐν τοῖς αὐτοῦ 4.950 Συμποσιακοῖς. οἱ δὲ βούβρωστίν φασι δαίμονα Ἰώνων, παρ' ᾗ κατηρῶντο τοῖς πολεμίοις, ἧς ἱερόν, φασίν, ἐν Σμύρνῃ. [Χθὼν δὲ δῖα, καθὰ καὶ θάλασσα, διὰ τὸ ἔντιμον. ἐκείνη δὲ καὶ παρὰ τὸ δέος κατὰ τοὺς παλαιούς, ὁμοίως τῷ «δῖα Χάρυβδις».] (ῃ. 533) Τὸ δὲ τετιμένος» ἢ ἐκ τοῦ τετιμημένος συγκέκοπται, ἢ ἐκ τοῦ τίω, τὸ τιμῶ, κεκανόνισται. [Τοῦτο δὲ ἀνομοίως πάντως ἔχει πρὸς τὸ τετιημένος, ἐκεῖνο γὰρ οὐκ εὔκλειαν ἀλλὰ τιμωρίαν δηλοῖ, ὡς πολλαχοῦ φαίνεται.] Τὸ δὲ «θεοῖσι τετιμημένος» θεόσδοτα παρ' ἀνθρώποις βούλεται εἶναι καὶ