τὰ κατὰ βίον ἐπίσημα καλά, οἷον τὸ ἐκ γενετῆς ἐπὶ πάντας κεκοσμῆσθαι ὄλβῳ καὶ πλούτῳ, τὸ ἀνάσσειν, τὸ ἀγαθοῦ τυχεῖν, τὸ εὐτυχῆσαι εἰς πολλὰ τέκνα, ὑφ' ὧν γηράσκων κομισθήσεται. (ῃ. 536) Ὄλβος δὲ κατὰ μέν τινας ἡ εὐδαιμονία ἢ ἡ φρόνησις, ὅθεν κατωτέρω μὲν ὄλβιος Πρίαμος, ἄνολβος δὲ παρὰ Σοφοκλεῖ ὁ ἀπαίδευτος ἐν τῷ «ἄνολβον ἄνδρα ἐνουθέτει παρών». [Ἴσως δὲ καὶ ταὐτὸν ὄλβος καὶ πλοῦτος. διὸ εἰπὼν ἀνωτέρω «ὄλβῳ τε πλούτῳ τε» ὑποκαταβὰς πλούτῳ τε καὶ υἱάσι φησίν, ὡς τῷ πλούτῳ διὰ τὸ ταὐτοδύναμον συννοουμένου καὶ τοῦ ὄλβου.] ἕτεροι δὲ ὄλβον φασὶ τὴν τῶν ἀγρῶν κτῆσιν παρὰ τὰς ὀλάς, ὅ ἐστι κριθάς, ἵνα ᾖ ὄλβος, ὡς καὶ ἀλλαχοῦ που ἐγράφη, ὁ περὶ ὀλὰς βίος, τουτέστιν ἐκ μέρους, ὁ ἐκ γεωργίας. (ῃ. 537) Τὸ δὲ «θεὰν ποίησαν ἄκοιτιν», ὅ ἐστιν ἔθεντο-οὐ γάρ ἐστιν ἑρμηνεῦσαι καιριώτερον-τὸ ἐξαίρετόν ἐστι τῆς τοῦ Πηλέως εὐδαιμονίας, καθὸ ὑπερέσχε Πριάμου. ἄλλως γὰρ μείζων Πηλέως ὁ Πρίαμος, εἴπερ ὁ μὲν Μυρμιδόνεσσιν ἀνάσσει, Πρίαμος δὲ εὐρυκρείων φαίνεται, ἀφ' ὧν αὐτὸς εἶπεν ἐνταῦθα ὁ Ἀχιλλεύς, καὶ Πηλεῖ μὲν κακόν, ὅτι μὴ πολλοὺς ἔσχε παῖδας, Πριάμῳ δὲ τοσοῦτοι ἐγένοντο. εἰ δὲ καὶ ἡ Θέτις ἑπτὰ παῖδας 4.951 ἔτεκε τῷ Πηλεῖ, οὓς ἐσπόδησε κατὰ τὸν Λυκόφρονα φέψαλος, ἀλλ' ἐκείνους οὐδὲ εἶδε τάχα που ἥλιος. εἰ δὲ καὶ κατὰ τὸν μῦθον ἀφῆκε τὸν Πηλέα ἡ Θέτις ἀχθομένη συνοικεῖν θνητῷ, ἢ κατὰ τὸν Κωμικόν, «ὅτιπερ οὐκ ἦν ἡδὺς ἐν τοῖς στρώμασι τὴν νύκτα παννυχίζειν», ἄλλο τοῦτο λυγρὸν τῷ Πηλεῖ. Ἰστέον δὲ ὅτι τὸ «θεὰν ποίησαν ἄκοιτιν», ὅ ἐστιν ἔθεντο, καθὰ εἴρηται, δηλοῖ μὴ φύσει δοθῆναι τοιαύτην γυναῖκα τῷ Πηλεῖ ὡς οἷα θείῳ, ἀλλὰ θέσει, ἤγουν θετήν, καὶ οἷον εἰπεῖν ποιητήν, ἤγουν εἰσποίητον. διὸ οὐδὲ παραμεμένηκεν αὐτῷ μέχρι γήρως, ἀλλ' ἔπαθεν ὁ Πηλεὺς ἐπ' αὐτῇ, ὅπερ ἡ προϊστορηθεῖσα Μάρπησσα ἔδεισεν ἐπὶ τῷ Ἀπόλλωνι, εὐλαβηθεῖσα ὃ δὴ καὶ γέγονε, μὴ γεγηρακυῖαν αὐτὴν ἐκεῖνος ἀφήσει μονάζειν ἀνδρός. ἀλλὰ τὸ μὲν οὕτω περὶ Θέτιδος εἰπεῖν μύθου παίγνιόν ἐστιν. ἄλλως δέ, θανοῦσα ἡ γυνὴ Θέτις πρὸ ὥρας, ἐσεμνώθη μὲν ἐπωνυμίᾳ Νηρηΐδος, καὶ θαλάσσῃ ἐνοικεῖν ἔλαχε θαλασσία νομισθεῖσα θεὰ κατὰ τὴν Ἰνὼ δήπουθεν. οὐκ ἀφαιρεῖται δὲ τὸν Πηλέα οὐδ' οὕτω τοῦ λυγρὰ παθεῖν. (ῃ. 538 ς.) Ἀχιλλεὺς μέντοι μόνης τῆς τῶν γονέων συνοικήσεως μνησθεὶς πρὸς ῥῆμα, τὰ λοιπὰ ἐνέφηνε δεξιῶς διὰ τοῦ μὴ ἐν τοῖς τοῦ Πηλέως μεγάροις παίδων γενέσθαι γονὴν κρειόντων, ἤγουν κοινῶς μὲν εἰπεῖν, βασιλευόντων, κατὰ δέ τινας, κρατούντων τῷ πλήθει, ὅ ἐστι πολλῶν. [Ἀττικῆς δὲ φράσεως πάνυ συνήθους τὸ «γονὴ γένετο».] (ῃ. 540) Παναώριον δὲ ἢ τὸν πάντῃ ἄωρον λέγει παρὰ τὴν ὥραν, τὸν καιρόν, διὸ καὶ ἐδασύνετο παρά τισι κατὰ τὴν προπαραλήγουσαν, ἢ παρὰ τὴν ὤραν, τὴν φροντίδα, τὸν πάνυ πεφροντισμένον, ἢ ἀνάπαλιν ὡς ἐν ἤθει, τὸν πάνυ δίχα φροντίδος, ὅθεν τινὲς καὶ ἐψίλουν αὐτό. νοῆσαι γὰρ φιλαύτως τὸν πάντῃ ὡραῖον, ὃ δή τινες εἶπον, ὀκνήσοι τις ἄν. [Τρισύνθετον δὲ ἰδοὺ ὄνομα καὶ ὁ παναώριος, καθὰ καὶ ὁ δυσάμμορος καὶ ὁ πανάποτμος καὶ ἡ δυσαριστοτόκεια, οἵοις οὐ πάντῃ Ὅμηρος ἐφάνη ἐμφιλοχωρῶν.] (ῃ. 541) Τὸ δὲ «γηράσκοντα κομίζω», ἐξ οὗ τὸ γηρωκομεῖν σύγκειται, φιλοπάτορα τὸν Ἀχιλλέα δηλοῖ, αἱρούμενον οὐχ' ἑαυτῷ ζῆν, ἀλλ' ἵνα ἐπιμελοῖτο πατρὸς 4.952 γέροντος, ὃ δηλοῖ καὶ ὁ ἐν Ὀδυσσείᾳ καθ' Ἅιδου Ἀχιλλεύς, αἱρούμενοςπτωχικῶς ἄνω γῆς εἶναι διὰ τὸν πατέρα ἢ πᾶσι νεκύεσσιν ἀνάσσειν. (ῃ. 542) Τὸ δὲ «σὲ κήδων καὶ σὰ τέκνα» διττόν τινα ἔχει μυκτῆρα, ἕνα μέν, ὅτι σὺ μὲν ὁ γέρων ἔφης διστάζων ὡς τὸν Πηλέα τείρουσί που οἱ περίοικοι, ἐγὼ δέ σε κήδω κατὰ τὸ ὁμολογούμενον, ἕτερον δέ, ὅτι σὺ μὲν ἔφης πολλὰ τέκνα σχεῖν, τί δέ σοι τῶν πολλῶν ὄφελος, εἴπερ ὁ εἷς ἐγὼ κήδω καὶ σὲ καὶ αὐτά. ἐκ δὲ τοῦ τοιούτου κήδειν καὶ ἀκηδέες ἀνωτέρω εἴρηνται, οὓς οὐκ ἔστι κήδειν ἢ κήδεα ἔχειν. (ῃ. 544 ς.) Ἐν δὲ τῷ μέγαν εἶναι τὸν Πρίαμον περὶ τόπον ὅσον Λέσβος ἐντὸς εἴργει καὶ Φρυγία καθ' ὕπερθεν καὶ Ἑλλήσποντος περιορισμὸς κεῖται ἱστορικὸς τῆς Πριάμου ἀρχῆς, ἣν περιώριζεν ἐκ μεσημβρίας μὲν Λέσβος, Φρυγία δὲ ἐξ