ἀνατολῆς, ἐκ δὲ ἄρκτων Ἑλλήσποντος. Ἰστέον δὲ ὅτι τὴν ὑπὸ τῷ Πριάμῳ χώραν κατὰ τὴν τοῦ Γεωγράφου ἐν τρισκαιδεκάτῳ αὐτοῦ βιβλίῳ παρατήρησιν εἰς ἐννέα δυναστείας διαιροῦσιν οἱ παλαιοί, ἐξ Ὁμήρου ὁρμώμενοι, ὧν δυναστειῶν ὁ Πρίαμος ἦρχε, φησίν, ὡς δηλοῖ τὸ «καὶ σὲ γέρον τὸ πρὶν ἀκούομεν» καὶ ἑξῆς ἕως τοῦ «καὶ Ἑλλήσποντος ἀπείρων». ὑπ' αὐτῷ γάρ, φησίν, ἦν καὶ ἡ τοῦ Μύνητος πόλις ἡ Λυρνησσός, καὶ ἡ Ὑπόπλακος Θήβη. Τρωϊκὴ δὲ καὶ ἡ τῶν Λελέγων, ἧς, ὡς προϊστόρηται, ὁ Ἄλτης ἦρχε, Τρῶές τε καὶ οἱ ὑπὸ τῷ Αἰνείᾳ ∆άρδανοι, καὶ οἱ ὑπὸ τῷ Πανδάρῳ δὲ Λύκιοι, καὶ οἱ μεταξὺ Αἰσήπου καὶ Ἀβύδου, καὶ οἱ Περκώσιοι, ὥστε κατὰ τὸν Γεωγράφον καὶ τοὺς κατ' αὐτὸν ἀριδήλως εὐρυκρείων καὶ ὁ Πρίαμος φαίνεται. Μάκαρος δὲ ἕδος ἡ Λέσβος νῆσος, περὶ ἣν καὶ ἡ Μιτυλήνη, ὡς Μάκαρός τινος ἐκεῖ βασιλεύσαντος, καθὰ καὶ ἡ Λεύκοφρυς Τένου ἕδος, ὅθεν εἰς Τένεδον σύγκειται. (ῃ. 545) Τὸ δὲ «καθύπερθεν» ἀντὶ τοῦ ἡ ἐξ ἀνατολῆς. ἔστι γὰρ καὶ ἄλλη Φρυγία ἡ ἀμπελόεσσα ἡ παρὰ Σαγγαρίῳ. (ῃ. 549) Ἀλίαστον δὲ ὀδύρεσθαί ἐστι τὸ ἀεὶ καὶ ἀχωρίστως, ὡς μὴ ἔχειν λιασθῆναι, ὅ ἐστιν ἐκκλῖναι, τὸν ὀδυρμόν. (ῃ. 551) Τὸ δὲ «οὐδέ μιν ἀνστήσεις» ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐπὶ Ἑκάβης ἄλλως 4.953 μεταχειρισάμενος οὕτω σχηματίζει τὸ νόημα, ὡς ἐποίει μὲν ὁ Ἀχιλλεὺς τάδε διὰ Πάτροκλον, «ἀνέστησε δέ μιν οὐδ' ὥς». Σοφοκλῆς δὲ, τὸ τοῦ Ἀχιλλέως μιμούμενος, φησὶν «οὐδέ μιν ἐξ Ἀΐδου παγκοίνου λίμνης ἀναστήσεις». Τὸ δὲ «πρὶν καὶ κακὸν ἄλλο πάθῃς» ἀπειλήν τινα παραρριπτεῖ τῶν μενόντων πολλῶν κακῶν τὸν γέροντα, οἷς μὴ φθάσας ἐνδιατρῖψαι ὁ ποιητὴς γραφικῶς ὅμως ἄλλως προαναφωνεῖ αὐτά. (ῃ. 553 ς.) Ὅτι ὁ παραιτούμενος ἀνάπαυσιν, ὅτε φίλος κακουχεῖται, εἴποι ἂν κατὰ Πρίαμον τὸ «μὴ μέ πω ἐς θρόνον ἷζε, διοτρεφές, ὄφρα κεν ὁ δεῖνα κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής». (ῃ. 555-7) Ὁ δὲ ἐπί τινι παραχωρήσει δῶρα ξένῳ τινὶ εὐγνωμόνως διδοὺς ἐρεῖ ἂν ὁμοίως τὸ «σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομαι» ἢ φέρομεν, «σὺ δὲ τῶνδ' ἀπόναιο καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτος», ἢ «πρῶτον, ἔασας». (ῃ. 557) Ἐνταῦθα δὲ ὅρα ὅτι [τε τὸ «ἔασας» ἔλλειψιν ἔχει μυστικωτέραν, οὐκ ἔχει γὰρ αὐθωρὸν ἐντελῶς φράσαι, τί ἔασεν ὁ Ἀχιλλεύς, μὴ καὶ λυπήσῃ ἐκεῖνον ἴσως, εἰπὼν ὅτι με εἴασας λαλῆσαι ἢ ζῆν ἢ πελάσαι σοι, μήποτε ὁ ἥρως δόξας εἰς ἀγριότητα ὠνειδίσθαι βλάψῃ τὸν γέροντα, καὶ ὅτι] ἀκηδῆ ἔφη οὐ τὸν ἀβλαβῆ, ὡς πρὸ βραχέων ἐφράσθη, ἀλλὰ τὸν ἀκήδεστον καὶ οὗπερ οὐδεὶς κήδεται- ὁμώνυμος γὰρ καὶ ἡ τοιαύτη λέξις-, καὶ ὅτι ἅπερ εἶπεν «ἀπερείσια ἄποινα», πολλὰ λέγει, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ «πολλὰ δ' ἔδωκας», καὶ ὅτι τὸ «φέρω» παθητικῶς φησι «φέρομαι», ὡς διφορουμένου καὶ τούτου τοῦ ῥήματος, καὶ ὅτι δὶς εἶπε τὸ «σὺ δέ» οὐκ αἰδεσθεὶς τὴν ἐν σχεδιασμῷ ταὐτολογίαν. Ἡ δὲ εὐχὴ τοῦ ἀπόνασθαι τῶν δώρων τὸν Ἀχιλλέα καθ' ὁμοιότητα τοῦ Χρύσου πεποίηται, ὃς καὶ αὐτὸς δεόντως τοῖς πολεμίοις ηὔχετο, καὶ οὐ κολακεύει μόνον ἡ τοῦ Πριάμου εὐχή, ἀλλὰ καὶ δυσχέρειαν ἐμφαίνει πράγματος. ὡς γὰρ ἐκεῖ τὸ εὖ οἴκαδ' ἱκέσθαι τοὺς Ἀχαιοὺς ὁ Χρύσης ηὔξατο, οἷα εἰδώς, ὡς εἰκός, ἃ μετὰ Τροίας ἅλωσιν πείσονται, οὕτω καὶ Πρίαμος, μαθὼν ἴσως μαντικῶς ὡς ὁ νεκροπέρνας Ἀχιλλεὺς ὕστερον πεσὼν οὐκ ἄλλως ἐκ τῶν πολεμίων λυθήσεται, ἀλλὰ «τὸν ἀντίποινον», καθά τις ἔφη, χρυσὸν «ἐκχέας ἶσον», εὔχεται τῶν ἄρτι δώρων 4.954 ἀπόνασθαι τὸν Ἀχιλλέα. [(ῃ. 553) Ὅτι δὲ θρόνος, οὗ καὶ ἐνταῦθα ὁ Πρίαμος μέμνηται, καὶ ἡ λοιπὴ δὲ ἅπασα κοινὴ χρῆσις ὁμωνυμίᾳ ὑπέπεσε, δηλοῖ ὁ ∆ειπνοσοφιστὴς ἱστορήσας ὡς καὶ εἶδός τι ἄρτου ὁ θρόνος.] (ῃ. 560-2) Ὅτι ἐν τῷ «τὸν δ' ἂρ ὑπόδρα ἰδὼν προσέφη Ἀχιλλεύς· μηκέτι νῦν μ' ἐρέθιζε, γέρον, νοέω δὲ καὶ αὐτὸς Ἕκτορά τοι λῦσαι, ∆ιόθεν δέ μοι ἄγγελος ἦλθε μήτηρ» καὶ ὀξὺς ἐλέγχεται εἰς θυμὸν ὁ Ἀχιλλεὺς εἰς οὐδὲν δέον χολωθεὶς κατὰ Πριάμου, δριμὺ γὰρ φανερῶς εἶπεν ὁ γέρων οὐδέν, καὶ ἀληθὴς δὲ φαίνεται. οὐ γὰρ πρὸς χάριν κενήν, ὡς ἐλεῶν, ἀλλ' ὡς ∆ιόθεν κελευσθεὶς λύσειν φησὶ τὸν Ἕκτορα. τοῦτο δὲ καί τι βάρους ἔχει. παραλαλεῖ