γὰρ ὡς, εἰ μὴ ἐδεδίει θεόν, οὐκ ἂν ἀπέλυσε τὸν τοῦ Πατρόκλου φονέα. καὶ ἄλλως δὲ παραμυθεῖται τὸν γέροντα, ὡς θεοφιλοῦς ὄντος καὶ τοῦ Ἕκτορος. παύει δὲ πάνυ δεξιῶς καὶ τὰ ἐφεξῆς τοῦ Πριάμου, οἷον μὴ καὶ πλεῖόν τι ῥητορεύσῃ, μὴ καὶ τραχυνθείη κατὰ τοῦ Ἀχιλλέως, μὴ καὶ κωκύσῃ ἐπὶ τῷ νεκρῷ, καὶ μακρολογήσῃ ἐπ' ἐκείνῳ, καὶ ἅμα, ἵνα καὶ τρέσας τάχιον ἀναχωρήσῃ ἐς Τροίαν. Ἔστι δὲ ὡς μάλιστα τῷ Ἀχιλλεῖ ὁ θυμὸς διὰ τὴν τοῦ Πατρόκλου τε ἀνάμνησιν καὶ τὴν εὐθὺς ἐπ' ἐκείνῳ λύπην, καὶ διὰ τοὺς ὑπὲρ τοῦ Ἕκτορος λόγους. (ῃ. 568-70) ∆ιὸ ὑποκαταβὰς καὶ διασαφῶν τὸ «μή μ' ἐρέθιζε γέρον» φησὶ «μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, μή σε, γέρον, οὐδ' αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω, καὶ ἱκέτην περ ἐόντα, ∆ιὸς δ' ἀλίτωμαι ἐφετμάς», ἤγουν ἀλιτρὸς καὶ ὡς οἷον ἀλιτήριος γένωμαι ἁμαρτὼν διὰ σὲ εἰς ∆ιὸς ἱκεσίου ἐντολάς. δοκεῖ τοίνυν ὁ Ἀχιλλεὺς Ἡρακλέος τι ὄζειν, ὃς οὐ διὰδάκρυον, ἀλλὰ διὰ γέλωτα ἱστόρηται ἀνελεῖν τινα, καὶ οὐδὲ τῷ διδασκάλῳ Λίνῳ, μεμψαμένῳ αὐτὸν ἐπὶ μουσικῷ κρούματι, ἀποτῖσαι ἀγαθὰ δίδακτρα. ἰδοὺ γὰρ καὶ ὁ ἥρως οὗτος εἰς οὐδὲν δέον παρὰ βραχὺ ἔρχεται τοῦ εἰς ἱκέτην 4.955 ἐφάμαρτος ἐκβῆναι. (ῃ. 563 ς.) Εἶτα λέγει καὶ λόγον γνωριμότητος καὶ θεοφιλείας τὸ «καὶ δέ σε γινώσκω φρεσὶν οὐδέ με λήθεις, ὅττι θεός σε ἤγαγεν». (ῃ. 565 ς.) Εἶτα φράζει ἀσφαλῆ φυλακὴν στρατοπέδου ἐν τῷ «οὐ γάρ κεν τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβῶν, ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι». (ῃ. 566 ς.) Τὸ δὲ ἑξῆς οἴκου φράζει ἀσφάλειαν, τὸ «οὐδέ κ' ὀχῆας ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων». ἰστέον δὲ ὅτι παρὰ τῷ ποιητῇ τριχῶς λέγονται οἱ τοῦ φυλάσσειν. φυλακτῆρές τε γάρ, ὡς πρὸ ὀλίγων, καὶ φύλακες κοινῶς, καὶ ποιητικῶς φύλακοι, οὓς Ἀρίσταρχος λέγεται οὐ βαρυτόνως φυλάκους προφέρειν, ἀλλ' ὀξυτόνως, καὶ κανόνα παράγειν, ὡς τὰ εἰς ˉκˉοˉς ὑπὲρ δύο συλλαβάς, παραληγόμενα τῷ ˉα, ἐπιθετικὰ ὄντα, ὀξύνονται· μαλακός, παρδακός, φαρμακός, ἀνακός· ὅθεν καὶ τὸ «ἀνακοῖν ∆ιοσκούροιν». καὶ οὕτω μὲν κατὰ Ἀρίσταρχον. ἄλλως δὲ τὸ βαρυτονεῖσθαι τὴν λέξιν πιθανὸν ἐκ τοῦ φύλαξ φύλακος, ἐξ οὗ ὁ φύλακος, ἀναδραμούσης εἰς εὐθεῖαν τῆς γενικῆς. Ὅρα δὲ καὶ τό· οὐ μετοχλίσει τοὺς ὀχέας τῶν θυρῶν, ἀντὶ τοῦ οὐ μετακινήσει. ἀπὸ γὰρ τοιαύτης στερήσεως καὶ τοῦ ὀχλίζειν ῥήματος γίνεται μοχλός, ὁ μὴ ὀχλιζόμενος, ἤγουν οὐ μετακινούμενος, ἐκθλιβέντος τοῦ ˉη. (ῃ. 568-70) Ἰστέον δὲ καὶ ὡς ἀγρίου ἤθους παρῳδηθὲν τὸ «μή μοι μᾶλλον ἐν ἄλγεσι θυμόν», ὡς εἴρηται, «ὀρίνῃς, μὴ τόδε τι ποιήσας θεοῦ ἀλίτωμαι ἐφετμάς». (ῃ. 570) Ὅρα δὲ καὶ ὅπως αἰδοῖος ὁ ἱκέτης διὰ τὸν ἱκέσιον ∆ία, εἰς ὃν ὁ ἁμαρτὼν εἰς θεοῦ ἐφετμὰς ἤλιτε. (ῃ. 569) Τὸ δὲ «οὐδ' αὐτὸν ἐάσω» εἴρηται πρὸς τὸ «ἐπεί με πρῶτος ἔασας». οἱονεὶ γὰρ λέγει ὡς, εἰ καὶ εἴασά σε[, ζῆν δηλαδή, ὡς προείρηται,] ἀλλ' οὐκ ἔτι ἐάσω. Τὸ δὲ «οὐδ' αὐτόν» ὡς πρὸς τὸν Ἕκτορα τείνεται. οὐ γὰρ μόνον οὐ δώσω ἐκεῖνον, ἀλλ' οὐδὲ σὲ αὐτὸν ἐάσω. εὐφήμως δὲ τὸ «ἐάσω» εἶπε, χεῖρόν τι, ὡς εἰκός, εἰπεῖν βουλόμενος, ὅπερ ἐστὶ τὸ κτεῖναι τὸν γέροντα, ὡς ἑξῆς ῥηθήσεται. καὶ Ἑρμῆς δὲ προϊὼν τῇ λέξει ταύτῃ χρᾶται ὡς καιρίᾳ ἐν τῷ «ἐπεί 4.956 σ' εἴασεν Ἀχιλλεύς». Σημείωσαι δὲ ὅτι Ἀριστοτέλης, ὥς φασιν οἱ παλαιοί, ἀνώμαλον εἶναι τὸ τοῦ Ἀχιλλέως ἦθος συνάγει, ὃς τὰ πρῶτα μειλιχίοις δεξιωσάμενος τὸν ἱκέτην Πρίαμον, εἶτα λεοντωθεὶς οἷον, ὡς δηλοῖ τὸ «λέων ὣς ἆλτο θύραζε»-διὸ καὶ νῦν «ἔδδεισεν ὁ γέρων καὶ ἐπείθετο μύθῳ»- ἀγριοῦται καὶ ἀπειλεῖται τὰ προρρηθέντα. καὶ δοκεῖ μὲν ἐπίτηδες οὕτω ποιεῖν, ὡς ἂν ἐκπλήξῃ τὸν γέροντα καὶ ἀποστήσῃ τοῦ οἴκτου. τὸ δ' ἔστιν οὐ τοιοῦτον. (ῃ. 5846) Καὶ προϊὼν γὰρ ὁ ποιητὴς ὑπολαλεῖ δέος εἶναι, μήποτε Πρίαμος μὲν «ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ καί ἑ κατακτείνειε, ∆ιὸς δ' ἀλίτηται ἐφετμάς», ὅ ἐστιν ἐντολάς, ἀπὸ τοῦ ἐφίημι, τὸ ἐντέλλομαι, ὡς τὸ «οὔ σοι ἐφιεμένῃ ἀπιθήσω», ὃ δὴ Πρίαμος ἔφη τῇ Ἑκάβῃ. ὅλως γὰρ ταράσσεται ὁ Ἀχιλλεὺς ἐνταῦθα ὡς μάλιστα, εἰ καὶ μόνον ἀκούσοι Ἕκτορος ὄνομα. [Ὃ δὴ καὶ Φίλιππος λέγεται πάσχειν μετὰ τὴν ἐν μάχῃ πήρωσιν θατέρου τοῖν ὀφθαλμοῖν, εἴ